§1.5#3Ἐπεὶ δὲ διηπόρηται περὶ αὐτῶν ἱκανῶς, δεῖ καὶ τῆς ἀπορίας πειρᾶσθαι λύσιν εὑρεῖν, σώζοντας τὸ ὑπομένοντός τε τοῦ αὐξανομένου καὶ προσιόντος τινὸς αὐξάνεσθαι, ἀπιόντος δὲ φθίνειν, ἔτι δὲ τὸ ὁτιοῦν σημεῖον αἰσθητὸν ἢ μεῖζον ἢ ἔλαττον γεγονέναι, καὶ μήτε κενὸν εἶναι τὸ σῶμα μήτε δύο ἐν τῷ αὐτῷ τόπῳ μεγέθη μήτε ἀσωμάτῳ αὐξάνεσθαι.
既然关于这些问题已经进行了充分的讨论,我们也必须努力寻找到这些疑难的解决方法,一方面保持“增长着的事物持续存在,且因某物的加入而增长、因某物的离开而减少”这一前提,以及“任何可感知的点都变大或变小”这一特征,而且身体既非虚空、在同一地方也非有两个大小,亦非通过非物体之物而增长。
ληπτέον δὲ τὸ αἴτιον διορισαμένοις πρῶτον ἐν μὲν ὅτι τὰ ἀνομοιομερῆ αὐξάνεται τῷ τὰ ὁμοιομερῆ αὐξάνεσθαι (σύγκειται γὰρ ἐκ τούτων ἕκαστον), ἔπειθ᾿ ὅτι σὰρξ καὶ ὀστοῦν καὶ ἕκαστον τῶν τοιούτων μορίων ἐστὶ διττόν, ὥσπερ καὶ τῶν ἄλλων τῶν ἐν ὕλῃ εἶδος ἐχόντων· καὶ γὰρ ἡ ὕλη λέγεται καὶ τὸ εἶδος σὰρξ ἢ ὀστοῦν.
我们必须在首先做出如下区分的情况下来把握其原因:第一,不均等部分是通过均等部分的增长而增长的(因为前者中的每一个都是由后者构成的);第二,肉、骨以及每一个此类部分都是双重的,正如其他在质料中具有形相的事物一样(因为质料和形相都被称为肉或骨)。
τὸ οὖν ὁτιοῦν μέρος αὐξάνεσθαι καὶ προσιόντος τινὸς κατὰ μὲν τὸ εἶδός ἐστιν ἐνδεχόμενον, κατὰ δὲ τὴν ὕλην οὐκ ἔστιν.
因此,任何部分在有某物加入的情况下增长,就形相而言是可能的,就质料而言则是不可能的。
δεῖ γὰρ νοῆσαι ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ ὕδωρ· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο τὸ γινόμενον.
因为必须将其理解为,正如有人用同一容器来量水一样;因为那生成的水总是不断在变。
οὕτω δ᾿ αὐξάνεται ἡ ὕλη τῆς σαρκός, καὶ οὐχ ὁτῳοῦν παντὶ προσγίνεται, ἀλλὰ τὸ μὲν ὑπεκρεῖ τὸ δὲ προσέρχεται, τοῦ δὲ σχήματος καὶ τοῦ εἴδους ὁτῳοῦν μορίῳ.
肉的质料也是这样增长的,它并不是加到每一个部分上,而是一部分流走,另一部分加入,但它加到了外形和形相的任何一个部分上。
ἐπὶ δὲ τῶν ἀνομοιομερῶν τοῦτο μᾶλλον δῆλον, οἷον χειρός, ὅτι ἀνάλογον ηὔξηται· ἡ γὰρ ὕλη ἑτέρα οὖσα δήλη μᾶλλον τοῦ εἴδους ἐνταῦθα ἢ ἐπὶ σαρκὸς καὶ τῶν ὁμοιομερῶν· διὸ καὶ τεθνεῶτος μᾶλλον ἂν δόξειεν εἶναι ἔτι σὰρξ καὶ ὀστοῦν ἢ χεὶρ καὶ βραχίων.
在不均等部分(例如手)中,这一点更为明显,因为它是按比例增长的;因为在这里,质料作为相异者,比形相更为明显,这比在肉和均等部分中更为明显;因此,即使对于死者,肉和骨头似乎仍比手和手臂更存在着。
ὥστε ἔστι μὲν ὡς ὁτιοῦν τῆς σαρκὸς ηὔξηται, ἔστι δ᾿ ὡς οὔ. κατὰ μὲν γὰρ τὸ εἶδος ὁτῳοῦν προσελήλυθεν, κατὰ δὲ τὴν ὕλην οὔ.
所以,在某种意义上肉的任何部分都增长了,在另一种意义上则没有;因为就形相而言,某物已加到任何部分,但就质料而言则没有。
μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον, μεταβάλλοντος δὲ εἰς τὸ αὐτὸ εἶδος, οἷον εἰ ξηρῷ προσίοι ὑγρόν, προσελθὸν δὲ μεταβάλοι καὶ γένοιτο ξηρόν· ἔστι μὲν γὰρ ὡς τὸ ὅμοιον ὁμοίῳ αὐξάνεται, ἔστι δ᾿ ὡς τὸ ἀνόμοιον¹ ἀνομοίῳ.
然而,整体变大,是由于被称为食物且为相反者的某物加入,并转变为相同的形相,例如,如果湿加入到干,加入后转变成干;因为在某种意义上是同类通过同类增长,在另一种意义上则是异类通过异类增长。
Ἀπορήσειε δ᾿ ἄν τις ποῖόν τι δεῖ εἶναι τὸ ᾧ αὐξάνεται.
