Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.9

潜能与现实基础上的受动与可分性

第 17 段,共 34 段 · 希腊语

内容简介

亚里士多德基于潜能与现实的区分,论述了事物如何处处承受作用,以及合生为一的单一事物不受动。他还指出物体的可分性等同于受动性,从而批判了德谟克利特等人的分割学说,因为该学说无法解释性质变化和增长。

§1.99. Τίνα δὲ τρόπον ὑπάρχει τοῖς οὖσι γεννᾶν καὶ ποιεῖν καὶ πάσχειν, λέγωμεν λαβόντες ἀρχὴν τὴν πολλάκις εἰρημένην.
9. 存在者如何能产生、作用和承受,让我们以经常被提及的原理为起点来说明。
εἰ γάρ ἐστι τὸ μὲν δυνάμει τὸ δ᾿ ἐντελεχείᾳ τοιοῦτον, πέφυκεν οὐ τῇ μὲν τῇ δ᾿ οὒ πάσχειν, ἀλλὰ πάντῃ καθ᾿ ὅσον ἐστὶ τοιοῦτον, ἧττον δὲ καὶ μᾶλλον ᾗ τοιοῦτον μᾶλλόν ἐστι καὶ ἧττον· καὶ ταύτῃ πόρους ἄν τις λέγοι μᾶλλον, καθάπερ ἐν τοῖς μεταλλευομένοις διατείνουσι τοῦ παθητικοῦ φλέβες συνεχεῖς.
因为,如果一者在能力上是如此,而另一者在现实上是如此,那么它的本性就不是在某一方面承受作用而在另一方面不承受,而是在它是如此的范围内处处承受作用,只不过在它是如此的程度更大或更小时,承受得更多或更少;而在这方面,人们可能会更倾向于谈论通道,就像在开采出来的矿物中,受动部分的连续矿脉在延伸一样。
συμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές.
因此,合生为一体且为一的每一个东西,都是不受动的。
ὁμοίως δὲ καὶ μὴ θιγγάνοντα μήτε αὑτῶν μήτ᾿ ἄλλων, ἃ ποιεῖν πέφυκε καὶ πάσχειν.
同样,当那些在本性上具有作用与受动倾向的事物,既不接触自身也不接触其他事物时,也是如此。
λέγω δ᾿ οἷον οὐ μόνον ἁπτόμενον θερμαίνει τὸ πῦρ, ἀλλὰ κἂν ἄποθεν ᾗ· τὸν μὲν γὰρ ἀέρα τὸ πῦρ, ὁ δ᾿ ἀὴρ τὸ σῶμα θερμαίνει, πεφυκὼς ποιεῖν καὶ πάσχειν.
我的意思是,例如,火不仅在接触时加热,而且在有距离时也加热;因为火加热空气,而空气加热物体,因其具有作用与承受的自然倾向。
τὸ δὲ τῇ μὲν οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας ἐν ἀρχῇ τοῦτο λεκτέον.
但是,对于认为一物在某一方面承受作用而在另一方面不承受,我们必须在开头作好规定之后再来讨论。
εἰ μὲν γὰρ μὴ πάντῃ διαιρετὸν τὸ μέγεθος, ἀλλ᾿ ἔστι σῶμα ἀδιαίρετον ἢ πλάτος, οὐκ ἂν εἴη πάντῃ παθητικόν, ἀλλ᾿ οὐδὲ συνεχὲς οὐδέν· εἰ δὲ τοῦτο ψεῦδος καὶ πᾶν σῶμα διαιρετόν, οὐδὲν διαφέρει διῃρῆσθαι μὲν ἅπτεσθαι δέ, ἢ διαιρετόν εἶναι· εἰ γὰρ διακρίνεσθαι δύναται κατὰ τὰς ἁφάς, ὥσπερ φασί τινες, κἂν μήπω ᾖ διῃρημένον, ἔσται διῃρημένον· μένον· δυνατὸν γὰρ διαιρεθῆναι· γίνεται γὰρ οὐδὲν ἀδύνατον.
因为如果大小并非处处可分,而是存在不可分割的物体或平面,它就不会是处处受动的,进而也没有任何东西是连续的;但如果这是错误的,并且每个物体都是可分的,那么被分割开来并接触,与本身是可分的,就没有什么不同;因为如果像某些人所说的那样,它能够在接触处被分离开来,那么即使它还没有被分割,它也将会是被分割的;因为它是能够被分割的,因为并没有不可能的事情发生。
