§1.8#18. Πῶς δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν.
8. 至于这如何可能发生,让我们再次予以说明。
τοῖς μὲν οὖν δοκεῖ πάσχειν ἕκαστον διά τινων πόρων εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ κυριωτάτου, καὶ τοῦτον τὸν τρόπον καὶ ὁρᾶν καὶ ἀκούειν ἡμᾶς φασὶ καὶ τὰς ἄλλας αἰσθήσεις αἰσθάνεσθαι πάσας, ἔτι δὲ ὁρᾶσθαι διά τε ἀέρος καὶ ὑδατος καὶ τῶν διαφανῶν, διὰ τὸ πόρους ἔχειν ἀοράτους μὲν διὰ μικρότητα, πυκνοὺς δὲ καὶ κατὰ στοῖχον, καὶ μᾶλλον ἔχειν τὰ διαφανῆ μᾶλλον.
对某些人来说,他们认为每一个事物的受容,是因为最末端且最主导的起作用者通过某些通道(孔)进入其中,他们说我们也是以这种方式看见、听见以及进行所有其他感觉的,此外,我们之所以能通过空气、水以及透明物看见,是因为它们具有因其微小而不可见的通道,这些通道密集且成排排列,而透明物则具有更多这样的通道。
Οἱ μὲν οὖν ἐπί τινων οὕτω διώρισαν, ὥσπερ καὶ Ἐμπεδοκλῆς, οὐ μόνον ἐπὶ τῶν ποιούντων καὶ πασχόντων, ἀλλὰ καὶ μίγνυσθαί φασιν ὅσων οἱ πόροι σύμμετροι πρὸς ἀλλήλους εἰσίν·
因此,一些人对某些事物作了如此规定,正如恩培多克勒所做的那样,不仅针对起作用者和受容者,而且他们还说,凡是通道彼此对称的事物就会相互混合。
ὁδῷ δὲ μάλιστα καὶ περὶ πάντων ἑνὶ λόγῳ διωρίκασι Λεύκιππος καὶ Δημόκριτος, ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν.
然而,留基波和德谟克利特最具系统性地、且对所有事物用一个统一的合理解释作了规定,他们以符合自然实际的方式作为起点。
ἐνίοις γὰρ τῶν ἀρχαίων ἔδοξε τὸ ὂν ἐξ ἀνάγκης ἓν εἶναι καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐκ ὄν, κινηθῆναι δ᾿ οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου, οὐδ᾿ αὖ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος.
因为在古人中,有些人认为存在者必然是一而不动的;因为他们认为虚空是非存在,而如果没有分离的虚空,运动就不可能产生,并且如果没有隔离者,多也不可能存在。
τοῦτο δ᾿ οὐδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ πᾶν ἀλλ᾿ ἅπτεσθαι διῃρημένον, τοῦ φάναι πολλὰ καὶ μὴ ἓν εἶναι καὶ κενόν.
并且他们认为,如果有人以为宇宙不是连续的而是分裂并相互接触的,这与宣称“有多、非一且有虚空”毫无区别。
εἰ μὲν γὰρ πάντῃ διαιρετόν, οὐδὲν εἶναι ἕν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν τὸ ὅλον· εἰ δὲ τῇ μὲν τῇ δὲ μή, πεπλασμένῳ τινὶ τοῦτ᾿ ἐοικέναι·
因为如果它处处可分,就没有任何东西是一,从而也就没有多,而是整个都是虚空;但如果某些部分可分,某些部分不可分,这似乎就成了一种捏造。
μέχρι πόσου γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου καὶ πλῆρές ἐστι, τὸ δὲ διῃρημένον;
因为到什么程度、且凭什么理由,宇宙的这一部分处于这种充满的状态,而另一部分却是分裂的呢?
ἔτι ὁμοίως φάναι ἀναγκαῖον μὴ εἶναι κίνησιν.
此外,他们认为同样必须宣称没有运动。
ἐκ μὲν οὖν τούτων τῶν λόγων, ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν ὡς τῷ λόγῳ δέον ἀκολουθεῖν, ἓν καὶ ἀκίνητον τὸ πᾶν εἶναί φασι, καὶ ἄπειρον ἔνιοι· τὸ γὰρ πέρας περαίνειν ἂν πρὸς τὸ κενόν.
