Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.6

接触的定义以及动者与被动者的关系

第 12 段,共 34 段 · 希腊语

内容简介

亚里士多德论证了在探究元素与质料之前,必须首先规定接触、混合以及作用和受容等前置概念,并具体阐明了物理接触的条件以及动者与被动者之间接触的非对称性。

§1.66. Ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν, εἴτ᾿ ἔστιν εἴτε μή, καὶ πότερον ἀΐδιον ἕκαστον ἢ γίνεταί πως, καὶ εἰ γίνεται, πότερον ἐξ ἀλλήλων γίνεται πάντα τὸν αὐτὸν τρόπον ἤ τι πρῶτον ἓν αὐτῶν ἐστίν, ἀνάγκη δὴ πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγεται νῦν.
6. 既然我们必须首先讨论质料以及所谓的元素,它们是否存在,以及每一个是永恒的还是以某种方式生成的,如果它们生成,是否所有元素都以同样的方式相互生成,或者其中是否有某个单一的第一事物,那么就必须首先讨论目前尚未下定义而谈论的那些事情。
πάντες γὰρ οἵ τε τὰ στοιχεῖα γεννῶντες καὶ οἱ τὰ ἐκ τῶν στοιχείων διακρίσει χρῶνται καὶ συγκρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν.
因为所有产生元素的人,以及从元素中产生事物的人,都利用分离和结合,以及作用和受容。
ἔστι δ᾿ ἡ σύγκρισις μίξις· πῶς δὲ μίγνυσθαι λέγομεν. οὐ διώρισται σαφῶς.
而结合就是混合;但是我们所说的“混合”究竟指什么,尚未明确规定。
ἀλλὰ μὴν οὐδ᾿ ἀλλοιοῦσθαι δυνατόν, οὐδὲ διακρίνεσθαι καὶ συγκρίνεσθαι, μηδενὸς ποιοῦντος μηδὲ πάσχοντος·
然而,如果没有任何事物作用,也没有任何事物受容,那么既不可能发生质变,也不可能发生分离和结合。
καὶ γὰρ οἱ πλείω τὰ στοιχεῖα ποιοῦντες γεννῶσι τῷ ποιεῖν καὶ πάσχειν ὑπ᾿ ἀλλήλων, καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν, καὶ τοῦτ᾿ ὀρθῶς λέγει Διογένης, ὅτι εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ᾿ ἀλλήλων, οἷον τὸ θερμὸν ψύχεσθαι καὶ τοῦτο θερμαίνεσθαι πάλιν· οὐ γὰρ ἡ θερμότης μεταβάλλει καὶ ἡ ψυχρότης εἰς ἄλληλα, ἀλλὰ δῆλον ὅτι τὸ ὑποκείμενον.
因为,那些主张元素有多种的人是通过彼此之间的作用和受容来产生的,而对于那些主张由单一元素产生的人来说,也有必要讨论作用;第欧根尼说得对,如果万物不是由一个事物产生的,就不会有彼此之间的作用和受容,例如热的变冷,冷又变热;因为并不是热和冷本身相互转化,而显然是作为其基底的事物在发生变化。
ὥστε ἐν οἷς τὸ ποιεῖν ἐστὶ καὶ τὸ πάσχειν, ἀνάγκη τούτων μίαν εἶναι τὴν ὑποκειμένην φύσιν.
因此,在存在作用和受容的事物中,它们的基底本性必须是单一的。
τὸ μὲν οὖν πάντ᾿ εἶναι τοιαῦτα φάσκειν οὐκ ἀληθές, ἀλλ᾿ ἐν ὅσοις τὸ ὑπ᾿ ἀλλήλων ἐστίν.
因此,声称万物都是这样的并不真实,但在存在着彼此作用的事物中则是如此。
Ἀλλὰ μὴν εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ περὶ μίξεως θεωρητέον, ἀνάγκη καὶ περὶ ἁφῆς· οὔτε γὰρ ποιεῖν ταῦτα καὶ πάσχειν δύνάται κυρίως ἃ μὴ οἷόν τε ἅψασθαι ἀλλήλων, οὔτε μὴ ἁψάμενά πως ἐνδέχεται μιχθῆναι πρῶτον.
然而,如果必须研究作用、受容以及混合,那么也有必要研究接触;因为如果彼此不能接触,就不能在严格意义上进行作用和受容,如果在某种程度上没有接触,它们在最初就不可能混合。
ὥστε περὶ τριῶν τούτων διοριστέον, τί ἁφὴ καὶ τί μίξις καὶ τί ποίησις.
因此,我们必须对这三者进行规定:什么是接触,什么是混合,什么是作用。
Ἀρχὴν δὲ λάβωμεν τήνδε.
让我们以这个为起点。
ἀνάγκη γὰρ τῶν ὄντων ὅσοις ἐστὶ μίξις, εἶναι ταῦτ᾿ ἀλλήλων ἁπτικά· κἂν εἴ τι ποιεῖ, τὸ δὲ πάσχει κυρίως, καὶ τούτοις ὡσαύτως.
因为在存在混合的现存事物中,它们必然能够彼此接触;如果一个事物在严格意义上起作用,另一个事物受容,对于它们也是同样。
διὸ πρῶτον λεκτέον περὶ ἁφῆς.
因此,我们必须首先讨论接触。
σχεδὸν μὲν οὖν, ὥσπερ καὶ τῶν ἄλλων ὀνομάτων ἕκαστον λέγεται πολλαχῶς, καὶ τὰ μὲν ὁμωνύμως τὰ δὲ θάτερα ἀπὸ τῶν ἑτέρων καὶ τῶν προτέρων, οὕτως ἔχει καὶ περὶ ἁφῆς.
大致说来,正如其他每个名称都有多种意义一样,有些是同名异义的,有些是从其他事物或更在先的事物派生出来的,接触也是如此。
ὅμως δὲ τὸ κυρίως λεγόμενον ὑπάρχει τοῖς ἔχουσι θέσιν.
然而,在严格意义上所说的接触,属于那些具有位置的事物。
θέσις δ᾿ οἷσπερ καὶ τόπος· καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον ἁρὴν καὶ τόπον, εἴτ᾿ ἐστὶ κεχωρισμένον ἕκαστον αὐτῶν εἴτ᾿ ἄλλον τρόπον.
