Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.3#1

无条件生成的可能性与由非存在而生的难题

第 5 段,共 34 段 · 希腊语

内容简介

本节探讨了无条件生成和消灭的可能性,以及从非存在中生成的疑难,并为了解决这一问题,开始考察实体与属性的区别以及质料因的作用。

§1.3#13. Διωρισμένων δὲ τούτων, πρῶτον θεωρητέον πότερον ἔστι τι γινόμενον ἀπλῶς καὶ φθειρόμενον, ἢ κυρίως μὲν οὐδέν, ἀεὶ δ᾿ ἔκ τινος καὶ τί, λέγω δ᾿ οἷον ἐκ κάμνοντος ὑγιαῖνον καὶ κάμνον ἐξ ὑηισςινονυοε, ἢ μικρὸν ἐκ μεγάλου καὶ μέγα ἐκ μικροῦ, καὶ τἆλλα πάντα τοῦτον τὸν τρόπον.
3. 在这些规定之后,首先必须考察,是否存在某种无条件地生成和消灭的东西,还是严格来说并没有任何这样的东西,而总是从某物中生成某物——我的意思是,例如从患病者中产生健康者,从健康者中产生患病者,或从小的中产生大的,从大的中产生小的,以及所有其他事物都以此方式进行。
εἰ γὰρ ἁπλῶς ἔσται γένεσις, ἁπλῶς ἄν γίνοιτο ἐκ μὴ ὄντος, ὥστ᾿ ἀληθὲς ἄν εἴη λέγειν ὅτι ὑπάρχει τισὶ τὸ μὴ ὄν.
因为如果存在无条件的生成,它就将无条件地从非存在中生成,从而说非存在属于某些事物将是真的。
τὶς μὲν γὰρ γένεσις ἐκ μὴ ὄντος τινός, οἷον ἐκ μὴ λευκοῦ ἢ μὴ καλοῦ, ἡ δὲ ἁπλῆ ἐξ ἀπλῶς μὴ ὄντος.
因为特定的生成是从特定的非存在(例如从非白或非美)中生成,而无条件的生成则是从无条件的非存在中生成。
Τὸ δ᾿ ἁπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ᾿ ἑκάστην κατηγορίαν τοῦ ὄντος, ἢ τὸ καθόλου καὶ τὸ πάντα περιέχον.
“无条件地”要么是指存在之每个范畴中的第一者(实体),要么是指普遍且包罗万象者。
εἰ μὲν οὖν τὸ πρῶτον, οὐσίας ἔσται γένεσις ἐκ μὴ οὐσίας.
如果它是指第一者,那么实体的生成就是从非实体中生成。
ᾧ δὲ μὴ ὑπάρχει οὐσία μηδὲ τόδε, δῆλον ὡς οὐδὲ τῶν ἄλλων οὐδεμία κατηγοριῶν, οἷον εὔτε ποιὸν εὔτε ποσὸν οὕτε τὸ ποῦ· χωριστὰ γὰρ ἂν εἴη τὰ πάθη τῶν οὐσιῶν.
但是,对于不具有实体和“这个”的东西,显然其他范畴也都不属于它—— 例如既不属于质,也不属于量,更不属于场所;因为这样一来,属性就将与实体分离开来。
εἰ δὲ τὸ μὴ ὂν ὅλως, ἀπόφασις ἔσται καθόλου πάντων, ὥστε ἐκ μηδενὸς ἀνάγκη γίνεσθαι τὸ γινόμενον.
但是,如果是指完全的非存在,它就是对一切事物的普遍否定,因此生成的东西就必须必然从无中生成。
Περὶ μὲν οὖν τούτων ἐν ἄλλοις τε διηπόρηται καὶ διώρισται τοῖς λόγοις ἐπὶ πλεῖον· συντόμως δὲ καὶ νῦν λεκτέον, ὅτι τρόπον μέν τινα ἐκ μὴ ὄντος ἀπλῶς γίνεται, τρόπον δὲ ἄλλον ἐξ ὄντος ἀεί·
关于这些问题,已在其他著作中进行了探讨和更充分的规定;然而现在我们也必须简要说明,在某种意义上,事物确实是无条件地从非存在中生成的,但在另一种意义上,则总是从存在中生成的。
τὸ γὰρ δυνάμει ὂν ἐντελεχείᾳ δὲ μὴ ὂν ἀνάγκη προϋπάρχειν λεγόμενον ἀμφοτέρως.
因为那在能力上是存在、但在现实中是非存在的东西,必须预先存在,它是在这两种意义上被说的。
ὃ δὲ καὶ τούτων διωρισμένων ἔχει θαυμαστὴν ἀπορίαν, πάλιν ἐπαναποδιστέον, πῶς ἔστιν ἁπλῆ γένεσις, εἴτ᾿ ἐκ δυνάμει ὄντος οὖσα εἶτε καί πως ἄλλως.
但是,即使在这些得到规定之后,仍有一个令人惊异的疑难,我们必须再次回过头来探讨:无条件的生成是如何存在的,究竟是从在能力上存在者中产生,还是以其他某种方式存在。
