§2.11#2Εἰ ἄρα τινὸς ἐξ ἀνάγκης ἀπλῶς ἡ γένεσις, ἀνάγκη ἀνακυκλεῖν καὶ ἀνακάμπτειν.
因此,如果某物的产生是端然必然的,它就必然会循环并重回起点。
ἀνάγκη γὰρ ἤτοι πέρας ἔχειν τὴν γένεσιν ἢ μή, καὶ εἰ μή, ἢ εἰς εὐθὺ ἢ κύκλῳ.
因为产生要么有界限,要么没有,如果没有,要么是直线进行的,要么是圆环状的。
τούτων δ᾿ εἴπερ ἔσται ἀΐδιος, οὐκ εἰς εὐθὺ οἶόν τε διὰ τὸ μηδαμῶς εἶναι ἀρχὴν μήτ᾿ ἂν κάτω, ὡς ἐπὶ τῶν ἐσομένων, λαμβάνομεν, μήτ᾿ ἄνω, ὡς ἐπὶ τῶν γινομένων· ἀνάγκη δ᾿ εἶναι ἀρχήν, μὴ πεπερασμένης οὔσης, καὶ ἀΐδιον εἶναι.
在这些当中,如果它是永恒的,就不可能是直线进行的,因为无论在下方(如我们对将要发生的事物所取的那样)还是在上方(如我们对正在产生的事物所取的那样),都完全没有起点;但是,即使在序列并非有限的情况下,也必然存在起点,且必然是永恒的。
διὸ ἀνάγκη κύκλῳ εἶναι.
因此,它必然是圆环状的。
ἀντιστρέφειν ἄρα ἀνάγκη ἔσται, οἶον εἰ τοδὶ ἐξ ἀνάγκης, καὶ τὸ πρότερον ἄρα· ἀλλὰ μὴν εἰ τοῦτο, καὶ τὸ ὕστερον ἀνάγκη γενέσθαι.
所以,必然会有互逆关系;例如,如果这一项是必然的,那么前驱者也必然是必然的;而且,如果这一项存在,后继者也必然要产生。
καὶ τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ τοῦτο διαφέρει λέγειν διὰ δύο ἢ πολλῶν.
而这必然是一直连续发生的;因为通过两步还是多步来说明这一点并无区别。
ἐν τῇ κύκλῳ ἄρα κινήσει καὶ γενέσει ἐστὶ τὸ ἐξ ἀνάγκης ἀπλῶς· καὶ εἴτε κύκλῳ, ἀνάγκη ἕκαστον γίνεσθαι καὶ γεγονέναι, καὶ εἰ ἀνάγκη, ἡ τούτων γένεσις κύκλῳ.
因此,端然必然性存在于圆环状的运动和产生之中;并且,如果是圆环状的,每一个项目的产生和已经产生就是必然的,如果是必然的,这些项目的产生就是圆环状的。
Ταῦτα μὲν δὴ εὐλόγως, ἐπεὶ ἀΐδιος καὶ ἄλλως ἐφάνη ἡ κύκλῳ κίνησις καὶ ἡ τοῦ οὐρανοῦ, ὅτι ταῦτα ἐξ ἀνάγκης γίνεται καὶ ἔσται, ὅσαι ταύτης κινήσεις καὶ ὅσαι διὰ ταύτην· εἰ γὰρ τὸ κύκλῳ κινούμενον ἀεί τι κινεῖ, ἀνάγκη καὶ τούτων κύκλῳ εἶναι τὴν κίνησιν, οἶον τῆς ἄνω φορᾶς οὕσης κύκλῳ ὁ ἥλιος¹ ὡδί, ἐπεί δ᾿ οὗτως, αἱ ὧραι διὰ τοῦτο κύκλῳ γίνονται καὶ ἀνακάμπτουσιν, τούτων δ᾿ οὕτω γινομένων πάλιν τὰ ὑπὸ τούτων.
这些确实是合乎情理的,因为圆环运动,即天体的运动,在其他方面已被证明是永恒的,所以这些运动以及由于它而引起的诸运动是必然产生且将要存在的;因为如果作圆周运动的事物总是推动某物,那么这些被推动者的运动也必然是圆环状的。 例如,由于上方的运行是圆环状的,太阳便如此运动,既然如此,季节也因此圆环状地产生并重回起点,而当这些季节如此产生时,反过来,受它们影响的事物也是如此。
Τί οὖν δή ποτε τὰ μὲν οὕτω φαίνεται, οἶον ὕδατα καὶ ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος ἔσται, δεῖ ὅσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμπτουσιν εἰς αὐτοὺς ὥστε πάλιν γίνεσθαι τὸν αὐτόν (οὐ γὰρ ἀνάγκη, εἰ ὁ πατὴρ ἐγένετο, σὲ γενέσθαι· ἀλλ᾿ εἰ σύ, ἐκεῖνον, εἰς εὐθὺ δὲ ἔοικεν εἶναι αὕτη ἡ γένεσι);
那么,究竟为什么有些事物显得是如此——例如,水和空气是圆环状地产生的,如果将有云,就必然下雨,如果下雨,就必然有云——而人类和动物却不重回到自身,以至于再次产生出同一个个体? (因为,如果父亲产生了,你并不必然要产生;但如果你产生了,他必然产生;而这种产生似乎是直线进行的。
ἀρχὴ δὲ τῆς σκέψεως πάλιν αὕτη, πότερον ὁμοίως ἅπαντα ἀνακάμπτει ἢ οὔ, ἀλλὰ τὰ μὲν ἀριθμῷ τὰ δὲ ρἴφρι μόνον.
)但是,这一考察的起点再次是这个:是否所有事物都同样地重回起点,还是并非如此,而是有些在数量上,有些则仅在物种上。
ὅσων μὲν οὖν ἄφθαρτος ἡ οὐσία ἡ κινουμςρνη, φανερὸν ὅτι καὶ ἀριθμῷ ταὐτὰ ἔσται (ἡ γὰρ κίνησις ἀκολουθεῖ τῷ κινουμένῳ), ὅσων δὲ μὴ ἀλλὰ φθαρτή, ἀνάγκη τῷ εἴδει, ἀριθμῷ δὲ μὴ ἀνακάμπτειν.
因此,凡是其运动着的实体是不灭的那些事物,显然它们在数量上也会是同一个(因为运动跟随运动着的事物),但凡是其实体不是不灭的而是可消灭的那些事物,它们必然在物种上重回起点,但在数量上则不。
διὸ ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος εἴδει ὁ αὐτός, οὐκ ἀριθμῷ.
因此,由空气产生的水和由水产生的空气在物种上是相同的,但在数量上不是。
εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλ᾿ οὐχ ὧν ἡ οὐσία γίνεται οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι.
即使这些在数量上也是如此,但那些其实体在生成时具有“可能不存在”之性质的事物却并非如此。