§1.10#2Ἔστι δή, ὡς ἔφαμεν, τῶν ὄντων τὰ μὲν ποιητικά, τὰ δ᾿ ὑπὸ τούτων παθητικά.
正如我们所说,在存在者中,有些是能动的,有些则是受这些能动者支配而受动的。
τὰ μὲν οὖν ἀντιστρέφει, ὅσων ἡ αὐτὴ ὕλη ἐστί, καὶ ποιητικὰ ἀλλήλων καὶ παθητικὰ ὑπ᾿ ἀλλήλων· τὰ δὲ ποιεῖ ἀπαθῆ ὄντα, ὅσων μὴ ἡ αὐτὴ ὕλη.
因此,那些具有相同原料的事物是相互的,既相互能动,又相互受动;而那些不具有相同原料的事物则在不受动的情况下起作用。
τούτων μὲν οὖν οὐκ ἔστι μίξις· διὸ οὐδ᾿ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν οὐδ᾿ ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασιν.
因此,在这些事物之间没有混合;所以医术既不产生健康,健康也不通过与身体混合而产生健康。
τῶν δὲ ποιητικῶν καὶ παθητικῶν ὅσα εὐδιαίρετα, πολλὰ μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν, ἀλλ᾿ αὔξησιν τοῦ κρατοῦντος· μεταβάλλει γὰρ θάτερον εἰς τὸ κρατοῦν, οἷον σταλαγμὸς οἴνου μυρίοις χοεῦσιν ὕδατος οὐ μίγνυται· λύεται γὰρ τὸ εἶδος καὶ μεταβάλλει εἰς τὸ πᾶν ὕδωρ.
但在能动和受动的事物中,那些容易分割的事物,当许多与少数结合,或者大与小结合时,并不产生混合,而是产生支配者的增加;因为一者会转变为支配者,就像一滴酒不能与一万夸脱(盒斯)的水混合一样;因为它的形相消解了,并转变为整体的水。
ὅταν δὲ ταῖς δυνάμεσιν ἰσάζῃ πως, τότε μεταβάλλει μὲν ἑκάτερον εἰς τὸ κρατοῦν ἐκ τῆς αὑτοῦ φύσεως, οὐ γίνεται δὲ θάτερον, ἀλλὰ μεταξὺ καὶ κοινόν.
但当它们在能力上以某种方式均等时,那时每一者都从其自身的本性向着支配状态转变,但一者并不变成另一者,而是变成中间的和共同的东西。
Φανερὸν οὖν ὅτι ταῦτ᾿ ἐστὶ μικτὰ ὅσα ἐναντίωσιν ἔχει τῶν ποιούντων· ταῦτα γὰρ δὴ ὑπ᾿ ἀλλήλων ἐστὶ παθητικά.
因此,显而易见,在起作用的事物中具有相反关系的事物才是可混的;因为这些事物确实是相互受动的。
καὶ μικρὰ δὲ μικροῖς παρατιθέμενα μίγνυται μᾶλλον· ῥᾷον γὰρ καὶ θᾶττον ἄλληλα μεθίστησιν.
而且,细小的事物与细小的事物并置在一起更容易混合;因为它们更容易且更迅速地相互改变。
τὸ δὲ πολὺ καὶ ὑπὸ πολλοῦ χρονίως τοῦτο δρᾷ.
而多与多之间的作用则要花很长时间才能做到这一点。
διὸ τὰ εὐόριστα τῶν διαιρετῶν καὶ παθητικῶν μικτά (διαιρεῖται γὰρ εἰς μικρὰ ταῦτα ῥᾳδίως· τοῦτο γὰρ ἦν τὸ εὐορίστῳ εἶναι), οἷον τὰ ὑγρὰ μικτὰ μάλιστα τῶν σωμάτων· εὐόριστον γὰρ μάλιστα τὸ ὑγρὸν τῶν διαιρετῶν, ἐὰν μὴ γλίσχρον ᾖ· ταῦτα γὰρ δὴ πλείω καὶ μείζω μόνον ποιεῖ τὸν ὄγκον.
因此,在可分和受动的事物中,易于界定边界的事物是可混的(因为这些事物很容易被分割成细小的部分;因为这就是易于界定的含义),例如液体是物体中最可混的;因为液体是可分事物中最容易界定边界的,只要它不粘稠;因为粘稠的事物确实只能使体积变多和变大。
ὅταν δ᾿ ᾖ θάτερον μόνον παθητικὸν ἢ σφόδρα, τὸ δὲ πάμπαν ἡρέμα, ἢ οὐδὲν πλεῖον τὸ μιχθὲν ἐξ ἀμφοῖν ἢ μικρόν, ὅπερ συμβαίνει περὶ τὸν καττίτερον καὶ τὸν χαλκόν.
但是,当一者只是受动或极度受动,而另一者完全只是轻微受动时,两者的混合物要么没有增加,要么只有微小的增加,这正是锡和铜之间所发生的情况。
ἔνια γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει· φαίνεται γάρ πως καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκτικὸν θάτερον δ᾿ εἶδος.
因为在存在者中,有些事物相互之间存在不完全的作用(口吃),且具有两重性;因为它们在某种意义上看起来既是轻微混合的,又好像一者是接受者(原料),另一者是形相。
ὅπερ ἐπὶ τούτων συμβαίνει· ὁ γὰρ καττίτερος ὡς πάθος τι ὢν ἄνευ ὕλης τοῦ χαλκοῦ σχεδὸν ἀφανίζεται, καὶ μιχθεὶς ἄπεισι χρωματίσας μόνον.
这就是在它们身上发生的情况;因为锡好像是某种没有铜的原料的受动性质,几乎消失了,混合之后,仅起到了着色的作用就离去了。
ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐφ᾿ ἑτέρων.
而同样的情况也发生在其他事物上。
Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις καὶ τί ἐστι καὶ διὰ τί, καὶ ποῖα μικτὰ τῶν ὄντων, ἐπείπερ ἐστὶν ἔνια τοιαῦτα οἷα παθητικά τε ὑπ᾿ ἀλλήλων καὶ εὐόριστα καὶ εὐδιαίρετα· ταῦτα γὰρ οὔτ᾿ ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτ᾿ ἔτι ταὐτὰ ἁπλῶς εἶναι, οὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν αἴσθησιν· ἀλλ᾿ ἔστι μικτὸν μὲν ὃ ἂν εὐόριστον ὂν παθητικὸν ᾖ καὶ ποιητικὸν καὶ τοιούτῳ μικτόν (πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν), ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις.
因此,从所说的话中可以明显看出,混合确实存在,它是什么以及为什么,以及在存在者中哪些是可混的,因为确实存在着一些诸如相互受动、易于界定边界且容易分割的事物;因为当这些事物混合时,它们既不必消灭,也不必依然完全相同,它们的混合既不是结合,还是相对于感觉而言的;相反,那易于界定边界的、受动的且能动的事物,并且是与此类事物可混的,就是可混物(因为可混物是与同名事物可混的),而混合则是可混物发生性质变化后的统一。