Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.5#2

增长与减少的难点及增长的三大特征

第 10 段,共 34 段 · 希腊语

内容简介

亚里士多德提出了定义增长与减少时遇到的困难,指出无论是通过非物体还是通过物体来实现增长都是不可能的,并将增长与单纯的生成(如水生成空气)区分开来。他概述了增长的三个基本特征(部分的变大、外物的加入、主体的存续),并探讨了增长主体与所添加的食物是否都发生了增长。

§1.5#2Φαίνεται δὴ τοῦ αὐξανομένου ὁτιοῦν μέρος ηὐξῆσθαι, ὁμοίως δὲ καὶ ἐν τῷ φθίνειν ἔλαττον γεγονέναι, ἔτι δὲ προσιόντος τινὸς αὐξάνεσθαι καὶ ἀπιόντος φθίνειν.
显然,增长着的事物的任何部分都增长了,同样,在减少时任何部分都变小了;此外,由于某物的加入而增长,由于某物的离开而减少。
ἀναγκαῖον δὴ ἢ ἀσωμάτῳ αὐξάνεσθαι ἢ σώματι.
因此,增长必然是通过非物体之物或通过物体发生的。
εἰ μὲν οὖν ἀσωμάτῳ, ἔσται χωριστὸν τὸ κενόν· ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν, ὥσπερ εἴρηται πρότερον·
如果通过非物体之物,分离的虚空将存在;但在大小上质料是不可分离的,正如先前所说。
εἰ δὲ σώματι, δύο ἐν τῷ αὐτῷ σώματα τόπῳ ἔσται, τό τε αὐξόμενον καὶ τὸ αὖξον· ἔστι δὲ καὶ τοῦτο ἀδύνατον.
如果通过物体,在同一地方将有两个物体,即增长着之物与使其增长之物;而这同样是不可能的。
ἀλλὰ μὴν οὐδ᾿ οὕτως ἐνδέχεται λέγειν γίνεσθαι τὴν αὔξησιν καὶ τὴν φθίσιν, ὥσπερ ὅταν ἐξ ὕδατος ἀήρ· τότε γὰρ μείζων ὁ ὄγκος γέγονεν· οὐ γὰρ αὔξησις τοῦτο ἀλλὰ γένεσις μὲν τοῦ εἰς A μετέβαλεν ἔσται, φθορὰ δὲ τοῦ ἐναντίου· αὔξησις δὲ οὐδετέρου, ἀλλ᾿ ἢ οὐδενὸς ἢ εἴ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τῷ γινομένῳ καὶ τῷ φθαρέντι, οἷον εἰ σῶμα.
然而,也不能说增长和减少是以水生成空气时那样的方式发生的;因为那时体积变大了;因为这不是增长,而是所变成之物的生成,以及其相反之物的消灭;它不是这两者中任何一个的增长,除非是什么都不是,或者是两者所共有的东西(如果是物体的话)在增长,即生成之物与消灭之物所共有的东西。
τὸ δ᾿ ὕδωρ οὐκ ηὔξηται οὐδ᾿ ὁ ἀήρ, ἀλλὰ τὸ μὲν ἀπόλωλε τὸ δὲ γέγονεν· τὸ σῶμα δέ, εἴπερ, ηὔξηται.
但水没有增长,空气也没有增长,而是一方消灭了,另一方生成了;如果是物体,它才增长了。
ἀλλὰ καὶ τοῦτ᾿ ἀδύνατον.
但这也是不可能的。
δεῖ γὰρ σώζειν τῷ λόγῳ τὰ ὑπάρχοντα τῷ αὐξανομένῳ καὶ φθίνοντι.
因为我们必须在论述中保留属于增长和减少之物的特征。
ταῦτα δὲ τρία εστίν, ὧν ἓν μέν ἐστι τὸ ὁτιοῦν μέρος μεῖζον γίγνεσθαι τοῦ αὐξανομένου μεγέθους, οἷον εἰ σὰρξ τῆς σαρκός, καὶ προσιόντος τινός, καὶ τρίτον σωζομένου τοῦ αὐξανομένου καὶ ὑπομένοντος·
这些特征有三个,其中之一是增长着的大小之任何部分都变大(例如肉之于肉),其二是由于某物的加入,其三是增长着之物得以保留和存续。
ἐν μὲν γὰρ τῷ γίνεσθαί τι ἀπλῶς ἢ φθείρεσθαι οὐχ ὑπομένει, ἐν δὲ τῷ ἀλλοιοῦσθαι ἢ αὐξάνεσθαι ἢ φθίνειν ὑπομένει τὸ αὐτὸ τὸ αὐξανόμενον ἢ ἀλλοιούμενον· ἀλλ᾿ ἔνθα μὲν τὸ πάθος ἔνθα δὲ τὸ μέγεθος τὸ αὐτὸ οὐ μένει.
因为在某物端地生成或消灭的情况下,它并不存续,但在质变、增长或减少的情况下,那同一事物,即增长着或质变着的事物本身是存续的;但在前一种情况下性质不保持同一,在后一种情况下大小本身不保持同一。
εἰ δὴ ἔσται ἡ εἰρημένη αὔξησις, ἐνδέχοιτ᾿ ἂν μηδενός γε προσιόντος μηδὲ ὑπομένοντος αὐξάνεσθαι καὶ μηδενὸς ἀπιόντος φθίνειν καὶ μὴ ὑπομένειν τὸ αὐξανόμενον.
因此,如果存在上述所谓的增长,那么即使没有东西加入、没有东西存续,也有可能增长,没有东西离开也有可能减少,而且增长着之物也不存续。
ἀλλὰ δεῖ τοῦτο σώζειν· ὑπόκειται γὰρ ἡ αὔξησις τοιοῦτον.
但我们必须保留这一点;因为增长被假定为具有这样的性质。
Ἀπορήσειε δ᾿ ἄν τις καὶ τί ἐστι τὸ αὐξανόμενον, πότερον ᾧ προστίθεταί τι, οἷον εἰ τὴν κνήμην αὐξάνει, αὕτη μείζων, ᾧ δὲ αὐξάνει, ἡ τροφή, οὔ.
人们可能还会问:增长之物究竟是什么? 是那个被添加了某物的东西(例如,如果它使胫骨增长,则是胫骨变大),而以此使其增长之物,即食物,则没有?
διὰ τί δὴ οὖν οὐκ ἄμφω ηὔξηται;
那么,为什么不能说两者都增长了呢?
μεῖζον γὰρ καὶ ὃ καὶ ᾧ, ὥσπερ ὅταν μίξῃς οἷνον ὕδατι· ὁμοίως γὰρ πλεῖον ἑκάτερον.
因为被添加之物(ὃ)与以此使其增长之物(ᾧ)都变大了,就像你把葡萄酒和水混合时一样;因为同样地,每一方都变多了。
ἢ ὅτι τοῦ μὲν μένει ἡ οὐσία, τοῦ δ᾿ οὔ, οἷον τῆς τροφῆς, ἐπεὶ καὶ ἐνταῦθα τὸ ἐπικρατοῦν λέγεται ἐν τῇ μίξει, οἷον ὅτι οἶνος· ποιεῖ γὰρ τὸ τοῦ οἴνου ἔργον ἀλλ᾿ οὐ τὸ τοῦ ὕδατος τὸ σύνολον μῖγμα.
或者是因为其中一方的实质留存,而另一方的(例如食物的)则不留存? 因为在这时,混合物中占支配地位的东西也会被用来称呼该混合物,例如称其为葡萄酒;因为整个混合物起着葡萄酒的作用,而完全不起水的作用。
ὁμοίως δὲ καὶ ἐπ᾿ ἀλλοιώσεως, εἰ μένει σὰρξ οὗσα καὶ τὸ τί ἐστι, πάθος δέ τι ὑπάρχει τῶν καθ᾿ αὑτό, ὅ πρότερον οὐχ ὑπῆρχεν. ἠλλοίωται τοῦτο· ᾧ δ᾿ ἠλλοίωται, ὁτὲ μὲν οὐδὲν πέπονθεν, ὁτὲ δὲ κἀκεῖνο.
同样地,在质变的情况下,如果它保持为肉及其本性,但属于其自身的某种性质(这是以前不具有的)附随于它,这就发生了质变;而以此使其质变之物,有时什么也没承受,有时它自己也承受了。
ἀλλὰ τὸ ἀλλοιοῦν καὶ ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ αὐξανομένῳ καὶ τῷ ἀλλοιουμένῳ·
但是,使其质变之物和运动的始原存在于增长着和质变着的事物中;因为动者在这些之中。
ἐν τούτοις γὰρ τὸ κινοῦν, ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτ᾿ ἄν ποτε μεῖζον, καὶ τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα, οἷον εἰ εἰσελθὸν γένοιτο πνεῦμα.
因为即使进入之物有时也会变大,以及接受它的物体也是如此,例如如果风进入后变大。
ἀλλ᾿ ἔφθαρταί γε τοῦτο παθόν, καὶ τὸ κινοῦν οὐκ ἐν τούτῳ.
但这东西在承受了作用后已经消灭了,而动者并不在这个之中。

