Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.8#2

对不可分割者学说与通道受动说的批判

第 16 段,共 34 段 · 希腊语

内容简介

亚里士多德对比了留基波与柏拉图的不可分割者学说,指出不可分割的固体拥有性质所带来的矛盾,并批判了通过通道进行受容和透视的理论,认为其多余且不合逻辑。

§1.8#2ἀδιαίρετα, καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι [τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον], ὁ δὲ ὡρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα σχήμασιν.
[平面或固体是]不可分割的。 而且,一方认为[不可分割的固体的每一个]由无限的形状所规定,而另一方则由有限的形状所规定,因为双方都说它们是不可分割的,且由形状所规定。
ἐκ δὴ τούτων αἱ γενέσεις καὶ αἱ διακρίσεις Λευκίππῳ μὲν [δύο τρόποι ἂν εἶεν,] διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς (ταύτῃ γὰρ διαιρετὸν ἕκαστον), Πλάτωνι δὲ κατὰ τὴν ἁρὴν μόνον· κενὸν γὰρ οὐκ εἶναί φησιν.
因此,从这些出发,生成和分离对留基波来说[会有两种方式]:通过虚空和通过接触(因为在这方面每个都是可分的),而对柏拉图来说,仅通过接触;因为他宣称虚空不存在。
Καὶ περὶ μὲν τῶν ἀδιαιρέτων ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις· περὶ δὲ τῶν ἀδιαιρέτων στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν, ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν, ἀναγκαῖον ἀπαθές τε ἕκαστον λέγειν τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε πάσχειν ἀλλ᾿ ἢ διὰ τοῦ κενοῦ) καὶ μηδενὸς ποιητικὸν πάθους· οὔτε γὰρ ψυχρὸν οὔτε σκληρὸν οἶόν τ᾿ εἶναι.
关于不可分割的平面,我们在先前的论述中已经谈过;但关于不可分割的固体,对于随之而来的结果,目前且放宽进一步的考察,但作为简短的偏离表达来说,必然要宣称不可分割者的每一个都是不随动的(因为除了通过虚空之外,它不可能承受作用),并且不产生任何性质变化;因为它们既不可能冷,也不可能硬。
καίτοι τοῦτό γε ἄτοπον, τὸ μόνον ἀποδοῦναι τῷ περιφερεῖ σχήματι τὸ θερμόν· ἀνάγκη γὰρ καὶ τοὐναντίον τὸ ψυχρὸν ἄλλῳ τινὶ προσήκειν τῶν σχημάτων.
然而,仅将热归属于球形形状,这确实是荒谬的;因为必然地,相反的冷也必须属于其他某种形状。
ἄτοπον δὲ κὲν εἰ ταῦτα μὲν ὑπάρχει, λέγω δὲ θερμότης καὶ ψυχρότης, βαρύτης δὲ καὶ κουφότης καὶ σκληρότης καὶ μαλακότης μὴ ὑπάρξει· καίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχήν φησιν εἶναι Δημόκριτος ἕκαστον τῶν ἀδιαιρέτων, ὥστε δῆλον ὅτι καὶ θερμότερον.
如果这些性质存在——我指的是热和冷——但重、轻、硬、软却不存在,这也是荒谬的;然而德谟克利特宣称,不可分割者的每一个根据其大小的超出而更重,从而显而易见也更热。
τοιαῦτα δ᾿ ὄντα μὴ πάσχειν ὑπ᾿ ἀλλήλων ἀδύνατον, οἷον ὑπὸ τοῦ πολὺ ὑπερβάλλοντος θερμοῦ τὸ ἡρέμα θερμόν.
但既然具有这些性质,它们之间不相互产生作用是不可能的,例如,温度稍热的会被大大超出其热度的东西所影响。
ἀλλὰ μὴν εἰ σκληρόν, καὶ μαλακόν.
此外,如果有硬,也就有软。
τὸ δὲ μαλακὸν ἤδη τῷ πάσχειν τι λέγεται· τὸ γὰρ ὑπεικτικὸν μαλακόν.
而软已经是指由于承受某种作用而被说到的;因为退让的就是软。
ἀλλὰ μὴν ἄτοπον καὶ εἰ μηδὲν ὑπάρχει ἀλλ᾿ ἢ μόνον σχῆμα· καὶ εἰ ὑπάρχει, ἓν δὲ μόνον, οἷον τὸ μὲν ψυχρὸν τὸ δὲ θερμόν· οὐδὲ γὰρ ἂν μία τις εἴη ἡ φύσις αὐτῶν.
此外,如果除了形状之外什么都不存在,那也是荒谬的;如果存在,但只有一种,例如一种是冷而另一种是热,那也是荒谬的;因为它们的天性甚至不会是一。
ὁμοίως δὲ ἀδύνατον καὶ εἰ πλείω τῷ ἑνί· ἀδιαίρετον γὰρ ὂν ἐν τῷ αὐτῷ ἕξει τὰ πάθη, ὥστε καὶ ἐὰν πάσχῃ εἴπερ ψύχεται, ταύτῃ τι¹ καὶ ἄλλο ποιήσει ἢ πείσεται.
同样,如果在同一个之中存在多种性质,也是不可能的;因为它是不可分割的,它将在同一处持有这些性质,从而即使它承受作用——如果它被冷却的话——它在这方面也会产生或承受其他的事物。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων· τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον· οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις.
对于其他性质变化,也是同样的方式;因为这同样会发生在那些认为固体是不可分割的人和认为平面是不可分割的人身上,方式完全相同;因为在不可分割者中没有虚空的情况下,它们既不可能变得更稀薄,也不可能变得更稠密。
