§1.7#2Διὸ καὶ εὔλογον ἤδη τό τε πῦρ θερμαίνειν καὶ τὸ ψυχρὸν ψύχειν, καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον· τό τε γὰρ ποιοῦν καὶ τὸ πάσχον ἐναντία ἐστί, καὶ ἡ γένεσις εἰς τοὐναντίον.
因此,火使之温暖、冷使之寒冷,以及通常起作用者使受容者变得与自身相似,这已经是合乎情理的;因为起作用者与受容者是对立的,而生成则是向着对立面的[变化]。
ὥστ᾿ ἀνάγκη τὸ πάσχον εἰς τὸ ποιοῦν μεταβάλλειν· οὕτω γὰρ ἔσται εἰς τοὐναντίον ἡ γένεσις.
从而受容者必然向着起作用者发生变化;因为只有这样,向着对立面的生成才会发生。
καὶ κατὰ λόγον δὴ τὸ μὴ ταὐτὰ λέγοντας ἀμφοτέροις ὅμως ἅπτεσθαι τῆς φύσεως.
并且,双方虽然没有说相同的话,但同样都触及了自然的实际,这确实是合乎理性的。
λέγομεν γὰρ πάσχειν ὁτὲ μὲν τὸ ὑποκείμενον (οἷον ὑγιάζεσθαι τὸν ἄνθρωπον καὶ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ τἆλλα τὸν αὐτὸν τρόπον), ὁτὲ δὲ θερμαίνεσθαι μὲν τὸ ψυχρόν, ὑγιάζεσθαι δὲ τὸ κάμνον·
因为我们在说受容时,有时是指底层主体(例如人被治愈、变热、变冷,以及其他以相同方式发生的事),有时则是指冷变热、病者被治愈;而这两者都是真实的。
ἀμφότερα δ᾿ ἐστὶν ἀληθῆ (τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ ποιοῦντος· ὁτὲ μὲν γὰρ τὸν ἄνθρωπόν φαμεν θερμαίνειν, ὁτὲ δὲ τὸ θερμόν· ἔστι μὲν γὰρ ὡς ἡ ὕλη πάσχει, ἔστι δ᾿ ὡς τοὐναντίοι).
(对于起作用者也是相同的方式;因为有时我们说是人使之温暖,有时则说是热使之温暖;因为在一种意义上是质料受容,而在另一种意义上则是对立面受容。
οἱ μὲν οὖν εἰς ἐκεῖνο βλέψαντες ταὐτόν τι δεῖν ᾠήθησαν τὸ ποιοῦν ἔχειν καὶ τὸ πάσχον, οἱ δ᾿ εἰς θάτερα τοὐναντίον.
)因此,那些着眼于前者的人认为起作用者与受容者必须具有某种同一性,而着眼于另一者的人则持相反的看法。
Τὸν αὐτὸν δὲ λόγον ὑποληπτέον εἶναι περὶ τοῦ ποιεῖν καὶ πάσχειν ὅνπερ καὶ περὶ τοῦ κινεῖν καὶ κινεῖσθαι.
必须设想,关于作用与受容的道理,与关于运动与受动的道理是相同的。
διχῶς γὰρ λέγεται καὶ τὸ κινοῦν· ἐν ᾧ τε γὰρ ἡ ἀρχὴ τῆς κινήσεως, δοκεῖ τοῦτο κινεῖν (ἡ γὰρ ἀρχὴ πρώτη τῶν αἰτίωι), καὶ πάλιν τὸ ἔσχατον πρὸς τὸ κινούμενον καὶ τὴν γένεσιν.
因为使动者也是在双重意义上被说的;因为运动的起点在其中的那个东西似乎在使之运动(因为起点是诸原因中最首要的),其次是相对于被运动者及生成的那个最末端的东西。
ὁμοίως δὲ καὶ περὶ τοῦ ποιοῦντος· καὶ γὰρ τὸν ἰατρόν φαμεν ὑγιάζειν καὶ τὸν οἶνον.
对于起作用者也是同样;因为我们也说医生使人健康,酒也使人健康。
τὸ μὲν οὖν πρῶτον κινοῦν οὐδὲν κωλύει ἐν μὲν κινήσει ἀκίνητον εἶναι (ἐν᾿ ἐνίων δὲ καὶ ἀναγκαῖοι), τὸ δ᾿ ἔσχατον ἀεὶ κινεῖν κινούμενον, ἐπὶ δὲ ποιήσεως τὸ μὲν πρῶτον ἀπαθές, τὸ δ᾿ ἔσχατον καὶ αὐτὸ πάσχον·
因此,首要使动者在运动中是不动的,这并无妨碍(而且在某些情况下甚至必然如此),而最末端者则总是自身在运动中使之运动;但在作用方面,首要者是不受容的,而最末端者其自身也承受作用。
ὅσα γὰρ μὴ ἔχει τὴν αὐτὴν ὕλην, ποιεῖ ἀπαθῆ ὄντα (οἷον ἡ ἰατρική, αὐτὴ γὰρ ποιοῦσα ὑγίειαν οὐδὲν πάσχει ὑπὸ τοῦ ὑγιαζομένου), τὸ δὲ σιτίον ποιοῦν καὶ αὐτὸ πάσχει τι· ἢ γὰρ θερμαίνεται ἢ ψύχεται ἢ ἄλλο τι πάσχει ἅμα ποιοῦν.