ὅλως δὲ τὸ τοῦτον γίνεσθαι τὸν τρόπον σχιζομένων τῶν σωμάτων ἄτοπον· ἀναιρεῖ γὰρ οὗτος ὁ λόγος ἀλλοίωσιν, ὁρῶμεν δὲ τὸ αὐτὸ σῶμα συνεχὲς ὂν ὁτὲ μὲν ὑγρὸν ὁτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ συνθέσει τοῦτο παθόν, οὐδὲ τροπῇ καὶ διαθιγῇ, καθάπερ λέγει Δημόκριτος· οὔτε γὰρ μετατεθὲν οὔτε μεταβαλὸν τὴν φύσιν πεπηγὸς ἐξ ὑγροῦ γέγονεν· οὐδ᾿ ἐνυπάρχει τὰ σκληρὰ καὶ πεπηγότα ἀδιαίρετα τοὺς ὄγκους· ἀλλ᾿ ὁμοίως ἅπαν ὑγρόν, ὁτὲ δὲ σκληρὸν καὶ πεπηγός ἐστιν.
总的来说,认为由于物体的裂开而以这种方式产生是荒谬的;因为这个论据取消了性质变化,而我们看到同一个连续的物体,有时是液态的,有时是凝固的,这并不是通过分割和结合而承受这一受动,也不是通过“转位”和“接触”,正如德谟克利特所说;因为,它既不是由于位置改变,也不是由于本性发生变化,而从液态变成凝固态的;也不是在其内部预先存在着体积上不可分割的、坚硬而凝固的东西;而是全体同样是液态,而在另一时刻是硬且凝固的。
ἔτι δ᾿ οὐδ᾿ αὔξησιν οἷόν τ᾿ εἶναι καὶ φθίσιν· οὐ γὰρ ὁτιοῦν ἔσται γεγονὸς μεῖζον, εἴπερ ἔσται πρόσθεσις, καὶ μὴ πᾶν μεταβεβληκός, ἢ μιχθέντος τινὸς ἢ καθ᾿ αὑτὸ μεταβαλόντος.
此外,也不可能有增长和消减;因为如果只是附加,而并非整体由于某物的混入或其自身的改变而发生变化,那么任何随便什么部分都不会变得更大。
Ὅτι μὲν οὖν ἔστι τὸ γεννᾶν καὶ τὸ ποιεῖν καὶ τὸ γίνεσθαί τε καὶ πάσχειν ὑπ᾿ ἀλλήλων, καὶ τίνα τρόπον ἐνδέχεται, καὶ τίνα φασὶ μέν τινες οὐκ ἐνδέχεται δέ, διωρίσθω τοῦτον τὸν τρόπον.
因此,产生、作用、以及相互间的生成和承受是存在的,以及它们是以何种方式可能的,而某些人宣称可能但实际上不可能的方式又是怎样的,就以此种方式作好规定。

词汇与语法注释

  1. 326bτὸ μὲν δυνάμει τὸ δ᾿ ἐντελεχείᾳ — “一者在潜能上是如此,而另一者在现实上是如此”这一条件从句的结构。`τὸ μὲν... τὸ δ᾿` 作为对比的主语起作用,而 `τοιοῦτον` 则作为共同的表语补足语。
  2. 327aσυμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές — 省略了系动词 `ἐστι`。`ἕκαστον`(每一个东西)是主语,而 `συμφυὲς`(合生为一体的)和 `ἀπαθές`(不受动的)是表语形容词。分词短语 `καὶ ἓν ὄν`(且为一的)修饰 `ἕκαστον`,表示条件或伴随状况(“只要它是单一的”)。
  3. 327aκἂν μήπω ᾖ διῃρημένον — `κἄν`(`καὶ ἐάν` 的缩写)引导一个让步条件从句(“即使……也”)。这里虚拟语气 `ᾖ` 与完美被动分词 `διῃρημένον` 结合,构成了迂言完成式虚拟语气(“即使尚未被分割”),并与主句中的将来直陈式 `ἔσται` 呼应,强调逻辑上的必然结果。

引用这一段

亚里士多德, 论生成和消灭 §1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。