Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.1

关于物体元素与第一质料的考察

第 20 段,共 34 段 · 希腊语

内容简介

作者总结了此前关于混合、接触、能动与受动、产生、消灭以及性质变化的讨论,并开始对所谓的物体元素进行考察。通过对以往一元论和多元论观点的检视,特别是批判了柏拉图在《蒂迈欧篇》中对第一原料的论述,作者提出了自己的观点,即以不可分离但作为相反者承受者的原料为第一原理。

§2.11. Περὶ μὲν οὖν μίξεως καὶ ἁφῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν εἴρηται πῶς ὑπάρχει τοῖς μεταβάλλουσι κατὰ φύσιν, ἔτι δὲ περὶ γενέσεως καὶ φθορᾶς τῆς ἁπλῆς, πῶς καὶ τίνος¹ ἐστὶ καὶ διὰ τίν᾿ αἰτίαν.
1. 那么,关于混合、接触以及能动与受动,已经说明了它们如何属于按本性而变化的事物,此外关于单纯的产生和消灭,也说明了它们是如何、由于什么以及因何种原因而存在的。
ὁμοίως δὲ καὶ περὶ ἀλλοιώσεως εἴρηται, τί τὸ ἀλλοιοῦσθαι καὶ τίν᾿ ἔχει διαφορὰν αὐτῶν.
同样,关于性质变化,也已经说明了什么是性质变化,以及它们之间有什么区别。
λοιπὸν δὲ θεωρῆσαι περὶ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων.
剩下的则是考察所谓的物体的元素。
Γένεσις μὲν γὰρ καὶ φθορὰ πάσαις ταῖς φύσει συνεστώσαις οὐσίαις οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων· τούτων δὲ τὴν ὑποκειμένην ὕλην οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν, οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν πῦρ καὶ γῆν, οἱ δὲ ταῦτά τε καὶ ἀέρα τρίτον, οἱ δὲ καὶ ὕδωρ τούτων τέταρτον, ὥσπερ Ἐμπεδοκλῆς· ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιουμένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὸν τοῖς πράγμασιν.
因为对于所有由自然构成之实体而言,产生和消灭并非没有感觉物体而发生;对于这些物体的承受原料,有人认为是一,例如假定是空气,或者是火,或者是介于它们之间的某种东西,它是物体且是可分离的;而另一些人则认为在数量上多于一,有人认为是火和土,有人则认为是在此之上再加上空气作为第三种,还有人则如恩培多克勒那样,在这些之外再加入水作为第四种;由于这些事物的结合与分离或者性质变化,事物的产生和消灭才得以发生。
Ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνομολογούμενον, ἐξ ὧν μεταβαλλόντων ἢ κατὰ σύγκρισιν καὶ διάκρισιν ἢ κατ᾿ ἄλλην μεταβολὴν συμβαίνει γένεσιν εἶναι καὶ φθοράν.
因此,把最初的事物称为原理和元素是妥当的,这一点应当被共同承认,由于这些事物的变化,或是通过结合与分离,或是通过其他的变化,才发生了产生和消灭。
ἀλλ᾿ οἱ μὲν ποιοῦντες μίαν ὕλην παρὰ τὰ εἰρημένα, ταύτην δὲ σωματικὴν καὶ χωριστήν, ἁμαρτάνουσιν· ἀδύνατον γὰρ ἄνευ ἐναντιώσεως εἶναι τὸ σῶμα τοῦτο αἰσθητῆς¹· ἢ γὰρ κοῦφον ἢ βαρὺ ἢ ψυχρὸν ἢ θερμὸν ἀνάγκη εἶναι τὸ ἄπειρον τοῦτο, ὃ λέγουσί τινες εἶναι τὴν ἀρχήν.
然而,那些在上述之外设想一种原料,并认为这是物体性且可分离的人,是错误的;因为这个感觉物体不可能在没有相反性质的情况下存在;因为这个被某些人称为原理的无限物,必须要么是轻要么是重,要么是冷要么是热。
ὡς δ᾿ ἐν τῷ Τιμαίῳ γέγραπται, οὐδένα ἔχει διορισμόν· οὐ γὰρ εἴρηκε σαφῶς τὸ πανδεχές, εἰ χωρίζεται τῶν στοιχείων.
而且正如在《蒂迈欧篇》中所写的,对此没有任何明确界定;因为[柏拉图]对于“万物接受者”是否从元素中分离出来,并没有说清楚。
οὐδὲ χρῆται οὐδέν, φήσας εἶναι ὑποκείμενόν τι τοῖς καλουμένοις στοιχείοις πρότερον, οἷον χρυσὸν τοῖς ἔργοις τοῖς χρυσοῖς.