ἀπορήσειε γὰρ ἄν τις ἄρ᾿ ἔστιν οὐσίας γένεσις καὶ τοῦ τοῦδε, ἀλλὰ μὴ τοῦ τοιοῦδε καὶ τοσοῦδε καὶ ποῦ (τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ φθορᾶς).
因为有人可能会提出这样的疑难:是否存在实体和“这个”的生成,而不是某种性质、数量或场所的生成(同样道理,关于消灭也是如此)。
εἰ γάρ τι γίνεται, δῆλον ὡς ἔσται δυνάμει τις οὐσία, ἐντελεχείᾳ δ´ οὔ, ἐξ ἧς ἡ γένεσις ἔσται καὶ εἰς ἣν ἀνάγκη μεταβάλλειν τὸ φθειρόμενον.
因为如果有什么东西生成,显然将存在某种在能力上是实体、但在现实中不是实体的存在,生成将从它开始,而消灭的东西也必然变化为它。
πότερον οὖν ὑπάρξει τι τούτῳ τῶν ἄλλων ἐντελεχείᾳ;
那么,其他范畴中的某些东西在现实中是否属于它呢?
λέγω δ᾿ οἷον ἆρ᾿ ἔσται ποσὸν ἢ ποιὸν ἢ ποῦ τὸ δυνάμει μόνον τόδε καὶ ὄν, ἀπλῶς δὲ μὴ τόδε μηδ᾿ ὄν;
我的意思是,例如,那仅在能力上是“这个”和存在、但在无条件意义上既不是“这个”也不是存在的,会是数量、性质或场所吗?
εἰ γὰρ μηδὲν ἀλλὰ πάντα δυνάμει, χωριστόν τε συμβαίνει τὸ μὴ οὕτως ὄν, καὶ ἔτι, ὃ μάλιστα φοβούμενοι διετέλεσαν οἱ πρῶτοι φιλοσοφήσαντες, τὸ ἐκ μηδενὸς γίνεσθαι προϋπάρχοντος·
因为如果它什么都不是,而是一切都在能力上存在,那么这种非以此方式存在的东西就会是可分离的,并且,早期哲学家们最害怕的事情就会发生,即从无预先存在的东西中生成。
εἰ δὲ τὸ μὲν εἶναι τόδε τι ἢ οὐσίαν οὐχ ὑπάρξει, τῶν δ᾿ ἄλλων τι τῶν εἰρημένων, ἔσται, καθάπερ εἴπομεν, χωριστά τὰ πάθη τῶν οὐσιῶν.
但是,如果作为“这个”或实体并不属于它,而属于上述的其他某些范畴,那么,正如我们所说,属性就将与实体分离。
περί τε τούτων οὖν ὅσον ἐνδέχεται πραγματευτέον, καὶ τίς αἰτία τοῦ γένεσιν ἀεί εἶναι, καὶ τὴν ἀπλῆν καὶ τὴν κατὰ μέρος.
因此,关于这些问题,我们必须尽最大可能进行探究,并且探究使生成一直存在的原因是什么,包括无条件的生成和局部的生成。
Οὔσης δ᾿ αἰτίας μιᾶς μὲν ὅθεν τὴν ἀρχὴν εἶναί φαμεν τῆς κινήσεως, μιᾶς δὲ τῆς ἄλης, τὴν τοιαύτην αἰτίαν λεκτέον.
既然有一种原因是我们所说的运动之起点的来源(动力因),而另一种原因是质料(质料因),我们必须阐明这后者。
περὶ μὲν γὰρ ἐκείνης εἴρηται πρότερον ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι ἐστὶ τὸ μὲν ἀκίνητον τὸν ἅπαντα χρόνον, τὸ δὲ κινούμενον ἀεί.
因为关于前者,此前在关于运动的论述中已经说过,存在一者在全部时间内是不动的,而另一者是永远运动的。
τούτων δὲ περὶ μὲν τῆς ἀκινήτου ἀρχῆς τῆς ἑτέρας καὶ προτέρας διελεῖν ἐστὶ φιλοσοφίας ἔργον· περὶ δὲ τοῦ διὰ τὸ συνεχῶς κινεῖσθαι τἆλλα κινοῦντος ὕστερον ἀποδοτέον, τί τοιοῦτον τῶν καθ᾿ ἕκαστα λεγομένων αἴτιόν ἐστιν.
在这些之中,关于不动的起点,进行区分是另一门且更先前的哲学(第一哲学)的任务;但是,关于因持续运动而使其他事物运动者,此后我们必须阐明在具体事物中这是什么样原因。
νῦν δὲ τὴν ὡς ἐν ὕλης εἴδει τιθεμένην αἰτίαν εἴπωμεν, δι᾿ ἣν ἀεὶ φθορὰ καὶ γένεσις οὐχ ὑπολείπει τὴν φύσιν· ἅμα γὰρ ἂν ἴσως τοῦτο γένοιτο δῆλον, καὶ περὶ τοῦ νῦν ἀπορηθέντος, πῶς ποτὲ δεῖ λέγειν καὶ περὶ τῆς ἁπλῆς φθορᾶς καὶ γενέσεως.
但现在,让我们来说明被归为质料之形式的原因,正是由于它,消灭和生成从未在自然中匮乏;因为与此同时,这或许也会变得清楚,并且关于当前的疑难,即我们究竟应该如何探讨无条件的消灭和生成。

