§1.3#3Τοῦ μὲν οὖν εἶναι τὴν μὲν ἀπλῆν γένεσιν φθορὰν οὖσάν τινος, τὴν δὲ φθορὰν τὴν ἁπλῆν γένεσιν οὗσάν τινος, εἴρηται τὸ αἴτιον (διὰ γὰρ τὸ τὴν ὕλην διαφέρειν ἢ τῷ οὐσίαν εἶναι ἢ τῷ μή, ἢ τῷ τὴν μὲν μᾶλλον τὴν δὲ μή, ἢ τῷ τὴν μὲν μᾶλλον αἰσθητὴν εἶναι τὴν ὕλην ἐξ ἧς καὶ εἰς ἤν, τὴν δὲ ἧττον εἷναι)·
因此,无条件的生成是某物的消灭,而无条件的消灭是某物的生成,其原因已经说明了(因为这是由于质料不同,或者是由于它是实体或不是实体,或者是由于一者更是而另一者并非如此,或者是由于事物所由以产生和消灭于其中的质料,在一者中更可感觉,而在另一者中则较少可感觉)。
τοῦ δὲ πὰ μὲν ἁπλῶς γίνεσθαι λέγεσθαι, τὰ δέ τι μόνον, μὴ τῇ ἐξ ἀλλήλων γενέσει, καθ᾿ ὃν εἴπομεν νῦν τρόπον (νῦν μὲν γὰρ τοσοῦτον διώρισται, τί δή ποτε πάσης γενέσεως οὔσης φθορᾶς ἄλλου, καὶ πάσης φθορᾶς οὕσης ἑτέρου τινὸς γενέσεως, οὐχ ὁμοίως ἀποδίδομεν τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι τοῖς εἰς ἄλληλα μεταβάλλουσιν. τὸ δ᾿ ὕστερον εἰρημένον οὐ τοῦτο διαπορεῖ ἀλλὰ τί ποτε τὸ μανθάνον μὲν οὐ λέγεται ἀπλῶς γίνεσθαι ἀλλὰ γίνεσθαι ἐπιστῆμον, τὸ δὲ φυόμενον γίνεσθαι), ταῦτα δὲ διώρισται ταῖς κατηγορίαις·
但是,关于为什么有些东西被称为无条件地生成,而另一些东西则仅仅被称为生成为某物,而不是通过我们在刚才所说的方式下彼此之间的生成(因为目前只规定了这么多:即为什么在每一次生成都是另一物的消灭,每一次消灭都是另一物的生成的情况下,我们却不把生成和消灭同样地归之于彼此转化的事物;而后面所说的并不是对此提出疑问,而是提出为什么学习者不被称为无条件地生成,而被说成生成为有知识的,而成长着的事物却被称为生成),这些是由范畴来区分的。
τὰ μὲν γὰρ τόδε τι σημαίνει, τὰ δὲ τοιόνδε, τὰ δὲ ποσόν·
因为有些表示“这个”,有些表示“如此”,而另一些表示“多少”。
ὅσα οὖν μὴ οὐσίαν σημαίνει, οὐ λέγεται ἁπλῶς, ἀλλὰ τὶ γίνεσθαι.
因此,凡是不表示实体的,都不被称为无条件地生成,而是被称为生成为某物。
οὐ μὴν ἀλλ᾿ ὁμοίως ἐν πᾶσι γένεσις μὲν κατὰ τὰ ἐν τῇ ἑτέρᾳ συστοιχίᾳ λέγεται, οἶον ἐν μὲν οὐσίᾳ ἐὰν πῦρ ἀλλ᾿ οὐκ ἐὰν γῆ, ἐν δὲ τῷ ποιῷ ἐὰν ἐπιστῆμον ἀλλ᾿ οὐχ ὅταν ἀνεπιστῆμον.
