§2.11#111. Ἐπεὶ δ᾿ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ γινόμενον τόδε μετὰ τόδε ὥστε μὴ διαλείπειν, σκεπτέον πότερον ἔστι τι ὃ ἐξ ἀνάγκης ἔσται, ἢ οὐδέν, ἀλλὰ πάντα ἐνδέχεται μὴ γενέσθαι.
11. 既然我们在那些根据产生或质变或在一般的变化中连续运动的事物中,看到前后相继、此产生于彼之后,从而没有间断,我们就必须考察是否有某种事物是必然会产生的,还是没有,而是所有事物都可能不产生。
ὅτι μὲν γὰρ ἔνια, δῆλον, καὶ εὐθὺς τὸ ἔσται καὶ τὸ μέλλον ἕτερον διὰ τοῦτο· ὃ μὲν γὰρ ἀληθὲς εἰιπεῖν ὅτι ἔσται, δεῖ τοῦτο εἶναί ποτε ἀληθὲς ὅτι ἔστιν· ὃ δὲ νῦν ἀληθὲς εἰπεῖν ὅτι μέλλει, οὐδὲν κωλύει μὴ γενέσθαι· μέλλων γὰρ ἂν βαδίζειν τις οὐκ ἂν βαδίσειεν.
因为很明显,有些事物[是必然会产生的],正因为如此,“将要存在”和“即将存在”立即不同;因为凡是称其“将要存在”是真实的事物,在某个时候称其“存在”也必然是真实的;但现在称其“即将存在”是真实的事物,并没有什么阻止其不产生;因为一个即将散步的人可能并不去散步。
ὅλως δ᾿, ἐπεὶ ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ τὰ γινόμενα οὕτως ἔξει, καὶ οὐκ ἐξ ἀνάγκης τοῦτ᾿ ἔσται.
总之,既然存在的事物中有些也可以不存在,显然那些产生的事物也是如此,而这不会是必然的。
πότερον οὖν ἅπαντα τοιαῦτα ἢ οὔ, ἀλλ᾿ ἔνια ἀναγκαῖον ἀπλῶς γίνεσθαι, καὶ ἔστιν ὥσπερ ἐπὶ τοῦ εἶναι τὰ μὲν ἀδύνατα μὴ εἶναι τὰ δὲ δυνατά, οὕτως καὶ περὶ τὴν γένεσιν;
那么是否所有事物都是如此,还是并非如此,而是有些事物是端然必然产生的,正如在存在方面,有些事物不可能不存在,而有些事物可能,同样在产生方面也是如此?
οἶον τροπὰς ἄρα ἀνάγκη γενέσθαι, καὶ οὐχ οἶόν τε μὴ ἐνδέχεσθαι.
例如,至点必然会产生,而不可能不发生吗?
Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον ἔσται (οἷον εἰ οἰκία, θεμέλιον, εἰ δὲ τοῦτο, πηλόν), ἆρ᾿ οὖν καὶ εἰ θεμέλιος γέγονεν, ἀνάγκη οἰκίαν γενέσθαι;
如果说,后继者若要存在,前驱者就必然要产生(例如,若有房屋,就要有地基;若有地基,就要有泥土),那么,如果地基已经生成,房屋是否也必然要产生?
ἢ οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς;
还是不再必然,除非后者也是端然必然产生的?
εἰ δὲ τοῦτο, ἀνάγκη καὶ θεμελίου γενομένου γενέσθαι οἰκίαν·
如果后者是必然的,那么地基生成之后,房屋也必然要产生。
οὕτω γὰρ ἦν τὸ πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστ᾿ εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον.
因为前驱者与后继者的关系是这样的,以至于如果后者将要存在,前者必然要先存在。
εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕδυρτον, καὶ τὸ πρότερον ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη, ἀλλ᾿ οὐ δι᾿ ἐκεῖνο, ἀλλ᾿ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον.
因此,如果后继者必然产生,前驱者也必然产生;如果前驱者产生,后继者也必然产生,但不是因为前驱者,而是因为已经假定后者是必然会产生的。
ἐν οἶς ἄρα τὸ ὕστερον ἀνάγκη εἶναι, ἐν τούτοις ἀντιστρέφει, καὶ ἀεὶ τοῦ προτέρου γενομένου ἀνάγκη γενέσθαι τὸ ὕστερον.
所以,在那些后继者必然存在的事物中,存在着互逆关系(换位),每当前驱者产生时,后继者也必然产生。
Εἰ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται ἀνάγκη τὸ ὕστερον τόδε γενέσθαι ἀπλῶς, ἀλλ᾿ ἐξ ὑποθέσεως· ἀεὶ γὰρ ἕτερον ἔμπροσθεν ἀνάγκη ἔσται, δι᾿ ὃ ἐκεῖνο ἀνάγκη γενέσθαι.
那么,如果它向下(向后继方向)无限进行,这个后继者就不会是端然必然产生的,而只是条件必然的;因为永远会有另一个先前的项目是必然的,由于它,那后一项目才必然产生。
ὥστ᾿ εἰ μή ἐστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ πρῶτον ἔσται οὐδέν, δι᾿ ὅ ἀναγκαῖον ἔσται γενέσθαι.
所以,如果无限者没有起点,也就没有任何第一项会使其成为必然产生的。
ἀλλὰ μὴν οὐδ᾿ ἐν τοῖς πέρας ἔχουσι τοῦτ᾿ ἔσται εἰπεῖν ἀληθῶς, ὅτι ἁπλῶς ἀνάγκη γενέσθαι, οἶον οἰκίαν, ὅταν θεμέλιος γένηται· ὅταν γὰρ γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γίνεσθαι, συμβήσεται ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι.
然而,即使在那些有界限的事物中,也不能真实地说“端然必然产生”,例如当地基产生时的房屋;因为当地基产生时,如果不是必然这个房屋总是要产生,就会发生可以不总是存在的事物却总是存在了。
ἀλλὰ δεῖ τῇ γενέσει ἀεὶ εἶναι, εἰ ἐξ ἀνάγκης αὐτοῦ ἐστὶν ἡ γένεσις· τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἄμα· ὃ γὰρ εἶναι ἀνάγκη οὐχ οἶόν τε μὴ εἶναι· ὥστ᾿ εἰ ἔστιν ἐξ ἀνάγκης, ἀΐδιόν ἐστι, καὶ εἰ ἀΐδιον, ἐξ ἀνάγκης.
然而,如果它的产生是必然的,它就必须在产生中总是存在;因为 “必然”与“总是”是结合在一起的;因为必然存在的事物是不可能不存在的;因此,如果是必然的,就是永恒的,如果是永恒的,就是必然的。
καὶ εἰ ἡ γένεσις τοίνυν ἐξ ἀνάγκης, ἀΐδιος ἡ γένεσις τούτου, καὶ εἰ ἀΐδιος, ἐξ ἀνάγκης.
所以,如果产生是必然的,这事物的产生就是永恒的,如果是永恒的,就是必然的。