Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.5#1

增长与减少的特征及其底层质料

第 9 段,共 34 段 · 希腊语

内容简介

亚里士多德讨论了增长与减少,指出它们与生成和质变的不同不仅在于变化的媒介,还在于变化的方式(空间上的扩张和收缩)。他进一步论证了为什么作为增长之基础的质料不能是非物体的或无大小的,而必须总是内在于物体之中。

§1.5#15 Περὶ δὲ αὐξήσεως λοιπὸν εἰπεῖν, τί τε διαφέρει γενέσεως καὶ ἀλλοιώσεως, καὶ πῶς αὐξάνεται τῶν αὐξανομένων ἕκαστον καὶ φθίνει ὁτιοῦν τῶν φθινόντων.
5. 接下来剩下要谈论的是增长,即它与生成和质变有何不同,以及每一个增长着的事物如何增长,任何减少着的事物如何减少。
σκεπτέον δὴ πρῶτον πότερον μόνως ἐν τῷ περὶ ὅ ἐστιν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά, οἶον ὅτι ἡ μὲν ἐκ τοῦδε εἰς τόδε μεταβολή, οἶον ἐκ δυνάμει οὐσίας εἰς ἐντελεχείᾳ οὐσίαν, γένεσίς ἐστιν, ἡ δὲ περὶ μέγεθος αὔξησις, ἡ δὲ περὶ πάθος ἀλλοίωσις· ἀμφότερα δὲ ἐκ δυνάμει ὄντων εἰς ἐντελέχειαν μεταβολὴ τῶν εἰρημένων ἐστίν, ἢ καὶ ὁ τρόπος διαφέρει τῆς μεταβολῆς·
所以,我们必须首先考察,它们彼此之间的区别是否仅仅在于它们“关于什么”——例如,从这个到那个的变化(如从潜能的实体到现实的实体)是生成,而关于大小的变化是增长,关于性质的变化是质变;且上述两者都是从潜能的存在向现实的变化——或者变化的“方式”是否也不同。
φαίνεται γὰρ τὸ μὲν ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης μεταβάλλον κατὰ τόπον, οὐδὲ τὸ γινόμενον, τὸ δ᾿ αὐξανόμενον καὶ τὸ φθῖνον, ἄλλον δὲ τρόπον τοῦ φερομένου.
因为发生质变的东西并不必然在空间上发生变化,生成的东西也不必然如此,但增长着和减少着的东西却会,而且其方式与被携带运动(位移)之物的方式不同。
τὸ μὲν γὰρ φερόμενον ὅλον ἀλλάττει τόπον, τὸ δ᾿ αὐξανόμενον ὥσπερ τὸ ἐλαυνόμενον· τούτου γὰρ μένοντος τὰ μόρια μεταβάλλει κατὰ τόπον, οὐχ ὥσπερ τὰ τῆς σφαίρας· τὰ μὲν γὰρ ἐν τῷ ἴσῳ τόπῳ μεταβάλλει τοῦ ὅλου μένοντος, τὰ δὲ τοῦ αὐξανομένου ἀεὶ ἐπὶ πλείω τόπον, ἐπ᾿ ἐλάττω δὲ τὰ τοῦ φθίνοντος.
因为位移之物是整体改变空间,而增长之物则像被展宽的金属一样;因为在后者保持原位的同时,其各个部分在空间上发生变化,但并不像球体的部分那样;因为球体的部分是在整个球体保持不动的情况下在相等的空间内发生变化,而增长之物的各个部分总是向更广的空间变化,减少之物的各个部分则向更小的空间变化。
Ὅτι μὲν οὖν ἡ μεταβολὴ διαφέρει οὐ μόνον περὶ ὅ ἀλλὰ καὶ ὣς τοῦ τε γινομένου καὶ ἀλλοιουμένου καὶ αὐξανομένου, δῆλον.
因此,生成之物、质变之物与增长之物的变化,其区别不仅在于“关于什么”而且还在于“如何”,这是很明显的。
περὶ δὲ ὅ ἐστιν ἡ μεταβολὴ ἡ τῆς αὐξήσεως καὶ ἡ τῆς φθίσεως (περὶ μέγεθος δὲ δοκεῖ εἶναι τὸ αὐξάνεσθαι καὶ φθίνει), ποτέρως ὑποληπτέον, πότερον ἐκ δυνάμει μὲν μεγέθους καὶ σώματος, ἐντελεχείᾳ δ᾿ ἀσωμάτου καὶ ἀμεγέθους γίνεσθαι σῶμα καὶ μέγεθος, καὶ τούτου διχῶς ἐνδεχομένου λέγειν, ποτέρως ἡ αὔξησις γίνεται;
但是关于增长与减少的变化是“关于什么”(而增长与减少似乎是关于大小的),我们应当以两种方式中的哪一种来理解它? 难道物体和大小是由潜在是大小和物体、而现实是非物体且没有大小的东西生成的吗? 既然对此可以有两种解释,那么增长是以哪一种方式发生的呢?
πότερον ἐκ κεχωρισμένης αὐτῆς καθ᾿ αὐτὴν τῆς ὕλης, ἢ ἐνυπαρχούσης ἐν ἄλλῳ σώματι;
是从自身独立分离的质料中,还是从存在于另一个物体之内的质料中?
ἢ ἀδύνατον ἀμφοτέρως;
或者两种方式都不可能?
χωριστὴ μὲν γὰρ οὖσα ἢ οὐδένα καθέξει τόπον, [ἢ] οἷον στιγμή τις, ἢ κενὸν ἔσται ἢ σῶμα οὐκ αἰσθητόν.
因为,如果它是分离的,它要么不占任何空间(好比一个点),要么将是虚空,要么将是不可感觉的物体。
τούτων δὲ τὸ μὲν οὐκ ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἔν τινι εἶναι· ἀεὶ γάρ που ἔσται τὸ γινόμενον ἐξ αὐτοῦ, ὥστε κἀκεῖνο, ἢ καθ᾿ αὐτὸ ἢ κατὰ συμβεβηκός.
