Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.10#2

生成消灭的永恒性与圆周运动的时间连续性

第 32 段,共 34 段 · 希腊语

内容简介

亚里士多德阐明,源于自然追求至善的连续产生和毁灭,是通过模仿圆周运动和元素的相互转化来维持的,以此防止物体分离,并确立了运动的连续性是时间连续性的基础。

§2.10#2Ἀεὶ δ᾿, ὥσπερ εἴρηται, συνεχὴς ἔσται ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὐδέποτε ὑπολείψει δι᾿ ἣν εἴπομεν αἰτίαν. τοῦτο δ᾿ εὐλόγως συμβέβηκεν·
正如所说,产生和毁灭将永远是连续的,并且由于我们所说的原因而绝不会枯竭。
ἐπεὶ γὰρ ἐν ἅπασιν ἀεὶ τοῦ βελτίονος ὀρέγεσθαί φαμεν τὴν φύσιν, βέλτιον δὲ τὸ εἶναι ἢ τὸ μὴ εἶναι (τὸ δ᾿ εἶναι ποσαχῶς λέγομεν, ἐν ἄλλοις εἴρηται), τοῦτο δ᾿ ἀδύνατον ἐν ἅπασιν ὑπάρχειν διὰ τὸ πόρρω τῆς ἀρχῆς ἀφίστασθαι, τῷ λειπομένῳ τρόπῳ συνεπλήρωσε τὸ ὅλον ὁ θεός, ἐνδελεχῆ3 ποιήσας τὴν γένεσιν· οὕτω γὰρ ἐν μάλιστα συνείροιτο τὸ εἶναι διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν.
而这是合乎理性的;因为既然我们说,自然在一切事物中总是追求更好的,而存在优于不存在(我们在其他地方已经讨论过我们在多少种意义上谈论‘存在’),但由于它们远离本原,这一切不可能属于所有的事物,神便以留存下来的方式补足了整体,使产生连续不断3;因为只有这样,‘存在’才能最大程度地连结在一起,因为不断地产生和产生本身最接近于实体。
τούτου δ᾿ αἴτιον, ὥσπερ εἴρηται πολλάκις, ἡ κύκλῳ φορά· μόνη γὰρ συνεχής.
正如多次指出的那样,其原因在于圆周位移,因为只有它是连续的。
διὸ καὶ τἆλλα ὅσα μεταβάλλει εἰς ἄλληλα κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις, οἶον τὰ ἀπλᾶ σώματα, μιμεῖται τὴν κύκλῳ φοράν· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται καὶ ἐξ ἀέρος πῦρ καὶ πάλιν ἐκ πυρὸς ὕδωρ, κύκλῳ φαμὲν περιεληλυθέναι τὴν γένεσιν διὰ τὸ πάλιν ἀνακάμπτειν.
因此,其他所有根据受动和能力而相互转化的事物,例如简单物体,也都模仿圆周位移;因为当水生成空气,空气生成火,火又再次生成水时,我们说产生由于折返而循环了一圈。
ὥστε καὶ ἡ εὐθεῖα φορὰ μιμουμένη τὴν κύκλῳ συνεχής ἐστιν.
所以,即便是直线位移,通过模仿圆周运动,也是连续的。
Ἅμα δὲ δῆλον ἐκ τούτων ὅ τινες ἀποροῦσιν, διὰ τί, ἑκάστου τῶν σωμάτων εἰς τὴν οἰκείαν φερομένου χώραν, ἐν τῷ ἀπείρῳ χρόνῳ οὐ διεστᾶσι τὰ σώματα.
同时,从这些事情中,一些人的疑惑也变得显而易见,即:既然每个物体都向其固有的地方移动,为什么在无限的时间内,这些物体没有相互分离。
αἴτιον γὰρ τούτου ἐστὶν ἡ εἰς ἄλληλα μετάβασις· εἰ γὰρ ἕκαστον ἔμενεν ἐν τῇ αὐτοῦ χώρᾳ καὶ μὴ μετέβαλλεν ὑπὸ τοῦ πλησίον, ἤδῃ ἄν διεστήκεσαν.
因为其原因在于它们彼此之间的过渡;如果每个物体都停留在它自己的地方,而不受邻近物体的影响而发生变化,它们早就分离开来了。
μεταβάλλει μὲν οὖν διὰ τὴν φορὰν διπλῆν οὖσαν· διὰ δὲ τὸ μεταβάλλειν οὐκ ἐνδέχεται μένειν οὐδὲν αὐτῶν ἐν οὐδεμιᾷ χώρᾳ εταγμένῃ.