ἔτι. δ᾿ ἄτοπον καὶ τὸ μικρὰ μὲν ἀδιαίρετα εἶναι, μεγάλα δὲ μή· νῦν μὲν γὰρ εὐλόγως τὰ μείζω θραύεται μᾶλλον τῶν μικρῶν· τὰ μὲν γὰρ διαλύεται ῥᾳδίως, οἷον τὰ μεγάλα· προσκόπτει γὰρ πολλοῖς· τὸ δὲ ἀδιαίρετον ὅλως διὰ τί μᾶλλον ὑπάρχει τῶν μεγάλων τοῖς μικροῖς;
此外,认为小的东西是不可分割的,而大的东西却不是,这也是荒谬的;因为现在,合理的是,较大的东西比较小的东西更容易碎裂;因为一些东西很容易分解,也就是大的东西,因为它们会与许多东西相撞;但为什么分割不可能性根本上属于小的东西,而不属于大的东西呢?
ἔτι δὲ πότερον μία πάντων ἡ φύσις ἐκείνων τῶν στερεῶν, ἢ διαφέρει θάτερα τῶν ἑτέρων, ὥσπερ ἂν εἰ τὰ μὲν εἴη πύρινα, τὰ δὲ γήϊνα τὸν ὄγκον;
此外,是否所有那些固体的本性都是同一的,还是彼此不同,就像有些固体是火质的,有些是土质的体积一样?
εἰ μὲν γὰρ μία φύσις ἐστὶν ἀπάντων, τί τὸ χωρίσαν;
因为如果所有固体的本性是同一的,那么是什么将它们分离开的?
ἢ διὰ τί οὐ γίνεται ἁψάμενα ἕν, ὥσπερ ὕδωρ ὕδατος ὅταν θίγῃ;
或者,当它们接触时,为什么不变成一,就像水与水相触时那样?
οὐδὲν γὰρ διαφέρει τὸ ὕστερον τοῦ προτέρου.
因为后者与前者毫无区别。
εἰ δ᾿ ἕτερα, ποῖα ταῦτα;
但如果它们是不同的,它们是哪种类型呢?
καὶ δῆλον ὡς ταῦτα θετέον ἀρχὰς καὶ αἰτίας τῶν συμβαινόντων μᾶλλον ἢ τὰ σχήματα.
而且显而易见,必须将这些设定为发生之事的原理和原因,而不是形状。
ἔτι δὲ διαφέροντα τὴν φύσιν, κἂν ποιῇ κἂν πάσχῃ θιγγάνοντα ἀλλήλων.
此外,由于在天性上不同,当它们相互接触时,它们既会起作用,也会承受作用。
ἔτι δὲ τί τὸ κινοῦν;
此外,什么是推动者?
εἰ μὲν γὰρ ἕτερον, παθητικά¹· εἰ δ᾿ αὐτὸ αὐτὸ ἕκαστον, ἢ διαιρετὸν ἔσται, κατ᾿ ἄλλo μὲν κινοῦν κατ᾿ ἄλλο δὲ κινούμενον, ἢ κατὰ ταὐτὸ τἀναντία ὑπάρξει, καὶ ἡ ὕλη οὐ μόνον ἀριθμῷ ἔσται μία ἀλλὰ καὶ δυνάμει.
因为如果是其他东西,它们就是被动的;但如果每一个都是自己推动自己,它要么是可分的,在一部分起推动作用,在另一部分被推动,要么在同一部分上存在相反的性质,从而质料不仅在数量上是一,而且在能力上也是一。
Ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων κινήσεως φασι τὰ πάθη συμβαίνειν, εἰ μὲν καὶ πεπληρωμένων τῶν πόρων, περίεργον οἱ πόροι· εἰ γὰρ ταύτῃ τι πάσχει τὸ πᾶν, κἂν μὴ πόρους ἔχον ἀλλ᾿ αὐτὸ συνεχὲς ὂν πάσχοι τὸν αὐτὸν τρόπον.
因此,凡是那些主张状态变化通过通道的运动而发生的人,如果这在通道被填满时也发生,那么通道就是多余的;因为如果整个在这一方面承受某种作用,即使它没有通道而是其自身连续的,它也会以同样的方式承受作用。
ἔτι δὲ πῶς ἐνδέχεται περὶ τοῦ διορᾶν συμβαίνειν ὡς λέγουσιν;
此外,对于他们所说的透视,这怎么可能发生呢?
οὔτε γὰρ κατὰ τὰς ἁφὰς ἐνδέχεται διιέναι διὰ τῶν διαφανῶν, οὔτε διὰ τῶν πόρων, εἰ πλήρης ἕκαστος· τί γὰρ διοίσει τοῦ μὴ ἔχειν πόρους;
因为如果每个通道都是满的,既不可能通过接触穿过透明物,也不可能通过通道穿过;因为这与没有通道有什么区别呢?
πᾶν γὰρ ὁμοίως ἔσται πλῆρες.
因为整个将同样是充满的。
ἀλλὰ μὴν εἰ καὶ κενὰ μὲν ταῦτα (ἀνάγκη δὲ σώματα ἐν αὑτοῖς ἔχειν), ταὐτὸ συμβήσεται πάλιν.
然而,即使这些是虚空的(但其中必须有物体存在),同样的情况又会发生。
εἰ δὲ τηλικαῦτα τὸ μέγεθος ὥστε μὴ δέχεσθαι σῶμα μηδέν, γελοῖον τὸ μικρὸν μὲν οἴεσθαι κενὸν εἶναι, μέγα δὲ μὴ μηδ᾿ ὁπηλικονοῦν, ἢ τὸ κενὸν ἄλλο τι οἴεσθαι λέγειν πλὴν χώραν σώματος, ὥστε δῆλον ὅτι παντὶ σώματι τὸν ὄγκον ἴσον ἔσται κενόν.
但如果它们的尺寸小到不能容纳任何物体,那么认为存在微小的虚空,而无论多大尺寸的巨大虚空都不存在,或者认为虚空是指物体的位置之外的其他东西,这都是可笑的,所以显而易见,对于每一个物体,都会有一个与其体积相等的虚空。
Ὅλῶς δὲ τὸ πόρους ποιεῖν περίεργον· εἰ μὲν γὰρ μηδὲν ποιεῖ κατὰ τὴν ἁφήν, οὐδὲ διὰ τῶν πόρων ποιήσει διιόν· εἰ δὲ τῷ ἅπτεσθαι, καὶ μὴ πόρων ὄντων τὰ μὲν πείσεται τὰ δὲ ποιήσει τῶν πρὸς ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων.
总的来说,设定通道是多余的;因为如果它在接触时不起作用,那么在穿过通道时也不会起作用;但如果是通过接触起作用,那么即使没有通道,在彼此具有这种自然倾向的事物之间,一部分也会承受作用,而另一部分会起作用。
ὅτι μὲν οὖν οὕτως λέγειν τοὺς πόρους ὥς τινες ὑπολαμβάνουσιν, ἢ ψεῦδος ἢ μάταιον, φανερὸν ἐκ τούτων ἐστίν· διαιρετῶν δ᾿ ὄντων πάντῃ τῶν σωμάτων πόρους ποιεῖν γελοῖον· ᾗ γὰρ διαιρετά, δύναται χωρίζεσθαι.
因此,像某些人所假设的那样,以这种方式谈论通道,要么是错误的,要么是徒劳的,这从这些论点中是很明显的;而在身体处处可分的情况下,设定通道是可笑的;因为只要它们是可分的,它们就能被分离。

