§1.7#17. Περὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν λεκτέον ἐφεξῆς, παρειλήφαμεν δὲ παρὰ τῶν πρότερον ὑπεναντίους ἀλλήλοις λόγους.
7. 接下来我们必须讨论作用与受容,我们从前人那里继承了彼此相反的论点。
οἱ μὲν γὰρ πλεῖστοι τοῦτό γε ὁμονοητικῶς λέγουσιν, ὡς τὸ μὲν ὅμοιον ὑπὸ τοῦ ὁμοίου πᾶν ἀπαθές ἐστι διὰ τὸ μηδὲν μᾶλλον ποιητικὸν ἢ παθητικὸν εἶναι θάτερον θατέρου (πάντα γὰρ ὁμοίως ὑπάρχειν ταὐτὰ τοῖς ὁμοίοις), τὰ δ᾿ ἀνόμοια καὶ τὰ διάφορα ποιεῖν καὶ πάσχειν εἰς ἄλληλα πέφυκεν.
因为大多数人至少在这一点上是一致的,即相同(相似)的事物完全不受相同事物的任何作用,因为一者并不比另一者更具有能动性或受动性(因为相同的事物同样属于相似者),而只有不同(不相似)和有差异的事物在自然上才能相互作用和受容。
καὶ γὰρ ὅταν τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος φθείρηται, διὰ τὴν ἐναντίωσιν τοῦτό φασι πάσχειν· ἐναντίον γὰρ εἶναι τὸ πολὺ τῷ ὀλίγῳ.
因为他们说,当较小的火被较大的火熄灭(毁灭)时,这是由于对立的缘故而受容;因为多与少是对立的。
Δημόκριτος δὲ παρὰ τοὺς ἄλλους ἰδίως ἔλεξε μόνος· φησὶ γὰρ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι τό τε ποιοῦν καὶ τὸ πάσχον· οὐ γὰρ ἐγχωρεῖν τὰ ἕτερα καὶ διαφέροντα πάσχειν ὑπ᾿ ἀλλήλων, ἀλλὰ κἂν ἕτερα ὄντα ποιῇ τι εἰς ἄλληλα, οὐχ ᾗ ἕτερα ἀλλ᾿ ᾗ ταὐτόν τι ὑπάρχει, ταύτῃ τοῦτο συμβαίνειν αὐτοῖς.
但是,唯独德谟克利特提出了与他人不同的独特见解;因为他说,起作用者和受容者是同一且相似的;因为其他和有差异的事物不可能相互受容,而即使它们作为其他事物彼此产生某种作用,这也并非由于它们是其他事物,而是由于它们具有某种同一性,正是在这方面,这件事才发生在它们身上。
Τὰ μὲν οὖν λεγόμενα ταῦτ᾿ ἐστίν, ἐοίκασι δὲ οἱ τοῦτον τὸν τρόπον λέγοντες ὑπεναντία φαίνεσθαι λέγειν.
这些就是人们所说的话,但以这种方式说话的人似乎说的是相反的话。
αἴτίον δὲ τῆς ἐναντιολογίας ὅτι δέον ὅλον τι θεωρῆσαι μέρος τι τυγχάνουσι λέγοντες ἑκάτεροι·
这种对立(矛盾)的原因在于,他们本应考察某个整体,却各自只说了一部分。
τό τε γὰρ ὅμοιον καὶ τὸ πάντῃ πάντως ἀδιάφορον εὔλογον μὴ πάσχειν ὑπὸ τοῦ ὁμοίου μηδέν (τί γὰρ μᾶλλον θάτερον ἔσται ποιητικὸν ἢ θάτερον;
因为,相似的、且在任何方面、在任何意义上都没有差异的事物,不受相似事物的任何作用,这是合乎情理的(因为为什么一者会比另一者更具有能动性呢?