有人可能会问,以此使其增长之物必须是何种事物。
φανερὸν δὴ ὅτι δυνάμει ἐκεῖνο, οἷον εἰ σάρξ, δυνάμει σάρκα.
显然,它必须潜在地是那物;例如若是肉,则潜在地是肉。
ἐντελεχείᾳ ἄρα ἄλλο· φθαρὲν δὴ τοῦτο σὰρξ γέγονεν.
因此在现实中它是别的事物;而这一事物被消灭后,变成了肉。
οὐκοῦν οὐκ αὐτὸ καθ᾿ αὑτό (γένεσις γὰρ ἂν ἦν, οὐκ αὔξησις)· ἀλλὰ τὸ αὐξανόμενον τούτῳ.
因此,它不是靠自身(因为那是生成,而非增长),而是增长着之物通过它[得以增长]。
τί οὖν παθὸν ὑπὸ τούτου 1;
那么,它因此承受了什么作用?
ἢ μιχθέν, ὥσπερ οἴνῳ εἴ τις ἐπιχέοι ὕδωρ, ὁ δὲ δύναιτο οἶνον ποιεῖν τὸ μιχθέν;
或者是混合了,就像有人往葡萄酒中注入水,而葡萄酒能够使混合物变成葡萄酒一样?
καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ, οὕτως ἐν τῷ αὐξανομένῳ καὶ ὄντι ἐντελεχείᾳ σαρκὶ τὸ ἐνὸν αὐξητικὸν προσελθόντος δυνάμει σαρκὸς ἐποίησεν ἐντελεχείᾳ σάρκα.
正如火触及可燃物一样,在增长着且现实中是肉的事物中,内在的增长能力在潜在之肉加入时,使其变成了现实的肉。
οὐκοῦν ἄμα ὄντος· εἰ γὰρ χωρίς, γένεσις.
因此,这是在它们共存时发生的;因为如果分离开来,就是生成。
ἔστι μὲν γὰρ οὕτω πῦρ ποιῆσαι ἐπὶ τὸ ὑπάρχον ἐπιθέντα ξύλα.
因为的确,通过在已有的火上添柴可以生火。
ἀλλ᾿ οὕτω μὲν αὔξησις, ὅταν δὲ αὐτὰ τὰ ξύλα ἁφθῇ, γένεσις.
但这样算是增长,而当这些木柴本身被点燃时,则是生成。
Ποσὸν δὲ τὸ μὲν καθόλου οὐ γίνεται, ὥσπερ οὐδὲ ζῷον ὃ μήτ᾿ ἄνθρωπος μήτε τῶν καθ᾿ ἕκαστα· ἀλλ᾿ ὡς ἐνταῦθα τὸ καθόλου, κἀκεῖ τὸ ποσόν.
而一般的数量并不会生成,正如既非人也非任何个别事物的“动物”并不会生成一样;但是正如普遍者存在于前者中,数量也存在于后者中。
σὰρξ δὲ ἢ ὀστοῦν ἢ χεὶρ καὶ τούτων τὰ ὁμοιομερῆ, προσελθόντος μὲν δή τινος ποσοῦ, ἀλλ᾿ οὐ σαρκὸς ποσῆς.
肉、骨或手,以及这些事物的均等部分,是通过某种数量的加入而[增长的],但并不是某种“肉的数量”的加入。
ᾗ μὲν οὖν δυνάμει τὸ συναμφότερον, οἷον ποσὴ σάρξ, ταύτῃ μὲν αὔξει· καὶ γὰρ ποσὴν δεῖ γενέσθαι καὶ σάρκα· ᾗ δὲ μόνον σάρξ, τρέφει· ταύτῃ γὰρ διαφέρει τροφὴ καὶ αὔξησις τῷ λόγῳ.
因此,在它潜在地是两者结合(例如某种数量的肉)的意义上,它在此方面使事物增长;因为这里必须生成数量,也生成肉;而在它仅仅是肉的意义上,它滋养;因为在定义上,食物与增长就是在此方面有所不同。
διὸ τρέφεται μὲν ἕως ἂν σώζηται καὶ φθῖνον,² αὐξάνεται δὲ οὐκ ἀεί.
因此,即使在减少时,只要它被保存,它就受到滋养,但它并不总是增长。
καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δ᾿ εἶναι ἄλλο· ᾗ μὲν γάρ ἐστι τὸ προσιὸν δυνάμει ποσὴ σάρξ, ταύτῃ μὲν αὐξητικὸν σαρκός, ᾗ δὲ μόνον δυνάμει σάρξ, τροφή.
而且食物和增长在主体上是同一的,但在本性上是不同的;因为,在加入之物潜在地是某种数量的肉的意义上,它在此方面使肉增长,而在它仅仅潜在地是肉的意义上,它是食物。
Τοῦτο δὲ τὸ εἶδος [ἄνευ ὕλης],1 οἷον αὐλός,²δύναμίς τις ἐν ὕλῃ ἐστίν.
而这种[没有质料的]形相(例如管子)是质料中的某种能力。
ἐὰν δέ τις προσίῃ ὕλη, οὖσα δυνάμει αὐλός,² ἔχουσα καὶ τὸ ποσὸν δυνάμει, οὖτοι ἔσονται μείζους αὐλοί.
如果有某种质料加入,它潜在地是管子,且潜在地具有数量,那么这些管子就会变得更大。
2 ἐὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλ᾿ οἷον ὕδωρ οἴνῳ ἀεὶ πλεῖον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσιν ποιεῖται τοῦ ποσοῦ, τὸ δ᾿ εἶδος μένει.
但如果它不再能起这种作用,而是像水与葡萄酒混合、水越加越多最终使其变淡并变成水一样,那时它就会引起数量上的减少,而形相仍然存留。