因为凡是不具有相同质料的东西,都是在自身不受容的情况下起作用的(例如医术;因为医术自身在产生健康时,完全不受被治愈者的作用),而食物在起作用时自身也承受某种作用;因为它在起作用的同时,要么变热,要么变冷,要么承受其他某种作用。
ἔστι δὲ ἡ μὲν ἰατρικὴ ὡς ἀρχή, τὸ δὲ σιτίον τὸ ἔσχατον καὶ ἁπτόμενον.
医术就像是起点,而食物则是最末端且直接接触的东西。
Ὅσα μὲν οὖν μὴ ἐν ὕλῃ ἔχει τὴν μορφήν, ταῦτα μὲν ἀπαθῆ τῶν ποιητικῶν, ὅσα δ᾿ ἐν ὕλῃ, παθητικά.
因此,凡是形式不在质料之中的起作用者是不受容的,而凡是在质料之中的则是可受容的。
τὴν μὲν γὰρ ὕλην λέγομεν ὁμοίως ὡς εἰπεῖν τὴν αὐτὴν εἶναι τῶν ἀντικειμένων ὁποτερουοῦν, ὥσπερ γένος ὄν, τὸ δὲ δυνάμενον θερμὸν εἶναι παρόντος τοῦ θερμαντικοῦ καὶ πλησιάζοντος ἀνάγκη θερμαίνεσθαι·
因为我们说,质料对于对立面中的任何一方来说,可以说是同样同一的,它就像是一个属;而潜能上是热的东西,在加热者显现并接近时,必然变热。
διό, καθάπερ εἴρηται, τὰ μὲν τῶν ποιητικῶν ἀπαθῆ τὰ δὲ παθητικά.
从而,正如已说过的,起作用者中有些是不受容的,有些则是可受容的。
καὶ ὥσπερ ἐπὶ κινήσεως, τὸν αὐτὸν ἔχει τρόπον καὶ ἐπὶ τῶν ποιητικῶν· ἐκεῖ τε γὰρ τὸ πρώτως κινοῦν ἀκίνητον, καὶ ἐπὶ τῶν ποιητικῶν τὸ πρῶτον ποιοῦν ἀπαθές.
且正如在运动中一样,在起作用者中也有着相同的方式;因为正如在那里的首要使动者是不动的,在起作用者中的首要者也是不受容的。
ἔστι δὲ τὸ ποιητικὸν αἴτιον ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
而起作用者是作为运动起点之所由来的原因(动力因)。
τὸ δ᾿ οὗ ἕνεκα οὐ ποιητικόν (διὸ ἡ ὑγίεια οὐ ποιητικόν, εἰ μὴ κατὰ μεταφοράν)· καὶ γὰρ τοῦ μὲν ποιοῦντος ὅταν ὑπάρχῃ, γίνεταί τι τὸ πάσχον, τῶν δ᾿ ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ᾿ ἔστιν ἤδη· τὰ δ᾿ εἴδη καὶ τὰ τέλη ἕξεις τινές.
而“为了什么”(目的)则不是起作用的(因此健康不是起作用的,除非在隐喻的意义上);因为当起作用者存在时,受容者就在生成某种东西,而当状态显现时,它不再生成,而是已经存在;而形式和终点(目的)是某种状态。
ἡ δ᾿ ὕλη ᾗ ὕλη παθητικόν.
而质料作为质料是可受容的。
τὸ μὲν οὖν πῦρ ἔχι ἐν ὕλῃ τὸ θερμόν· εἰ δέ τι εἴη θερμὸν χωριστόν, τοῦτο οὐδὲν ἂν πάσχοι.
因而,火在质料中具有热;但是如果存在某种分离的热,它绝不会承受任何作用。
τοῦτο μὲν οὖν ἴσως ἀδύνατον εἶναι χωριστόν· εἰ δ᾿ ἐστὶν ἔνια τοιαῦτα, ἐπ᾿ ἐκείνων ἂν εἴη τὸ λεγόμενον ἀληθές.
这或许不可能分离开来;但如果存在某些这样的东西,那么所说的话对它们就是真实的。
τί μὲν οὖν τὸ ποιεῖν καὶ πάσχειν ἐστὶ καὶ τίσιν ὑπάρχει καὶ διὰ τί καὶ πῶς, διωρίσθω τοῦτον τὸν τρόπον.
因此,作用与受容是什么、存在于哪些事物中、由于什么以及如何存在,就以此种方式来界定吧。