Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.2

作为第一原理的四种触觉性质

第 21 段,共 34 段 · 希腊语

内容简介

亚里士多德将物体的原理归结为触觉的相反性质(热、冷、湿、干),并论证其他感觉的相反性质不能构成元素。他证明了其他各种触觉性质(如硬与软、粘与脆等)都可以归结为这四个基本性质,从而确立了第一原理恰好是这四个。

§2.22. Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δ᾿ ἐστὶν ἁπτοῦ, ἁπιὸν δ᾿ οὗ ἡ αἴσθησις ἁφή, φανερὸν ὅτι οὐ πᾶσαι αἱ ἐναντιώσεις σώματος εἴδη καὶ ἀρχὰς ποιοῦσιν, ἀλλὰ μόνον αἱ κατὰ τὴν ἁφήν· κατ᾿ ἐναντίωσίν τε γὰρ διαφέρουσι, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν.
2. 既然我们是在寻求感觉物体的原理,而感觉物体就是触觉物体,触觉物体也就是以触觉为感觉的物体,那么显而易见,并非物体的所有相反性质都产生其形式和原理,而只有属于触觉的相反性质才如此;因为它们是按照相反性质而区分的,且是按照触觉的相反性质。
διὸ οὔτε λευκότης καὶ μελανία οὔτε γλυκύτης καὶ πικρότης, ὁμοίως δ᾿ οὐδὲ τῶν ἄλλων τῶν αἰσθητῶν ἐναντιώσεων οὐδὲν ποιεῖ στοιχεῖον.
因此,无论是白与黑,还是甜与苦,同样,其他感觉的相反性质中没有一个能产生元素。
καίτοι πρότερον ὄψις ἁφῆς, ὥστε καὶ τὸ ὑποκείμενον πρότερον.
然而,视觉先于触觉,因此其承受者也先于触觉的承受者。
ἀλλ᾿ οὐκ ἔστι σώματος ἁπτοῦ πάθος ᾗ ἀπτόν, ἀλλὰ καθ᾿ ἕτερον, καὶ εἰ ἔτυχε τῇ φύσει πρότερον.
但它们并不是触觉物体作为触觉物体的属性,而是根据其他的东西而存在的,即使它在自然本性上碰巧是先在的。
Αὐτῶν δὲ πρῶτον τῶν ἁπτῶν διαιρετέον ποῖαι πρῶται διαφοραὶ καὶ ἐναντιώσεις.
在触觉事物本身之中,我们首先必须划分哪些是第一性的差异和相反性质。
εἰσὶ δ᾿ ἐναντιώσεις κατὰ τὴν ἁρὴν αἵδε, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, βαρὺ κοῦφον, σκληρὸν μαλακόν, γλίσχρον κραῦρον, τραχὺ λεῖον, παχὺ λεπτόν.
属于触觉的相反性质有如下这些:热与冷、干与湿、重与轻、硬与软、粘与脆、粗糙与光滑、粗与细。
τούτων δὲ βαρὺ μὲν καὶ κοῦφον οὐ ποιητικὰ οὐδὲ παθητικά· οὐ γὰρ τῷ ποιεῖν τι ἕτερον ἢ πάσχειν ὑφ᾿ ἑτέρου λέγονται.
在这些性质中,重与轻既非能动的也非受动的;因为它们不是由于对别的事物施加作用,或承受别的事物的作用而被说出的。
δεῖ δὲ ποιητικὰ εἶναι ἀλλήλων καὶ παθητικὰ τὰ στοιχεῖα· μίγνυται γὰρ καὶ μεταβάλλει εἰς ἄλληλα.
但是,元素必须相互之间是能动的和受动的;因为它们相互混合并相互转化。
θερμὸν δὲ καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν τὰ μὲν τῷ ποιητικὰ εἶνσι τὰ δὲ τῷ παθητικὰ λέγεται· θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμογενῆ (τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα· συμβαίνει γὰρ ἐξαιρεῖν τὰ ἀλλότρια), ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα, ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δὲ τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ, δυσόριστον δέ.
而热与冷、湿与干中,前者是因其能动,后者是因其受动而被说出的;因为热是使同类事物结合的东西(因为人们所说的火的“分离”作用,其实是使同族事物结合;因为这伴随着排除异类事物),而冷则是同样地将亲缘事物和非同族事物聚集并结合起来的东西,湿是不能由其自身的边界界定、却容易被他物界定的东西,干则是容易由其自身的边界界定、却难以被他物界定的东西。
τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων· ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δ᾿ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ, τὸ δὲ λεπτὸν ἀναπληστικόν (λεπτομερές γάρ, καὶ τὸ μικρομερὲς ἀναπληστικόν· ὅλον γὰρ ὅλου ἅπτεται· τὸ δὲ λεπτὸν μάλιστα τοιοῦτοι), φανερὸν ὅτι τὸ μὲν λεπτὸν ἔσται τοῦ ὑγροῦ, τὸ δὲ παχὺ τοῦ ξηροῦ.
而细与粗、粘与脆、软与硬,以及其他差异,都是由此而来的;因为,既然充盈是属于湿的属性,这是因为它没有被界定,但容易被界定且顺从与之接触之物,而细则是充盈的(因为它是由细微部分构成的,由微小部分构成的便是充盈的;因为整体与整体相接触,而细者最是如此),那么显然,细属于湿,而粗则属于干。
πάλιν δὲ τὸ μὲν γλίσχρον τοῦ ὑγροῦ (τὸ γὰρ γλίσχρον ὑγρὸν πεπονθός τί ἐστιν, οἷον τὸ ἔλαιον), τὸ δὲ κραῦρον τοῦ ξηροῦ· κραῦρον γὰρ τὸ τελέως ξηρόν, ὥστε καὶ πεπηγέναι δι᾿ ἔλλειψιν ὑγρότητος.
再者,粘属于湿(因为粘是受到了某种作用的湿,如油),而脆则属于干;因为脆是完全干燥的东西,以至于因缺乏湿气而凝固。
ἔτι τὸ μὲν μαλακὸν τοῦ ὑγροῦ (μαλακὸν γὰρ τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ τὸ ὑγρόν· διὸ καὶ οὐκ ἔστι τὸ ὑγρὸν μαλακόν, ἀλλὰ τὸ μαλακὸν τοῦ ὑγροῦ), τὸ δὲ σκληρὸν τοῦ ξηροῦ· σκληρὸν γάρ ἐστι τὸ πεπηγός, τὸ δὲ πεπηγὸς ξηρόν.
此外,软属于湿(因为软是向自身内部退让而不位移的东西,这正是湿的特性;所以湿本身并不是软,而是软属于湿),而硬则属于干(因为硬是凝固的东西,而凝固的东西就是干)。
λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς· ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ τὸ ξηρὸν καὶ τὸ πεπηγός· ἅπαντα δὲ ταῦτ᾿ ἐστὶ τοῦ ξηροῦ καὶ τοῦ ὑγροῦ τῶν πρώτων λεχθέντων.
另外,干与湿是在多种意义上被说出的;因为与干相对立的既有湿也有温润,而与湿相对立的则既有干也有凝固;而所有这些都属于最先说到的干与湿。
ἐπεὶ γὰρ ἀντίκειται τῷ διερῷ τὸ ξηρόν, καὶ διερὸν μέν ἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, βεβρεγμένον δὲ τὸ εἰς βάθος, ξηρὸν δὲ τὸ ἐστερημένον ταύτης, φανερὸν ὅτι τὸ μὲν διερὸν ἔσται τοῦ ὑγροῦ, τὸ δ᾿ ἀντικείμενον ξηρὸν τοῦ πρώτου ξηροῦ.
因为既然干与温润相对立,而温润是指表面含有外来湿气的东西,浸透则是指深层含有外来湿气的东西,干则是指被剥夺了这种湿气的东西,那么显然温润属于湿,而与之相对立的干则属于最初的干。
πάλιν δὲ τὸ ὑγρὸν καὶ τὸ πεπηγὸς ὡσαύτως· ὑγρὸν μὲν γάρ ἐστι τὸ ἔχον οἰκείαν ὑγρότητα, βεβρεγμένον δὲ τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐν τῷ βάθει, πεπηγὸς δὲ τὸ ἐστερημένον ταύτης.
再者,湿与凝固也是同样的情况;因为湿是指含有自身固有湿气的东西,浸透是指深层含有外来湿气的东西,而凝固则是指被剥夺了这种湿气的东西。
ὥστε καὶ τούτων ἔσται τὸ μὲν ξηροῦ τὸ δὲ ὑγροῦ.
因此,在这些之中,一个也将属于干,另一个将属于湿。
δῆλον τοίνυν ὅτι πᾶσαι αἱ ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας.
显而易见,所有其他差异都归结为最初的这四个。
αὗται δὲ οὐκέτι εἰς ἐλάττους· οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ᾿ ὑπ᾿ ἄλληλ᾿ οὔθ᾿ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν· ὥστ᾿ ἀνάγκη τέτταρας εἶναι ταύτας.
而这四个本身不能再归结为更少的数目;因为热既不等于湿也不等于干,湿既不等于热也不等于冷,冷与干既不在彼此之下,也不在热与湿之下;因此这四个是必不可少的。