然而在这些情况中,前者是不可能的,而后者则必然存在于某物之中;因为由它生成的东西总是要在某个地方,因而那个东西也必须在某个地方,无论是其自身还是依偶性。
ἀλλὰ μὴν εἴ γ᾿ ἔν τινι ὑπάρξει, εἰ μὲν κεχωρισμένον οὕτως ὥστε μὴ ἐκείνου καθ᾿ αὑτὸ ἢ κατὰ συμβεβηκός τι εἶναι, συμβήσεται πολλὰ καὶ ἀδύνατα.
但如果它确实存在于某物之中,却又如此分离,以至于它既不是那物本有的也不是其偶性的任何东西,那么就会导致许多不可能的后果。
λέγω δ᾿ οἶον εἰ γίνεται ἀὴρ ἐξ ὕδατος, οὐ τοῦ ὕδατος ἔσται μεταβάλλοντος, ἀλλὰ διὰ τὸ ὥσπερ ἐν ἀγγείῳ τῷ ὕδατι ἐνεῖναι τὴν ὕλην αὐτοῦ.
我是说,例如,如果由水生成空气,这不是因为水发生了变化,而是因为它的质料就像在容器中一样存在于水里。
ἀπείρους γὰρ οὐδὲν κωλύει ὕλας εἶναι, ὥστε καὶ γίνεσθαι ἐντελεχείᾳ.
因为没有什么能阻碍存在着无限多的质料,以至于它们也变成现实的存在。
ἔτι δ᾿ οὐδ᾿ οὕτω φαίνεται γινόμενος ἀὴρ ἐξ ὕδατος, οἶον ἐξιὼν ὑπομένοντος.
此外,空气由水生成也并不显得是这种方式,即当水保持不动时,它像是从其中走出来一样。
Bέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην ὡς οὗσαν τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ, τῷ λόγῳ δὲ μὴ μίαν.
因此,最好在所有情况下都使质料成为不可分离的,视其在数目上是同一且单一的,但在定义上不是单一的。
ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον οὐδὲ γραμμὰς τὴν τοῦ σώματος ὕλην διὰ τὰς αὐτὰς αἰτίας.
然而,由于同样的原因,我们也不应该将点或线设定为物体的质料。
ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη, ἣν οὐδέποτ᾿ ἄνευ πάθους οἶόν τε εἶναι οὐδ᾿ ἄνευ μορφῆς.
相反,以这些为极限的那个东西才是质料,它绝不可能在没有性质或没有形式的情况下存在。
γίνεται μὲν οὖν ἀπλῶς ἕτερον ἐξ ἑτέρου, ὥσπερ καὶ ἐν ἄλλοις διώρισται, καὶ ὑπό τινος δὲ ἐντελεχείᾳ ὄντος ἢ ὁμοιοειδοῦς ἢ ὁμογενοῦς, οἶον πῦρ ὑπὸ πυρὸς ἢ ἄνθρωπος ὑπ᾿ ἀνθρώπου, ἢ ὑπ᾿ ἐντελεχείας· σκληρὸν γὰρ οὐχ ὑπὸ σκληροῦ γίνεται.
所以,一个东西端地由另一个东西生成,正如在其他著作中所规定的一样,而且是由某种现实地存在着的东西引起的,这东西要么是同形的,要么是同族的(例如,火由火生成,人由人生成),或者是由于某种现实态(因为硬的东西并不是由硬的东西生成的)。
ἐπεὶ δ᾿ ἐστὶ καὶ οὐσίας ὕλη σωματικῆς, σώματος δ᾿ ἥδη τοιουδί (σῶμα γὰρ κοινὸν οὐδέν), ἡ αὐτὴ καὶ μεγέθους καὶ πάθους ἐστί, τῷ μὲν λόγῳ χωριστή, τόπῳ δ᾿ οὐ χωριστή, εἰ μὴ καὶ τὰ πάθη χωριστά.
既然存在着身体性实体的质料,而且已经是某种特定物体的质料(因为没有什么共同的抽象物体),这同一种质料也就是大小和性质的质料,它在定义上是可分离的,但在空间上是不可分离的,除非性质本身也是可分离的。
Φανερὸν δὴ ἐκ τῶν διηπορημένων ὅτι οὐκ ἔστιν ἡ αὔξησις μεταβολὴ ἐκ δυνάμει μεγέθους, ἐντελεχείᾳ δὲ μηδὲν ἔχοντος μέγεθος· χωριστὸν γὰρ ἂν εἴη τὸ κενόν, τοῦτο δ᾿ ὅττι ἀδύνατον, εἴρηται ἐν ἑτέροις πρότερον.
因此,从讨论过的难点中很明显,增长并不是从潜在是大小、而现实中没有任何大小的状态中发生的变化;因为否则的话,虚空就会是可分离的,而这之不可能,已经在先前的其他著作中说过了。
ἔτι δ᾿ ἥ γε τοιαύτη μεταβολὴ οὐκ αὐξήσεως ὄδιος ἀλλὰ γενέσεως· ἡ γὰρ αὔξησίς ἐστι τοῦ ἐνυπάρχοντος μεγέθους ἐπίδοσις, ἡ δὲ φθίσις μείωσις (διὸ δὴ ἔχειν τι δεῖ μέγεθος τὸ αὐξανόμενον), ὥστ᾿ οὐκ ἐξ ἀμεγέθους ὕλης δεῖ εἶναι τὴν αὔξησιν εἰς ἐντελέχειαν μεγέθους· γένεσις γὰρ ἂν εἴη σώματος μᾶλλον, οὐκ αὔξησις.
此外,这种变化也不是增长所特有的,而是生成所特有的;因为增长是已有大小的增加,而减少则是其缩减(所以,增长着的事物必须具有某种大小),因此,增长决不能是由没有大小的质料向大小之现实态的变化;因为那宁可是物体的生成,而不是增长。
ληπτέον δὴ μᾶλλον οἷον ἁπτομένους τῆς ζητήσεως ἐξ ἀρχῆς, ποίου τινὸς ὄντος τοῦ αὐξάνεσθαι ἢ τοῦ φθίνειν τὰ αἴτια ζητοῦμεν.
因此,我们应当宁可像是从头着手探究那样,重新把握:我们在寻求其原因的“增长”或“减少”究竟是何种性质的事情。