词汇与语法注释

  1. 325bἐκ δὴ τούτων αἱ γενέσεις καὶ αἱ διακρίσεις Λευκίππῳ μὲν [δύο τρόποι ἂν εἶεν,] διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς — 关于生成与分离发生的方式。对留基波而言补出“有两种方式”(δύο τρόποι ἂν εἶεν),是为了明确与柏拉图的对比。柏拉图因为否认虚空的存在而仅承认接触(κατὰ τὴν ἁφὴν μόνον),而留基波则同时诉诸虚空(διά... τοῦ κενοῦ)和接触(διά... τῆς ἁφῆς)。
  2. 326aκαίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχήν φησιν εἶναι Δημόκριτος ἕκαστον τῶν ἀδιαιρέτων — “根据超出(κατὰ τὴν ὑπεροχήν)而更重”指的是德谟克利特的理论,即每个原子的重量与其体积或大小的超出成正比。在此语境下,“超出”是指形状上物理大小的超出。
  3. 326aταύτῃ τι καὶ ἄλλο ποιήσει ἢ πείσεται — 该论证指出,如果一个不可分割者拥有性质(如被冷却),那么由于其不可分割性,在发生变化的同一位置(ταύτῃ),它必须以其他方式起作用或承受作用,从而导致荒谬。
  4. 326bἢ κατ᾿ ἄλλo μὲν κινοῦν κατ᾿ ἄλλο δὲ κινούμενον, ἢ κατὰ ταὐτὸ τἀναντία ὑπάρξει — 关于自身运动(αὐτὸ αὐτό)的两难推论。如果它是可分的,则通过一部分(κατ᾿ ἄλlo)推动,而另一部分被推动;如果它是不可分割的,那么相反的属性(推动者与被推动者)必须在同一方面(κατὰ ταὐτό)同时属于它,这是不可能的。

引用这一段

亚里士多德, 论生成和消灭 §1.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。