因此,它们由于双重的位移而发生变化;由于变化,它们中没有任何一个能够停留在任何特定的位置。
Διότι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ καὶ διὰ τίν᾿ αἰτίαν, καὶ τί τὸ γενητὸν καὶ φθαρτόν, φανερὸν ἐκ τῶν εἰρημένων.
所以,产生和毁灭的存在及其原因,以及什么是可产生和可毁灭的,从已说的话中是显而易见的。
ἐπεὶ δ᾿ ἀνάγκη εἶναί τι τὸ κινοῦν, εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον τερον ἐν ἑτέροις, καὶ εἰ ἀεί, ὅτι ἀεί τι δεῖ εἶναι, καὶ εἰ συνεχής, ἓν τὸ αὐτὸ καὶ ἀκίνητον καὶ ἀγένητον καὶ ἀναλλοίωτον· καὶ εἰ πλείους εἶεν αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ἀνάγκη ὑπὸ μίαν ἀρχήν· συνεχοῦς δ᾿ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι, εἶπερ ἀδύνατον χρόνον χωρὶς κινήσεως εἶναι.
但是,如果要有运动,就必然有某种推动者,正如以前在其他地方所说的那样,并且如果是永远的,就必然有什么东西永远存在,如果是连续的,它必然是同一且不动的、未产生的、不变的;如果圆周运动是多种的,尽管是多种,但所有这些也必然以某种方式处于一个本原之下;而且,既然时间是连续的,那么如果时间不可能脱离运动而存在,运动就必然是连续的。
συνεχοῦς ἄρα τινὸς ἀριθμὸς ὁ χρόνος, τῆς κύκλῳ ἄρα, καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη.
因此,时间是某种连续事物的数量,因而是圆周运动的数量,正如我们在开始的讨论中界定的那样。
συνεχὴς δ᾿ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τῷ τὸ ἐν ᾧ κινεῖται, οἶον τὸν τόπον λέγω ἢ τὸ πάθος; δῆλον δὴ ὅτι τῷ τὸ κινούμενον·
然而,运动之所以连续,是因为被运动者是连续的,还是因为运动在其中进行的空间(例如地方或受动)是连续的?
πῶς γὰρ τὸ πάθος συνεχὲς ἀλλ᾿ ἢ τῷ τὸ πρᾶγμα ᾧ συμβέβηκε συνεχὲς εἶναι;
显然是因为被运动者;因为受动除非由于它所属性的事物是连续的,否则又怎能是连续的呢?
εἰ δὲ καὶ τῷ ἐν ὧ, μόνῳ τοῦτο τῷ τόπῳ ὑπάρχει· μέγεθος γάρ τι ἔχει.
如果也是由于运动在其中进行的空间,那么这仅属于地方;因为它具有某种大小。
τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, ὥστε αὐτὸ αὐτῷ ἀεὶ συνεχές.
而在其中,只有圆周是连续的,因此它总是自身连续。
τοῦτο ἄρα ἐστὶν ὃ ποιεῖ συνεχῆ κίνησιν, τὸ κύκλῳ σῶμα φερόμενον· ἡ δὲ κίνησις τὸν χρόνον.
所以,这就是使运动连续的原因,即在圆周上被携带的物体;而运动又使时间连续。

词汇与语法注释

  1. 336bἐν μάλιστα — 原文中的 `ἐν` 被普遍认为是与选择语气 `συνείροιτο` 连用以表示可能性的虚词 `ἂν` 的抄写错误或异文。本译文依此将其解释为“最能连结在一起(ἂν μάλιστα συνείροιτο)”。
  2. 337aδιὰ τὴν φορὰν διπλῆν οὖσαν — “双重的位移”指两种天体运动:全天自东向西的周日运动,以及太阳沿着斜圆(黄道)导致的接近和远离的周年运动。这种双重运动促进了地上四元素的相互转化,防止它们完全停留在各自的自然位置而彻底分离。
  3. 337aσυνεχοῦς δ᾿ ὄντος τοῦ χρόνου — 属格绝对结构。亚里士多德在时间与运动相互依存的前提下进行论证(如果时间是连续的,运动就必然是连续的;反之,时间也是由连续运动来度量的)。此处解释了运动的连续性先于时间(或两者相互规定)的结构。

引用这一段

亚里士多德, 论生成和消灭 §2.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。