而位置又属于那些具有空间(场所)的事物;因为同样,我们也必须把接触和空间赋予数学对象,无论它们每一个是分离存在的,还是以其他方式存在的。
εἰ οὗν ἐστίν, ὥσπερ διωρίσθη πρότερον, τὸ ἅπτεσθι τὸ τὰ ἔσχατα ἔχειν ἅμα, ταῦτα ἂν ἅπτοιτο ἀλλήλων ὅσα διωρισμένα μεγέθη καὶ θέσιν ἔχοντα ἄμα ἔχει τὰ ἔσχατα.
因此,如果像以前所定义的那样,接触是指其边缘重合,那么,凡是具有特定大小(延长)和位置、且边缘重合的事物,就会彼此接触。
ἐπεὶ δὲ θέσις μὲν ὅσοις καὶ τόπος ὑπάρχει, τόπου δὲ διαφορὰ πρώτη τὸ ἄνω καὶ κάτω καὶ τὰ τοιαῦτα τῶν ἀντικειμένων, ἅπαντα τὰ ἀλλήλων ἁπτόμενα βάρος ἂν ἔχοι ἢ κουφότητα, ἢ ἄμφω ἢ θάτερον.
既然位置属于那些也具有空间的事物,而空间的最初区别是上和下,以及诸如此类的对立面,那么所有彼此接触的事物都具有重性或轻性,或两者皆有,或具有其中之一。
τὰ δὲ τοιαῦτα παθητικὰ καὶ ποιητικά· ὥστε φανερὸν ὅτι ταῦτα ἅπτεσθαι πέφυκεν ἀλλήλων, ὧν διῃρημένων μεγεθῶν ἅμα τὰ ἔσχατά ἐστιν, ὄντων κινητικῶν καὶ κινητῶν ὑπ᾿ ἀλλήλων.
而这些事物是受动的和能动的;因此显而易见,自然能够彼此接触的事物,是那些边缘重合的分裂的大小(延长),并且它们能够相互推动(运动)和被推动。
ἐπεὶ δὲ τὸ κινοῦν οὐχ ὁμοίως κινεῖ τὸ κινούμενον, ἀλλὰ τὸ μὲν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν, τὸ δ᾿ ἀκίνητον ὄν, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ποιοῦντος ἐροῦμεν ὡσαύτως· καὶ γὰρ τὸ κινοῦν ποιεῖν τί φασι καὶ τὸ ποιοῦν κινεῖν.
既然推动者(动者)推动被推动者的方式并不相同,而是其中一者必须在推动时自身也发生运动,而另一者则是不动的,那么显然我们对于起作用者(能动者)也要同样说;因为人们确实说推动者起某种作用,起作用者也在推动。
οὐ μὴν ἀλλὰ διαφέρει γε καὶ δεῖ διορίζειν· οὐ γὰρ οἷόν τε πᾶν τὸ κινοῦν ποιεῖν, εἴπερ τὸ ποιοῦν ἀντιθήσομεν τῷ πάσχοντι, τοῦτο δ᾿ οἷς ἡ κίνησις πάθος, πάθος δὲ καθ᾿ ὅσον ἀλλοιοῦται μόνον, οἷον τὸ λευκὸν καὶ τὸ θερμόν· ἀλλὰ τὸ κινεῖν ἐπὶ πλέον τοῦ ποιεῖν ἐστίν.
然而,它们确实有所不同,必须予以规定;因为并不是所有推动者都在起作用,如果我们把起作用者与受容者对立起来,而受容(被动)属于那些以运动为受容(状态变化)的事物,且受容仅在它发生质变(如变白或变热)的限度内存在;但推动(运动)的范围比作用(能动)更广。
ἐκεῖνο δ᾿ οὖν φανερόν, ὅτι ἔστι μὲν ὡς τὰ κινοῦντα τῶν κινητῶν ἅπτοιτ᾿ ἄν, ἔστι δ᾿ ὡς οὔ.
无论如何,显而易见的是,一方面存在着推动者可以接触被推动者的情况,另一方面也存在着不接触的情况。
ἀλλ᾿ ὁ διορισμὸς τοῦ ἅπτεσθαι καθόλου μὲν ὁ τῶν θέσιν ἐχόντων καὶ τοῦ μὲν κινητικοῦ τοῦ δὲ κινητοῦ, πρὸς ἄλληλα δέ, κινητικοῦ καὶ κινητοῦ ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ τὸ πάσχειν.
但是接触的规定,在普遍意义上是关于具有位置之物的规定,也是关于一者能推动而另一者能被推动之物的规定,而彼此之间的规定,则是关于存在着作用和受容的事物中,推动者和被推动者的规定。
ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον ἁπτομένου ἁπτόμενον· καὶ γὰρ κινεῖ κινούμενα πάντα σχεδὸν τὰ ἐμποδών, ὅσοις ἀνάγκη καὶ φαίνεται τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου·
那么,在大多数情况下,接触者与被它接触者是相互接触的;因为我们周围几乎所有事物都是在被推动的同时推动其他事物,在这些事物中,接触者与被它接触者必然相互接触,而且看起来也是如此。
ἔστι δ᾿, ὡς ἐνίοτέ φαμεν, τὸ κινοῦν ἅπτεσθσι μόνον τοῦ κινουμένου, τὸ δ᾿ ἁπτόμενον μὴ ἅπτεσθαι ἀπτομένου· ἀλλὰ διὰ τὸ κινεῖν κινούμενα τὰ ὁμογενῆ, ἀνάγκη δοκεῖ εἶναι ἁπτομένου ἅπτεσθαι.
但是,正如我们有时所说,推动者仅仅接触被推动者,而被接触者却不接触接触它的事物;但是因为同类事物在被推动的同时进行推动,这就被认为必然是接触者与接触它的事物相互接触。
ὥστε εἴ τι κινεῖ ἀκίνητον ὄν, ἐκεῖνο μὲν ἂν ἅπτοιτο τοῦ κινητοῦ, ἐκείνου δὲ οὐδέν· φαμὲν γὰρ ἐνίοτε τὸν λυποῦντα ἅπτεσθαι ἡμῶν, ἀλλ᾿ οὐκ αὐτοὶ ἐκείνου.
因此,如果有什么东西在不动的情况下推动,它就会接触被推动者,但后者根本不接触它;因为我们有时说,令人悲伤的人触动了我们,而我们自己并没有触及他。
περὶ μὲν οὖν ἁφῆς τῆς ἐν τοῖς φυσικοῖς διωρίσθω τοῦτον τὸν τρόπον.
因此,关于自然物中的接触,就以此种方式予以规定。

