Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.10#1

混合的定义及其与生成和并置的区别

第 18 段,共 34 段 · 希腊语

内容简介

开始讨论混合的定义及其可能性。通过潜能与现实的对比以及同质部分的观点,探讨了混合应如何与产生、消灭以及因并置而产生的单纯结合相区别。

§1.10#110. Λοιπὸν δὲ θεωρῆσαι περὶ μίξεως κατὰ τὸν αὐτὸν τρόπον τῆς μεθόδου· τοῦτο γὰρ ἦν τρίτον τῶν προτεθέντων ἐξ ἀρχῆς.
10. 剩下的工作是按照同样的探究方法来考察“混合”;因为这是最初提出的三个问题中的第三个。
σκεπτέον δὲ τί τ᾿ ἐστὶν ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, ἔτι δὲ πότερον ἔστι μίξις ἢ τοῦτο ψεῦδος· ἀδύνατον γάρ ἐστι μιχθῆναί τι ἔτερον ἑτέρῳ, καθάπερ λέγουσί τινες· ὄντων μὲν γὰρ ἔτι τῶν μιχθέντων καὶ μὴ ἠλλοιωμένων οὐδὲν μᾶλλον λον νῦν μεμῖχθαί φασιν ἢ πρότερον, ἀλλ᾿ ὁμοίως ἔχειν, θατέρου δὲ φθαρέντος οὐ μεμῖχθαι, ἀλλὰ τὸ μὲν εἶναι τὸ δ᾿ οὐκ εἶναι, τὴν δὲ μίξιν ὁμοίως ἐχόντων εἶναι· τὸν αὐτὸν δὲ τρόπον καὶ εἰ ἀμφοτέρων συνελθόντων ἔφθαρται τῶν μιγνυμένων ἑκάτερον· οὐ γὰρ εἶναι μεμιγμένα τά γε ὅλως οὐκ ὄντα.
我们必须探讨混合是什么,什么又是可混物,它存在于存在者的哪些东西之中以及如何存在,此外还要探讨混合是否存在,或者这是否是虚伪的;因为正如某些人所说,一物与另一物混合是不可能的;因为如果混合在一起的事物依然存在且没有发生性质变化,那么他们说它们现在并不比以前更混合,而是处于同样的状态;但如果其中一者消灭了,它们就不是混合,而是一者存在另一者不存在,而混合应当是处于同样状态的事物之间的事;同样,如果当混合的事物结合在一起时,每一者都消灭了,那也不是混合;因为完全不存在的事物决不是混合着的。
Οὗτος μὲν οὖν ὁ λόγος ἔοικε ζητεῖν διορίσαι τί διαφέρει μίξις γενέσεως καὶ φθορᾶς, καὶ τί τὸ μικτὸν τοῦ γεννητοῦ καὶ φθαρτοῦ· δῆλον γὰρ ὡς δεῖ διαφέρειν, εἴπερ ἔστιν.
因此,这一论据似乎试图规定混合与产生和消灭有什么不同,以及可混物与可产生和可消灭的事物有什么不同;因为显然,如果[混合]确实存在,它们就必须有所不同。
ὥστε τούτων ὄντων φανερῶν τὰ διαπορηθέντα λύοιντ᾿ ἄν.
因此,如果这些事情变得明晰,所提出的难问就能够得到解决。
Ἀλλὰ μὴν οὐδὲ τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν οὐδὲ μίγνυσθαι καιομένην, οὔτ᾿ αὐτὴν αὑτῆς τοῖς μορίοις οὔτε τῷ πυρί, ἀλλὰ τὸ μὲν πῦρ γίνεσθαι, τὴν δὲ φθείρεσθαι.
然而,我们并不说原料与火混合,也不说它在燃烧时与火混合,既不是它自身与自己的部分混合,也不是与火混合,而是火产生,而原料消灭。
τὸν αὐτὸν δὲ τρόπον οὔτε τῷ σώματι τὴν τροφὴν οὔτε τὸ σχῆμα τῷ κηρῷ μιγνύμενον σχηματίζειν τὸν ὄγκον· οὐδὲ τὸ σῶμα καὶ τὸ λευκὸν οὐδ᾿ ὅλως τὰ πάθη καὶ τὰς ἔξεις οἷόν τε μίγνυσθαι τοῖς πράγμασιν· σωζόμενα γὰρ ὁρᾶται.
同样,食物不与身体混合,形状与蜡混合也并不塑造其体积;身体与白色,或者总的来说,受动和状态也不可能与事物混合;因为我们看到它们被保存着。
ἀλλὰ μὴν οὐδὲ τὸ λευκόν γε καὶ τὴν ἐπιστήμην ἐνδέχεται μιχθῆναι, οὐδ᾿ ἄλλο τῶν μὴ χωριστῶν οὐδέν.
而且,白色和知识确实也不可能混合,其他不可分离的事物也是如此。
ἀλλὰ τοῦτο λέγουσιν οὐ καλῶς οἱ πάντα ποτὲ ὁμοῦ φάσκοντες εἶναι καὶ μεμῖχθαι· οὐ γὰρ ἅπαν ἅπαντι μικτόν, ἀλλ᾿ ὑπάρχειν δεῖ χωριστὸν ἑκάτερον τῶν μιχθέντων· τῶν δὲ παθῶν οὐδὲν χωριστόν.
但是,那些声称有朝一日万物都在一起且混合的人,说得并不对;因为并非一切都能与一切混合,而是混合在一起的每一事物都必须是能够分离存在的;而受动没有一个是分离存在的。