然而,在所有情况下都同样,生成是根据属于另一系列[对立物]的事物来说的,例如在实体中如果是火而不是如果是地,在性质中如果是具有知识的而不是当是不具有知识的。
Περὶ μὲν οὖν τοῦ τὰ μὲν ἁπλῶς γίνεσθαι τὰ δὲ μή, καὶ ὅλως καὶ ἐν ταῖς οὐσίαις αὐταῖς, εἴρηται, καὶ διότι τοῦ γένεσιν εἶναι συνεχῶς αἰτία ὡς ὕλη τὸ ὑποκείμενον, ὅτι μεταβλητικὸν εἰς τἀναντία, καὶ ἔστιν ἡ θατέρου γένεσις ἀεὶ ἐπὶ τῶν οὐσιῶν ἄλλου φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις.
因此,关于有些东西无条件地生成而有些则不然,无论就总体而言还是在实体本身中,都已经说明了;并且也说明了为什么作为质料的基底是生成得以连续发生的原因,因为它是可向对立面变化的,且在实体的情况下,一者的生成总是另一者的消灭,而另一者的消灭是另一者的生成。
ἀλλὰ μὴν οὐδ᾿ ἀπορῆσαι δεῖ διὰ τί γίνεται ἀεὶ ἀπολλυμένων· ὥσπερ γὰρ καὶ τὸ φθείρεσθαι ἁπλῶς φασίν, ὅταν εἰς ἀναίσθητον ἔλθῃ καὶ τὸ μὴ ὄν, ὁμοίως καὶ γίνεσθαι ἐκ μὴ ὄντος φασίν, ὅταν ἐξ ἀναισθήτου.
然而,确实也无需对为什么在事物不断消灭的同时总是在生成提出疑问;因为正如他们说当走向无感觉和非存在时是无条件地消灭一样,他们同样也说当从无感觉的东西开始时是从非存在中生成。
εἴτ᾿ οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου εἴτε μή, γίνεται ἐκ μὴ ὄντος.
因此,无论基底是某种存在还是不是,它都是从非存在中生成的。
ὥστε ὁμοίως καὶ γίνεται ἐκ μὴ ὄντος καὶ φθείρεται εἰς τὸ μὴ ὄν.
所以,它同样既从非存在中生成,又向非存在中消灭。
εἰκότως οὖν οὐχ ὑπολείπει· ἡ γὰρ γένεσις φθορὰ τοῦ μὴ ὄντος, ἡ δὲ φθορὰ γένεσις τοῦ μὴ ὄντος.
因此,生成不发生匮乏是合乎情理的;因为生成是非存在的消灭,而消灭是非存在的生成。
Ἀλλὰ τοῦτο τὸ μὴ ὂν ἁπλῶς ἀπορήσειεν ἄν τις πότερον τὸ ἕτερον τῶν ἐναντίων ἐστίν, οἷον γῇ καὶ τὸ βαρὺ μὴ ὄν, πῦρ δὲ καὶ τὸ κοῦφον1 ὄν, ἢ οὔ, ἀλλ᾿ ἔστι καὶ γῆ τὸ ὄν, τὸ δὲ μὴ ὂν ὕλη ἡ τῆς γῆς, καὶ πυρὸς ὡσαύτως.
但是,关于这个无条件的非存在,有人可能会提出疑问:它是对立面中的一者(例如,地和重的是非存在,而火和轻的是存在),还是并非如此,而是地也是存在,而非存在则是地的质料,对火来说也是如此。
καὶ ἆρά γε ἑτέρα ἑκατέρου b ἡ ὕλη, ἢ οὐκ ἂν γίνοιτο ἐξ ἀλλήλων οὐδ᾿ ἐξ ἐναντίων;
而且,是否两者的 b 质料是不同的呢?
τούτοις γὰρ ὑπάρχει τἀναντία, πυρί, γῇ, ὕδατι, ἀέρι.
否则它们就不会彼此生成,也不会由对立面生成了;因为对这些事物——火、地、水、气——来说,对立面是存在着的。
ἢ ἔστι μὲν ὡς ἡ αὐτή, ἔστι δ᾿ ὡς ἡ ἑτέρα·
或者,在一种意义上它是相同的,在另一种意义上它是不同的?
ὃ μὲν γάρ ποτε ὂν ὑπόκειται τὸ αὐτό, τὸ δ᾿ εἶναι οὐ τὸ αὐτό.
因为曾经存在并作为基底的那个东西是相同的,但它的存在(本质)却不是相同的。
περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.
关于这些问题,就谈这么多吧。