因此,根据这些论点,他们超越了感觉,忽视了感觉,认为应当遵循理性,宣称宇宙是一而不动的,有些人甚至宣称它是无限的;因为他们认为边界会限制在虚空上。
οἱ μὲν οὖν οὕτως καὶ διὰ ταύτας τὰς αἰτίας ἀπεφήναντο περὶ τῆς ἀληθείας·
这些人就是这样,并且由于这些原因而对真理发表了看法。
ἔτι δὲ ἐπὶ μὲν τῶν λόγων δοκεῖ ταῦτα συμβαίνειν, ἐπὶ δὲ τῶν πραγμάτων μανίᾳ παραπλήσιον εἶναι τὸ δοξάζειν οὕτως·
虽然在理论上这些结论似乎是随之而来的,但在实际事物上,如此认为却近乎狂妄。
οὐδένα γὰρ τῶν μαινομένων ἐξεστάναι τοσοῦτον ὥστε τὸ πῦρ ἐν εἶναι δοκεῖν καὶ τὸν κρύσταλλον, ἀλλὰ μόνον τὰ καλὰ καὶ τὰ φαινόμενα διὰ συνήθειαν, ταῦτ᾿ ἐνίοις διὰ τὴν μανίαν οὐδὲν δοκεῖ διαφέρειν.
因为没有一个疯子会失常到认为火与冰是一(同一),而只有美的东西和由于习惯而显得美的东西,由于狂妄在某些人看来似乎毫无区别。
Λεύκιππος δ᾿ ἔχειν ᾠήθη λόγους οἵτινες πρὸς τὴν αἴσθησιν ὁμολογούμενα λέγοντες οὐκ ἀναιρήσουσιν οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλῆθος τῶν ὄντων.
然而留基波认为自己拥有一套论点,这些论点在说出与感觉一致的话的同时,不会取消生成、消灭、运动,以及存在者的多数性。
ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις, τοῖς δὲ τὸ ἓν κατασκευάζουσιν ὡς οὐκ¹ ἂν κίνησιν οὖσαν ἄνευ κενοῦ τό τε κενὸν μὴ ὄν, καὶ τοῦ ὄντος οὐδὲν μὴ ὄν φησιν εἶναι.
他在向这些现象妥协的同时,也向那些主张“一”的人妥协,承认如果没有虚空,运动就不可能存在,且虚空是非存在,但他宣称存在者中没有任何东西是非存在。
τὸ γὰρ κυρίως ὂν παμπληθὲς ὄν·
因为真正意义上的存在者是完全充满的。
ἀλλ᾿ εἶναι τὸ τοιοῦτον οὐχ ἕν, ἀλλ᾿ ἄπειρα τὸ πλῆθος καὶ ἀόρατα διὰ σμικρότητα τῶν ὄγκων.
但这样的存在者不是一,而是数量无限,且由于其体积的微小而不可见。
ταῦτα δ᾿ ἐν τῷ κενῷ φέρεσθαι (κενὸν γὰρ εἶναι), καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν.
这些在虚空中运动(因为他主张虚空存在),当它们结合时便产生生成,当它们分离时便产生消灭。
ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα (ταύτῃ γὰρ οὐχ ἓν εἶναι), καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννᾶν·
它们在相接触的地方进行作用与受容(因为在这方面它们不是一),并且结合和交织时产生万物。
ἐκ δὲ τοῦ κατ᾿ ἀλήθειαν ἑνὸς οὐκ ἂν γενέσθαι πλῆθος, οὐδ᾿ ἐκ τῶν ἀληθῶς πολλῶν ἕν, ἀλλ᾿ εἶναι τοῦτ᾿ ἀδύνατον, ἀλλ᾿ ὥσπερ Ἐμπεδοκλῆς καὶ τῶν ἄλλων τινές φασι πάσχειν διὰ πόρων, οὕτω πᾶσαν ἀλλοίωσιν καὶ πᾶν τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως καὶ τῆς φθορᾶς, ὁμοίως δὲ καὶ τῆς αὐξήσεως, ὑπεισδυομένων στερεῶν.
