§1.3#2Ἔχει δ᾿ ἀπορίαν ἱκανὴν καὶ τί τὸ αἴτιον τοῦ συνείρειν τὴν γένεσιν, εἴπερ τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν ἀπέρχεται, τὸ δὲ μὴ ὂν μηδέν ἐστιν· οὔτε γὰρ τὶ οὔτε ποιὸν οὔτε ποσὸν οὔτε ποῦ τὸ μὴ ὄν.
关于生成之所以连续不断的原因是什么,也存在着充分的困难,如果消灭的东西确实走向非存在,而非存在又什么都不是的话——因为非存在既不是“这个”,也不是性质,不是数量,也不是场所。
εἴπερ οὖν ἀεί τι τῶν ὄντων ἀπέρχεται, διὰ τί ποτ᾿ οὐκ ἀνήλωται πάλαι καὶ φροῦδον τὸ πᾶν, εἴ γε πεπερασμένον ἦν ἐξ οὗ γίνεται τῶν γινομένων ἕκαστον;
因此,如果存在着的东西总是有一部分在走向消灭,那么如果每一生成之物所由以生成的源泉是有限的,为什么宇宙整体不会在很久以前就被消耗殆尽而消失呢?
οὐ γὰρ δὴ διὰ τὸ ἄπειρον εἶναι ἐξ οὗ γίνεται, οὐχ ὑπολείπει· τοῦτο γὰρ ἀδύνατον.
因为这绝不是因为生成所由以产生的源泉是无限的才使得生成不至于匮乏;因为这是不可能的。
κατ᾿ ἐνέργειαν μὲν γὰρ οὐδέν ἐστιν ἄπειρον, δυνάμει δ᾿ ἐπὶ τὴν διαίρεσιν, ὥστ᾿ ἔδει ταύτην εἶναι μόνην τὴν μὴ ὑπολείπουσαν τῷ γίνεσθαί τι ἀεὶ ἔλαττον· νῦν δὲ τοῦτο οὐχ ὁρῶμεν.
因为在现实中没有任何东西是无限的,而只是在分割的意义上潜在地是无限的,从而只有这种[分割的无限]才应当是不匮乏的,即由于某种东西总是生成得越来越小;但实际上我们并没有看到这一点。
Ἆῥ οὖν διὰ τὸ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν καὶ τὴν τοῦδε γένεσιν ἄλλου εἶναι φθορὰν ἄπαυστον ἀναγκαῖον εἶναι τὴν μεταβολήν;
那么,是不是因为这一个东西的消灭是另一个东西的生成,而这一个东西的生成是另一个东西的消灭,从而变化必然是无休止的呢?
περὶ μὲν οὖν τοῦ γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως περὶ ἕκαστον τῶν ὄντων, ταύτην οἰητέον εἶναι πᾶσιν ἱκανὴν αἰτίαν.
因此,关于存在之物的每一个都同样有生成和消灭这一点,应该认为这对所有人来说都是一个充分的原因。
διὰ τί δέ ποτε τὰ μὲν ἀπλῶς γίνεσθαι λέγεται καὶ φθείρεσθαι τὰ δ᾿ οὐχ ἁπλῶς, πάλιν σκεπτέον, εἴπερ τὸ αὐτό ἐστι γένεσις μὲν τουδὶ φθορὰ δὲ τουδί, καὶ φθορὰ μὲν τοδὶ γένεσις δὲ τουδί· ζητεῖ γάρ τινα τοῦτο λόγον.
但是,为什么有些东西被称为无条件地生成和消灭,而另一些东西则不是无条件地被说,我们必须再次予以考察,如果这一个的生成正是那一个的消灭,而这一个的消灭正是那一个的生成,是同一回事的话;因为这需要某种说明。
λέγομεν γὰρ ὅτι φθείρεται νῦν ἀπλῶς, καὶ οὐ μόνον τοδί· καὶ αὕτη μὲν γένεσις ἁπλῶς, αὕτη δὲ φθορά.
因为我们说,它现在是无条件地消灭,而不仅仅是这一个消灭;而这一种是无条件的生成,那一种是无条件的消灭。
τοδὶ δὲ γίνεται μέν τι, γίνεται δ᾿ ἀπλῶς οὔ· φαμὲν γὰρ τὸν μανθάνοντα γίνεσθαι μὲν ἐπιστήμονα, γίνεσθαι δ᾿ ἀπλῶς οὔ.
而这一个[特定的事物]虽然生成了某物,但并不是无条件地生成;因为我们说,学习者生成为有知识的人,但并不是无条件地生成。
Καθάπερ οὖν πολλάκις διορίζομεν λέγοντες ὅτι τὰ μὲν τόδε τι σημαίνει τὰ δ᾿ οὔ, διὰ τοῦτο συμβαίνει τὸ ζητούμενον· διαφέρει γὰρ εἰς ἃ μεταβάλλει τὸ μεταβάλλον·
正如我们经常规定的那样,我们说,有些东西表示“这个”,有些则不表示,正是因为这个原因才出现了所探讨的问题;因为变化着的东西向什么方向变化是有区别的。
οἷον ἴσως ἡ μὲν εἰς πῦρ ὀδὸς γένεσις μὲν ἁπλῆ, φθορὰ δὲ τινός ἐστιν, οἶον γῆς, ἡ δὲ γῆς γένεσις τὶς γένεσις, γένεσις δ᾿ οὐχ ἁπλῶς, φθορὰ δ᾿ ἀπλῶς, οἶον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο τὸ ἂν καὶ τὸ μὴ ὂν εἶναι φάσκων, πῦρ καὶ γῆν.