εἴ τε¹ ὑπὸ τοῦ ὁμοίου τι πάσχειν δυνατόν, καὶ αὐτὸ ὑφ᾿ αὐτοῦ· καίτοι τούτων οὕτως ἐχόντων οὐδὲν ἂν εἴη οὔτε ἄφθαρτον οὔτε ἀκίνητον, εἴπερ τὸ ὅμοιον ᾖ ὅμοιον ποιητικόν, αὐτὸ γὰρ αὑτὸ κινήσει πᾶν)· τό τε παντελῶς ἕτερον καὶ τὸ μηδαμῇ ταὐτὸν ὡσαύτως.
如果有什么东西能受相似之物的作用,它也会受自身的作用;然而如果事实是这样,若是相似者作为相似者具有能动性,那就没有任何东西是不可毁灭的或不动的了,因为万物都会使自身运动);对于完全其他、且在任何方面都不同一的事物来说也是同样。
οὐδὲν γὰρ ἂν πάθοι λευκότης ὑπὸ γραμμῆς ἢ γραμμὴ ὑπὸ λευκότητος, πλὴν εἰ μή που κατὰ συμβεβηκός, οἷον εἰ συμβέβηκε λευκὴν ἢ μέλαιναν εἶναι τὴν γραμμήν· οὐκ ἐξίστησι γὰρ ἄλληλα τῆς φύσεως ὅσα μήτ᾿ ἐναντία μήτ᾿ ἐξ ἐναντίων ἐστίν.
因为白(白度)不会受线条的作用,线条也不会受白的作用,除非是在偶然的意义上,例如如果线条偶然是白色或黑色的;因为凡是既非对立面也非由对立面构成的事物,都不会使彼此偏离其自然本性。
ἀλλ᾿ ἐπεὶ οὐ τὸ τυχὸν πέφυκε πάσ χειν καὶ ποιεῖν, ἀλλ᾿ ὅσα ἢ ἐναντία ἐστὶν ἢ ἐναντίωσιν ἔχει, ἀνάγκη καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον τῷ γένει μὲν ὅμοιον εἶναι καὶ ταὐτό, τῷ δ᾿ εἴδει ἀνόμοιον καὶ ἐναντίον (πέφυκε γὰρ σῶμα μὲν ὑπὸ σώματος, χυμὸς δ᾿ ὑπὸ χυμοῦ, χρῶμα δ᾿ ὑπὸ χρώματος πάσχειν, ὅλως δὲ τὸ ὁμογενὲς ὑπὸ τοῦ ὁμογενοῦς.
但是,既然不是任何偶然的事物在自然上都能受容和起作用,而只有那些要么是对立的、要么具有对立关系的事物,那么,起作用者和受容者在属(类)上必然是相似和同一的,而在种上则是不同和对立的(因为在自然上,物体受物体作用,味道受味道作用,颜色受颜色作用,总之,同属之物受同属之物作用。
τούτου δ᾿ αἴτιον ὅτι τἀναντία ἐν ταὐτῷ γένει πάντα, ποιεῖ δὲ καὶ πάσχει τἀναντία ὑπ᾿ ἀλλήλων), ὥστ᾿ ἀνάγκη πῶς μὲν εἶναι ταὐτὰ τό τε ποιοῦν καὶ τὸ πάσχον, πῶς δ᾿ ἕτερα καὶ ἀνόμοια ἀλλήλοις.
其原因在于,对立面都在同一个属中,而对立面彼此起作用和受容),因此,起作用者和受容者必然在某种意义上是同一的,而在另一种意义上则是彼此其他和不相似的。
ἐπεὶ δὲ καὶ τὸ πάσχον καὶ τὸ ποιοῦν τῷ μὲν γένει ταὐτὰ καὶ ὅμοια τῷ δ᾿ εἴδει ἀνόμοια, τοιαῦτα δὲ τἀναντία, φανερὸν ὅτι παθητικὰ καὶ ποιητικὰ ἀλλήλων ἐστὶ τά τ᾿ ἐναντία καὶ τὰ μεταξύ· καὶ γὰρ ὅλως φθορὰ καὶ γένεσις ἐν τούτοις.
既然受容者和起作用者在属上是同一和相似的,在种上是不相似的,而这样的事物就是对立面,那么显而易见,对立面以及它们之间(中间体)的事物是彼此受动和能动的;因为,总之,毁灭和生成就存在于这些事物之中。