但从真正的一之中不可能产生多,从真正得多之中也不可能产生一,这反而是不可能的,而是正如恩培多克勒和其他一些人所说的“通过通道承受作用”一样,一切质变和一切受容都是以这种方式产生的,通过虚空而进行分解和消灭,同样,通过坚实物体的渗入也发生增大。
Σχεδὸν δὲ καὶ Ἐμπεδοκλεῖ ἀναγκαῖον λέγειν, ὥσπερ καὶ Λεύκιππός φησιν· εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσίν.
并且,恩培多克勒也几乎必须说出与留基波相同的话;因为必然存在着某些坚实的、且不可分割的东西,除非通道处处是连续的。
τοῦτο δ᾿ ἀδύνατον· οὐδὲν γὰρ ἔσται ἕτερον στερεὸν παρὰ τοὺς πόρους, ἀλλὰ πᾶν κενόν.
但这是不可能的;因为除了通道之外,就没有其他坚实的东西,而是处处皆为虚空。
ἀνάγκη ἄρα τὰ μὲν ἁπτόμενα εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς ἐκεῖνος λέγει πόρους.
因此必然是,接触的部分是不可分割的,而它们之间的部分则是虚空,这就是他所说的通道。
οὕτως δὲ καὶ Λεύκιππος λέγει περὶ τοῦ ποιεῖν καὶ πάσχειν.
因此留基波也是这样谈论作用与受容的。
Οἱ μὲν οὗν τρόποι καθ᾿ οὓς τὰ μὲν ποιεῖ τὰ δὲ πάσχει, σχεδὸν οὗτοι λέγονται·
因此,一些东西起作用而另一些东西受容的方式,大概就是这些被说到的。
καὶ περὶ μὲν τούτων, καὶ πῶς λέγουσι, δῆλον, καὶ πρὸς τὰς αὐτῶν θέσεις αἷς χρῶνται σχεδὸν ὁμολογουμένως φαίνεται συμβαῖνον.
而关于这些,以及他们是如何说的,已经很明显了,而且对照他们自己所使用的假设,这些似乎几乎是一致地随之而来的。
τοῖς δ᾿ ἄλλοις ἧττον, οἷον Ἐμπεδοκλεῖ τίνα τρόπον ἔσται γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις, οὐ δῆλον.
但对于其他人来说则不那么一致,例如在恩培多克勒那里,生成、消灭和质变将以何种方式发生,并不明显。
τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων, σχήματι διαφέροντα μόνον, ἐξ ὧν πρώτων σύγκειται καὶ εἰς ἃ ἔσχατα διαλύεται· Ἐμπεδοκλεῖ δὲ τὰ μὲν ἄλλα φανερὸν ὅτι μέχρι τῶν στοιχείων ἔχει τὴν γένεσιν καὶ τὴν φθοράν, αὐτῶν δὲ τούτων πῶς γίνεται καὶ φθείρεται τὸ σωρευόμενον μέγεθος, οὔτε δῆλον οὔτε ἐνδέχεται λέγειν αὐτῷ μὴ λέγοντι καὶ τοῦ πυρὸς εἶναι στοιχεῖον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἀπάντων, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων·
因为对某些人(原子论者)来说,身体的最初者是不可分割的,仅在形状上有所不同,最初之物由它们构成,最末之物也分解为它们;而对恩培多克勒来说,其他事物直到元素为止都有其生成和消灭,这是显而易见的,但这些元素自身的、累积起来的体积是如何生成和消灭的,既不明显,他也无法说明,除非他承认火也有[更基本的]元素,对其他所有事物也是一样,正如柏拉图在《蒂迈欧篇》中所写的那样。
τοσοῦτον γὰρ διαφέρει τοῦ μὴ τὸν αὐτὸν τρόπον Λευκίππῳ λέγειν, ὅτι ὁ μὲν στερεὰ ὁ δ᾿ ἐπίπεδα λέγει τὰ
因为他与留基波在不以相同方式进行说明上的区别仅在于:留基波说的是固体,而柏拉图说的是平面作为……