§1.44. Περὶ δὲ γενέσεως καὶ ἀλλοιώσεως λέγωμεν τί διαφέρουσιν· φαμὲν γὰρ ἑτέρας εἶναι ταύτας τὰς μεταβολὰς ἀλλήλων.
4. 关于生成与质变,让我们说明它们有何不同;因为我们说这些变化是彼此不同的。
ἐπειδὴ οὖν ἐστί τι τὸ ὑποκείμενον καὶ ἕτερον τὸ πάθος ὅ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι πέφυκεν, καὶ ἔστι μεταβολὴ ἑκατέρου τούτων, ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκειμένου, αἰσθητοῦ ὄντος, μεταβάλλῃ ἐν τοῖς αὐτοῦ πάθεσιν, ἢ ἐναντίοις οὖσιν ἢ μεταξύ, οἷον τὸ σῶμα ὑγιαίνει καὶ πάλιν κάμνει ὑπομένον γε ταὐτό, καὶ ὁ χαλκὸς στρογγύλος, ὁτὲ δὲ γωνιοειδὴς ὁ αὐτός γε ὤν.
那么,既然存在着某种基底,并且存在着本性上在基底上被述说的另一种性质,而且这两者都各有变化,那么,当基底保持不变(且它是可感觉的)时,它在自身性质中发生变化(无论这些性质是对立的还是中间的),这就是质变。 例如,身体同样保持不变,却时而健康时而生病;铜在自身同一的情况下,时而呈圆形,时而呈角形。
ὅταν δ᾿ ὅλον μεταβάλλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινὸς ὡς ὑποκειμένου τοῦ αὐτοῦ, ἀλλ᾿ οἶον ἐκ τῆς γονῆς αἷμα πάσης ἢ ἐξ ὕδατος ἀὴρ ἢ ἐξ ἀέρος παντὸς ὕδωρ, γένεσις ἥδη τὸ τοιοῦτον, τοῦ δὲ φθορά, μάλιστα δέ, ἂν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ ἀφῇ ἢ πάσαις ταῖς αἰσθήσεσιν, οἶον ὅταν ὕδωρ γένηται ἢ φθαρῇ εἰς ἀέρα· ὁ γὰρ ἀὴρ ἐπιεικῶς ἀναίσθητον.
但是,当整体发生变化,而没有同一个可感觉的基底保持不变,而是例如,由全部精液生成血,或由水生成空气,或由全部空气生成水时,这种情况就已经是此物的生成和彼物的消灭了。 特别是,如果变化是从不可感觉转变为可感觉,无论是通过触觉还是通过所有感觉,例如当水生成或消灭而变成空气时;因为空气是相当不可感觉的。
ἐν δὲ τούτοις ἄν τι ὑπομένῃ πάθος τὸ αὐτὸ ἐναντιώσεως ἐν τῷ γενομένῳ καὶ τῷ φθαρέντι (οἶον ὅταν ἐξ ἀέρος ὕδωρ, εἰ ἄμφω διαφανῆ ἢ ψυχρά), οὐ δεῖ τούτου θάτερον πάθος εἶναι εἰς ὃ μεταβάλλει.
但是,如果在这些情况下,在生成物和消灭物中还保留有对立面中的某种相同性质(例如由空气生成水时,如果两者都是透明的或寒冷的),那么它所变化成的状态,绝不能是这一[性质]的另一个对立性质。
εἰ δὲ μή, ἔσται ἀλλοίωσις.
否则就会是质变。
οἷον ὁ μουσικὸς ἄνθρωπος ἐφθάρη, ἄνθρωπος δ᾿ ἄμουσος ἐγένετο, ὁ δ᾿ ἄνθρωπος ὑπομένει τὸ αὐτό.
例如,有教养的人消灭了,而无教养的人生成了,但人作为同一者保留了下来。
εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθ᾿ αὑτὸ ἡ μουσικὴ καὶ ἡ ἀμουσία, τοῦ μὲν γένεσις ἦν ἄν, τοῦ δὲ φθορά· διὸ ἀνθρώπου μὲν ταῦτα πάθη, ἀνθρώπου δὲ μουσικοῦ καὶ ἀνθρώπου ἀμούσου γένεσις καὶ φθορά·
因此,如果教养和无教养不是此[人]本身的性质,那么就会是一者的生成和另一者的消灭;所以,虽然这些是人的性质,却是“有教养的人”和“无教养的人”的生成和消灭。
νῦν δὲ πάθος τοῦτο τοῦ ὑπομένοντος.
但实际上,这是保持不变之基底的性质。
διὸ ἀλλοίωσις τὰ τοιαῦτα.
因此,这类情况是质变。
Ὅταν μὲν οὖν κατὰ τὸ ποσὸν ᾖ ἡ μεταβολὴ τῆς ἐναντιώσεως, αὔξη καὶ φθίσις, ὅταν δὲ κατὰ τόπον, φορά, ὅταν δὲ κατὰ πάθος καὶ τὸ ποιόν, ἀλλοίωσις.
所以,当对立面的变化是在数量上发生时,就是增长与减少;在空间上发生时,就是位移;而在性质和质上发生时,就是质变。
ὅταν δὲ μηδὲν ὑπομένῃ οὗ θάτερον πάθος ἢ συμβεβηκὸς ὅλως, γένεσις, τὸ δὲ φθορά.
但是,当没有任何东西作为基底保留下来,使得变化后的状态完全不是其性质或偶性时,这就是生成,而另一者则是消灭。
ἔστι δὲ ὕλη μάλιστα μὲν καὶ κυρίως τὸ ὑποκείμενον γενέσεως καὶ φθορᾶς δεκτικόν, τρόπον δέ τινα καὶ τὸ τοῖς ἄλλαις μεταβολαῖς, ὅτι πάντα δεκτικὰ τὰ ὑποκείμενα ἐναντιώσεών τινων.
质料最主要且最严格地说是容纳生成和消灭的基底,但在某种意义上,它也是容纳其他变化的基底,因为所有的基底都能够容纳某些对立面。
περὶ μὲν οὖν γενέσεως,¹ εἴτε ἔστιν εἴτε μή, καὶ πῶς ἔστι, καὶ περὶ ἀλλοιώσεως διωρίσθω τοῦτον τὸν τρόπον.
因此,关于生成是否存在、如何存在,以及关于质变,就以此种方式规定完毕。