例如,或许走向火的途径是无条件的生成,但却是某种东西(例如地)的消灭,而向地的生成是某种特定的生成,而不是无条件的生成,同时也是某种东西(例如火)的无条件的消灭——正如巴门尼德所说,他声称火和地这两个东西是存在和非存在。
τὸ δὴ ταῦτα ἢ τοιαῦθ᾿ ἕτερα ὑποτίθεσθαι διαφέρει οὐδέν· τὸν γὰρ τρόπον ζητοῦμεν, ἀλλ᾿ οὐ τὸ ὑποκείμενον.
事实上,假定这些或类似的其它事物并没有什么不同;因为我们探求的是方式,而不是作为基础的基质。
ἡ μὲν οὖν εἰς τὸ μὴ ὂν ἀπλῶς ὀδὸς φθορὰ ἁπλῆ, ἡ δ᾿ εἰς τὸ ἁπλῶς ὅν γένεσις ἀπλῆ.
因此,走向无条件之非存在的途径是无条件的消灭,而走向无条件之存在的途径是无条件的生成。
οἷς οὖν διώρισται εἴτε πυρὶ καὶ γῇ εἴτε ἄλλοις τισί,. τούτων ἔσται τὸ μὲν ὂν τὸ δὲ μὴ ὄν.
因此,在那些以此被区分的事物中,不论是火和地,还是其他什么东西,其中一者将是存在,而另一者将是非存在。
ἔνα μὲν οὖν τρόπον τούτῳ διοίσει τὸ ἀπλῶς τι γίνεσθαι καὶ φθείρεσθαι τοῦ μὴ ἁπλῶς, ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾗ·
因此,在一种方式下,无条件地生成和消灭与非无条件地生成消灭将以此相区别,但在另一种方式下,则由质料是何种质料而定。
ἧς μὲν γὰρ μᾶλλον αἱ διαφοραὶ τόδε τι σημαίνουσι, μᾶλλον οὐσία, ἦς δὲ στέρησιν, μὴ ὂν, οἷον τὸ μὲν θερμὸν κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις·
因为其差异更表示“这个”的[质料]更具有实体的性质,而表示欠缺的[质料]则是非存在。
διαφέρουσι δὲ γῆ καὶ πῦρ καὶ ταύταις ταῖς διαφοραῖς.
例如,热是某种范畴和形相,而冷则是欠缺;地和火也因这些差异而有所不同。
Δοκεῖ δὲ μᾶλλον τοῖς πολλοῖς τῷ αἰσθητῷ καὶ μὴ αἰσθητῷ διαφέρειν· ὅταν μὲν γὰρ εἰς αἰσθητὴν μεταβάλλῃ ὕλην, γίνεσθαί φασιν, ὅταν δ᾿ εἰς ἀφανῆ, φθείρεσθαι· τὸ γὰρ ὂν καὶ τὸ μὴ ὂν τῷ αἰσθάνεσθαι καὶ τῷ μὴ αἰσθάνεσθαι διορίζουσιν, ὥσπερ τὸ μὲν ἐπιστητὸν ὄν, τὸ δ᾿ ἄγνωστον μὴ ὄν· ἡ γὰρ αἴσθησις ἐπιστήμης ἔχει δύναμιν.
但对大多数人来说,这似乎更在于感觉所及与感觉不及的区别;因为当事物向感觉得到的质料变化时,他们就说是“生成”,而向看不见的东西变化时,就说是“消灭”;因为他们是用感觉和不感觉来规定存在与非存在的,正如可知的东西是存在,而不可知的东西是非存在一样;因为感觉具有知识的能力。
καθάπερ οὖν αὐτοὶ τῷ αἰσθάνεσθαι ἢ τῷ δύνασθαι καὶ ζῆν καὶ εἷναι νομίζουσιν, οὕτω καὶ τὰ πράγματα, τρόπον τινὰ διώκοντες τἀληθές, αὐτὸ δὲ λέγοντες οὐκ ἀληθές.
因此,正如他们自己认为通过感觉或具有感觉的能力而生活和存在一样,他们对于事物也是这样认为的,在某种意义上追求着真理,但所说的内容本身却并非真理。
συμβαίνει δὴ κατὰ δόξαν καὶ κατ᾿ ἀλήθειαν ἄλλως τὸ γίνεσθαί τε ἀπλῶς καὶ τὸ φθείρεσθαι· πνεῦμα γὰρ καὶ ἀὴρ κατὰ μὲν τὴν αἴσθησιν ἧττόν ἐστιν (διὸ καὶ τὰ φθειρόμενα ἁπλῶς τῇ εἰς ταῦτα μεταβολῇ φθείρεσθαι λέγουσιν, γίνεσθαι δ᾿ ὅταν εἰς ἁπτὸν καὶ εἰς γῆν μεταβάλλῃ), κατὰ δ᾿ ἀλήθειαν μᾶλλον τόδε τι καὶ εἶδος ταῦτα τῆς γῆς.
因此,根据思惑和根据真理,无条件的生成和消灭是以不同的方式发生的;因为气和空气在感觉上是较少存在的(因此,他们说,通过向这些东西的变化而无条件消灭的事物是消灭了,而当变化为可触及的东西和地时则是生成)。 但在真理上,这些(气和空气)比地更具有“这个”和形相。