词汇与语法注释

  1. 1.5#1πότερον μόνως ἐν τῷ περὶ ὅ ἐστιν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά... ἢ καὶ... — πότερον ... ἢ καὶ ...(“是否……或者也……”)的关联结构。前半部分探讨生成、增长和质变之间的区别是否仅在于“关于什么”(περὶ ὅ,变化的媒介/对象),后半部分(ἢ καὶ ὁ τρόπος διαφέρει)则形成对比,询问其变化的“方式”(ὁ τρόπος)是否也不同。μόνως 修饰 ἐν τῷ περὶ ὅ ἐστιν,意为“仅仅在于关于什么”。
  2. 1.5#1τούτου γὰρ μένοντος τὰ μόρια μεταβάλλει κατὰ τόπον — 使用了属格独立结构 τούτου μένοντος(“在此物保持不动时”),与主句的主语 τὰ μόρια(“各个部分”)相对比。这表明各个部分在空间上发生变化,但与球体运动(各个部分在相同的总体积内移动)不同,这里整体所占的空间发生了扩大(或缩小)的变化。
  3. 1.5#1τούτων δὲ τὸ μὲν οὐκ ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἔν τινι εἶναι — τούτων(“在这些当中”)指前句中提到的三种可能性:点、虚空、或不可感觉的物体。τὸ μὲν(“前者”)指的是不可能的情况(即点或虚空),而τὸ δὲ(“后者”)指的是必然存在于某物之中的情况(即不可感觉的物体)。这一不对称的对比旨在否定质料完全不存在或不具有空间属性的极端观点。

引用这一段

亚里士多德, 论生成和消灭 §1.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。