词汇与语法注释

  1. 329bοὐ πᾶσαι αἱ ἐναντιώσεις σώματος εἴδη καὶ ἀρχὰς ποιοῦσιν, ἀλλὰ μόνον αἱ κατὰ τὴν ἁφήν — 构成物体原理的相反性质仅限于基于触觉的性质,其原因在于预设了物体的本质是可触知的(感觉物体=触觉物体)。
  2. 329bτὸ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται — 与格不定式 τῷ ποιητικὰ εἶναι 和 τῷ παθητικὰ 均由 λέγεται 支配,用以表明热与冷因其是“能动的”而被说出,而湿与干因其是“受动的”而被说出。
  3. 330aἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δ᾿ εἶναι — 由 διά 引导的冠词不定式短语 τὸ μὴ ὡρίσθαι... εἶναι 解释了湿的定义(自身无界定但易受界定),以此说明为何“充盈的性质”属于湿。
  4. 330aοὐκ ἔστι τὸ ὑγρὸν μαλακόν, ἀλλὰ τὸ μαλακὸν τοῦ ὑγροῦ — 澄清了“湿本身不等于软,而是软属于湿”这一不对等关系。软(被动地改变形状)需要湿,但湿是一个更宽泛的概念(例如水是湿的,但不是软的)。

引用这一段

亚里士多德, 论生成和消灭 §2.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。