尽管他曾说,存在某种先于所谓的元素之承受者,就像金器之于金子一样,但他并没有对它作任何使用。
(καίτοι καὶ τοῦτο οὐ καλῶς λέγεται τοῦτον τὸν τρόπον λεγόμενον, ἀλλ᾿ ὧν μὲν ἀλλοίωσις, ἔστιν οὕτως, ὧν δὲ γένεσις καὶ φθορά, ἀδύνατον ἐκεῖνο προσαγορεύεσθαι ἐξ οὗ γέγονεν.
(然而,即便如此,以这种方式来表达也是不妥当的,因为在有性质变化的地方,情况确实如此,但在有产生和消灭的地方,则不可能用产生它的那个东西来称呼它。
καίτοι γέ φησι μακρῷ ἀληθέστατον εἶναι χρυσὸν λέγειν ἕκαστον εἶναι.
尽管如此,他确实说过,最真实的说法还是称每一件东西都是金子。
) ἀλλὰ τῶν στοιχείων ὄντων στερεῶν μέχρι ἐπιπέδων ποιεῖται τὴν ἀνάλυσιν· ἀδύνατον δὲ τὴν τιθήνην καὶ τὴν ὕλην τὴν πρώτην τὰ ἐπίπεδα εἶναι.
)但是,虽然元素是立体,他却把分析做到了平面为止;然而,养育者和第一原料是不可能为平面的。
ἡμεῖς δὲ φαμὲν μὲν εἶναί τινα ὕλην τῶν σωμάτων τῶν αἰσθητῶν, ἀλλὰ ταύτην οὐ χωριστὴν ἀλλ᾿ ἀεὶ μετ᾿ ἐναντιώσεως, ἐξ ἧς γίνεται τὰ καλούμενα στοιχεῖα.
相反,我们认为感觉物体存在着某种原料,但它不是可分离的,而是始终伴随着相反性质的,所谓的元素正是由此产生的。
διώρισται δὲ περὶ αὐτῶν ἐν ἑτέροις ἀκριβέστερον.
关于这些,在其他著作中已经作了更精确的界定。
οὐ μὴν ἀλλ᾿ ἐπειδὴ καὶ τὸν τρόπον τοῦτόν ἐστιν ἐκ τῆς ὕλης τὰ σώματα τὰ πρῶτα, διοριστέον καὶ περὶ τούτων, ἀρχὴν μὲν καὶ πρώτην οἰομένοις εἶναι τὴν ὕλην τὴν ἀχώριστον μέν, ὑποκειμένην δὲ τοῖς ἐναντίοις· οὔτε γὰρ τὸ θερμὸν ὕλη τῷ ψυχρῷ οὔτε τοῦτο τῷ θερμῷ, ἀλλὰ τὸ ὑποκείμενον ἀμφοῖν.
然而,既然最初的物体也是以这种方式由原料构成的,我们也必须对这些事物作出界定,认为其原理和第一者是虽不可分离,但作为相反者之承受者的原料;因为热不是冷的原料,冷也不是热的原料,而是两者的承受者。
ὥστε πρῶτον μὲν τὸ δυνάμει σῶμα αἰσθητὸν ἀρχή, δεύτερον δ᾿ αἱ ἐναντιώσεις, λέγω δ᾿ οἷον θερμότης καὶ ψυχρότης, τρίτον δ᾿ ἤδη πῦρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ μεταβάλλει εἰς ἄλληλα, καὶ οὐχ ὡς Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν (οὐδὲ γὰρ ἂν ἦν ἀλλοίωσις), αἱ δ᾿ ἐναντιώσεις οὐ μεταβάλλουσιν.
因此,第一,可能的感觉物体是原理,第二是相反性质(我指的是例如热和冷),第三则是火、水和诸如此类的事物;因为这些事物会相互转变,而不像恩培多克勒和其他人所说的那样(否则连性质变化都不会存在了),而相反性质本身则不发生转变。
ἀλλ᾿ οὐδὲν ἧττον καὶ ὣς σώματος ποίας καὶ πόσας λεκτέον ἀρχάς· οἱ μὲν γὰρ ἄλλοι ὑποθέμενοι χρῶνται, καὶ οὐδὲν λέγουσι διὰ τί αὗται ἢ τοσαῦται.
然而即便如此,我们仍须说明物体的原理是何种以及有多少个;因为其他人只是将其作为假设来使用,却完全没有说明为什么是这些原理或者为什么是这么多个。

词汇与语法注释

  1. 328bτίνος — 中性疑问代名词的属格,表示与 `γενέσεως καὶ φθορᾶς` 相关的来源或原料(“由什么”)。它与 `πῶς`(如何)及 `διὰ τίν᾿ αἰτίαν`(因何原因)并列。
  2. 329aὡς δ᾿ ἐν τῷ Τιμαίῳ γέγραπται, οὐδένα ἔχει διορισμόν — 主句动词 `ἔχει` 的主语既可以理解为“《蒂迈欧篇》中所写的”(即其论述),也可以理解为“(作为作者的柏拉图)”;无论哪种情况,文意都在批评柏拉图的论述中缺乏一贯或明确的界定。
  3. 329aὧν μὲν ἀλλοίωσις, ἔστιν οὕτως — 由属格关系代词 `ὧν` 引导的从句,省略了其先行词(如“那些事物”),整体构成了“在那些存在性质变化的事物中,情况确实如此(成立)”的结构,具有限制或条件的语气。

引用这一段

亚里士多德, 论生成和消灭 §2.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。