ἐπεὶ δ᾿ ἐστὶ τὰ μὲν δυνάμει τὰ δ᾿ ἐνεργείᾳ τῶν ὄντων, ἐνδέχεται τὰ μιχθέντα εἶναί πως καὶ μὴ εἶναι, ἐνεργείᾳ μὲν ἑτέρου ὄντος τοῦ γεγονότος ἐξ αὐτῶν, δυνάμει δ᾿ ἔτι ἑκατέρου ἅπερ ἦσαν πρὶν μιχθῆναι, καὶ οὐκ ἀπολωλότα· τοῦτο γὰρ ὁ λόγος διηπόρει πρότερον· φαίνεται δὲ τὰ μιγνύμενα πρότερόν τε ἐκ κεχωρισμένων συνιόντα καὶ δυνάμενα χωρίζεσθαι πάλιν.
然而,由于存在者中有些是能力上的,有些是现实上的,混合在一起的事物有可能在某种意义上存在,又在某种意义上不存在:由它们产生的东西在现实上是另一物,但混合前的每一事物在能力上依然是它们原先的样子,并且没有消灭;因为这就是先前的论据所提出的难问;而混合在一起的事物显然是从先前分离的状态结合在一起的,并且能够再次分离。
οὔτε διαμένουσιν οὖν ἐνεργείᾳ ὥσπερ τὸ σῶμα καὶ τὸ λευκόν, οὔτε φθείρονται, οὔτε θάτερον οὔτ᾿ ἄμφω· σώζεται γὰρ ἡ δύναμις αὐτῶν. διὸ ταῦτα μὲν ἀφείσθω·
因此,它们既不像身体和白色那样在现实上持续存在,也没有消灭,无论是一者还是两者都没有消灭;因为它们的能力被保存着。
τὸ δὲ συνεχὲς τούτοις ἀπόρημα διαιρετέον, πότερον ἡ μίξις πρὸς τὴν αἴσθησιν τί ἐστιν.
因此,这些事情暂且不表;但我们必须区分与这些连续的难问,即混合相对于感觉而言是什么。
Ὅταν γὰρ οὕτως εἰς μικρὰ διαιρεθῇ τὰ μιγνύμενα, καὶ τεθῇ παῤ ἄλληλα τοῦτον τὸν τρόπον ὥστε μὴ δῆλον ἕκαστον εἶναι τῇ αἰσθήσει, τότε μέμικται ἢ οὔ, ἀλλ᾿ ἔστιν ὥστε ὁτιοῦν παῤ ὁτιοῦν εἶναι μόριον τῶν μιχθέντων;
因为,当混合的事物被分割得如此细小,并且以这种方式并置在一起,以至于对感觉而言每一个都不明显时,那时它们是混合了,还是没有,而是处于这样一种状态,即混合物的任何一个部分都与另一个任意的部分并置?
λέγεται μὲν οὖν ἐκείνως, οἷον κριθὰς μεμῖχθαι πυροῖς, ὅταν ἡτισοῦν παῤ ὁντινοῦν τεθῇ.
前一种情况确实是常说的,例如大麦与小麦混合,即任何一粒与另一任意一粒并置在一起。
εἰ δ᾿ ἐστὶ πᾶν σῶμα διαιρετόν, εἴπερ καὶ ἔστι σῶμα σώματι μικτὸν ὁμοιομερές, ὁτιοῦν ἂν δέοι μέρος γίνεσθαι παῤ ὁτιοῦν.
但是,如果每个物体都是可分的,如果物体确实能够与物体混合而成为同质的(同质部分的),那么任何一部分都必须与另一任意一部分并置。
ἐπεὶ δ᾿ οὐκ ἔστιν εἰς τἀλάχιστα διαιρεθῆναι, οὔτε σύνθεσις ταὐτὸ καὶ μίξις ἀλλ᾿ ἕτερον, δῆλον ὡς οὔτε κατὰ μικρὰ σωζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι (σύνθεσις γὰρ ἔσται καὶ οὐ κρᾶσις οὐδὲ μίξις, οὐδ᾿ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον.
然而,既然不可能分割成最小的部分,而且结合与混合并不是同一回事而是不同的,那么显然,我们不应该说混合的事物在以细小的部分被保存时就是混合了(因为那将是结合,而不是融合,也不是混合,部分也不会与整体具有相同的定义)。
φαμὲν δὲ δεῖν,1 εἴπερ μέμικται,2 τὸ μιχθὲν ὁμοιομερὲς εἶναι, καὶ ὥσπερ τοῦ ὕδατος τὸ μέρος ὕδωρ, οὕτω καὶ τοῦ κραθέντος.
但我们说,1如果确实混合了,2混合物就必须是同质的,就像水的一部分是水一样,融合物的一部分也是如此。
ἂν δ᾿ ᾗ κατὰ μικρὰ σύνθεσις ἡ μίξις, οὐθὲν συμβήσεται τούτων, ἀλλὰ μόνον μεμιγμένα πρὸς τὴν αἴσθησιν· καὶ τὸ αὐτὸ τῷ μὲν μεμιγμένον, ἐὰν μὴ βλέπῃ ὀξύ, τῷ Λυγκεῖ δ᾿ οὐδὲν μεμιγμένον οὔτε τῇ διαιρέσει ὥστε ὁτιοῦν παῤ ὁτιοῦν μέρος· ἀδύνατον γὰρ οὕτω διαιρεθῆναι.
但如果混合是细小部分的结合,这些事情就一个也不会发生,而只是相对于感觉而言混合了;而且同一事物对于视力不敏锐的人来说是混合了,但对于林叩斯来说却没有任何混合,也不会因为分割而使任何部分与另一任意部分并置;因为以这种方式分割是不可能的。
ἢ οὖν οὐκ ἔστι μίξις, ἢ λεκτέον τοῦτο πῶς ἐνδέχεται γίνεσθαι πάλιν.
因此,要么不存在混合,要么必须再次说明这如何可能发生。