词汇与语法注释

  1. 322b11εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ᾿ ἀλλήλων — 引用自阿波罗尼亚的第欧根尼。该句采用与过去事实相反的虚拟条件句结构,条件从句使用 εἰ 搭配直陈式过去时(ἦν),主句使用 ἄν 搭配直陈式过去时(ἦν)。这展示了一种逻辑:若非万物皆源于单一且共同的基底质料,那么自然界中所观察到的相互作用与受容(能动与受动)在根本上是不可能成立的。
  2. 323a3ταῦτα ἂν ἅπτοιτο ἀλλήλων ὅσα διωρισμένα μεγέθη καὶ θέσιν ἔχοντα ἅμα ἔχει τὰ ἔσχατα — 主句为 ταῦτα ἂν ἅπτοιτο ἀλλήλων(动词采用 ἄν 搭配祈愿式,表示潜在可能性),由关系词 ὅσα 引导的关系从句限制性地修饰先行词 ταῦτα。在关系从句中,针对复数主格关系代词 ὅσα,中性复数主格短语 διωρισμένα μεγέθη(“确定的大小”)和分词短语 θέσιν ἔχοντα(“具有位置”)同位语式地补充主语属性,并伴随副词 ἅμα(“共同”)支配及物动词 ἔχει(“具有”)的宾语 τὰ ἔσχατα(“边缘”)。
  3. 323a25τὸ ἁπτόμενον ἁπτομένου ἁπτόμενον — 一种复杂的句法结构,其中名词化的主动分词 τὸ ἁπτόμενον(“接触者”)作主语。对此,同样名词化的属格分词 ἁπτομένου(此处指“自身被接触的对方”或“相互接触之物”)作为表语性分词 ἁπτόμενον(“处于接触状态”)的属格支配补语。这种语法上的叠语形式,生动地表现了物理接触在根本上是相互作用且对称的(即一物触及他物时,他物亦触及该物)。

引用这一段

亚里士多德, 论生成和消灭 §1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。