词汇与语法注释

  1. 321a3προσιόντος τινὸς — 属格独立结构,与接下来的 `ἀπιόντος` 相对照。表示增长和减少的伴随条件或手段(“由于某物的加入 / 离开”)。
  2. 321a13τοῦ εἰς ὃ μετέβαλεν — 关系从句 `εἰς ὃ μετέβαλεν` 伴随省略的先行词,起名词短语的作用。在属格冠词 `τοῦ` 的修饰下,整个短语修饰名词 `γένεσις`(“所变成之物的生成”)。
  3. 321a32μεῖζον γὰρ καὶ ὃ καὶ ᾧ — 关系代词 `ὃ`(主格中性单数)与 `ᾧ`(与格中性单数)的省略并列。它们分别指代 321a30-31 中提到的“被添加之物(主体,如胫骨)”与“以此使其增长之物(手段,即食物)”,对比性地表达了这两者都变大(`μεῖζον`)的事实。
  4. 321b8ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτ᾿ ἄν ποτε μεῖζον, καὶ τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα — 由连词 `ἐπεὶ` 引导的从属句。包含两个并列的主语 `τὸ εἰσελθὸν`(“进入之物”)和 `τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα`(“接受它的物体”),它们共享可能语气希求法谓语 `γένοιτ’ ἄν ... μεῖζον`。由 `οἷον` 引导的 `πνεῦμα` 作为 `τὸ εἰσελθὸν` 的具体例子插入其中。

引用这一段

亚里士多德, 论生成和消灭 §1.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。