词汇与语法注释

  1. 327bὄντων μὲν γὰρ ἔτι τῶν μιχθέντων καὶ μὴ ἠλλοιωμένων — 此属格独立(分词短语)在否定混合的论证中表示条件(“如果混合的事物依然存在且没有发生性质变化”),作为主句中不定式 μεμῖχθαι 的前提条件起作用。
  2. 327bἐνεργείᾳ μὲν ἑτέρου ὄντος τοῦ γεγονότος ἐξ αὐτῶν, δυνάμει δ᾿ ἔτι ἑκατέρου ἅπερ ἦσαν πρὶν μιχθῆναι — 前半部分明确给出了 ὄντος(现在分词属格),而后半部分(δυνάμει δ᾿ ἔτι ἑκατέρου...)则省略了相应的分词,需补出为 ἑκατέρου [ὄντος] ἅπερ ἦσαν 来理解。通过这种并列的属格独立结构,表达了双重的存在状态:生成后的整体在现实上是一,而各组成成分在能力上依然作为其原本的存在被保存着。
  3. 328aφαμὲν δὲ δεῖν,1 εἴπερ μέμικται,2 τὸ μιχθὲν ὁμοιομερὲς εἶναι — 这一节是以 φαμὲν(我们主张)为支配词的带宾格不定式结构(δεῖν... εἶναι)。τὸ μιχθὲν 是不定式 εἶναι 的主语宾格,而 ὁμοιομερὲς 是其表语。文本中的 1 和 2 是版本或异文的编辑符号,标示出条件从句 εἴπερ μέμικται(如果确实混合了)被插入在此处。

引用这一段

亚里士多德, 论生成和消灭 §1.10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。