词汇与语法注释

  1. 317bλέγω δ᾿ οἷον ἐκ κάμνοντος ὑγιαῖνον — 短语 λέγω δ᾿ οἷον 是解释前文 ἀεὶ δ᾿ ἔκ τινος καὶ τί(总是从某物到某物)的插入句。随后的 ἐκ κάμνοντος ὑγιαῖνον(从患病者中产生健康者)采用了省略动词(如 γίνεσθαι)的宾格结构,用以具体说明相对发生的过程。
  2. 317bχωριστὰ γὰρ ἂν εἴη τὰ πάθη τῶν οὐσιῶν — 带有 ἄν 和祈愿式 εἴη 的潜在/推论表达。它指出了如果属性在没有实体的情况下存在将导致的荒谬结论(“属性将与实体分离”)。τῶν οὐσιῶν 是表示分离的属格。
  3. 317bἆρ᾿ ἔσται ποσὸν ἢ ποιὸν ἢ ποῦ τὸ δυνάμει μόνον τόδε καὶ ὄν, ἁπλῶς δὲ μὴ τόδε μηδ᾿ ὄν; — 主语是整个短语 τὸ δυνάμει μόνον τόδε καὶ ὄν, ἁπλῶς δὲ μὴ τόδε μηδ᾿ ὄν(“在能力上仅为‘这个’和存在、但在无条件意义上既非‘这个’也非存在者”),而谓语是前置的 ποσὸν ἢ ποιὸν ἢ ποῦ(“数量、性质或场所”)。由于倒装(hyperbaton),复杂的叙述性主语被置于句末。
  4. 318aπερὶ δὲ τοῦ διὰ τὸ συνεχῶς κινεῖσθαι τἆλλα κινοῦντος — 该短语的核心是介词 περί 支配的属格分词 τοῦ κινοῦντος(“关于……的运动者”)。修饰该分词的是表示原因的冠词不定式结构 διὰ τὸ συνεχῶς κινεῖσθαι(“由于持续运动”)以及作为该分词直接宾语的宾格词 τἆλλα(“其他事物”),这些成分嵌套其中使结构较为复杂。

引用这一段

亚里士多德, 论生成和消灭 §1.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。