§1.2#2ὁπότε γὰρ ἥπτοντο καὶ ὃν ἦν μέγεθος καὶ ἄμα ἦσαν, οὐδὲν ἐποίουν μεῖζον τὸ πᾶν.
因为当它们接触、作为一个大小且同时存在时,它们并没有使全体变得更大。
διαιρεθέντος γὰρ εἰς δύο καὶ πλείω, οὐδὲν ἔλαττον οὐδὲ μεῖζον τὸ πᾶν τοῦ πρότερον, ὥστε κὲν πᾶσαι συντεθῶσιν, οὐδὲν ποιήσουσι μέγεθος.
因为当它被分割成两个或更多时,全体并不比以前更小或更大,所以即使所有这些都被结合起来,它们也不会产生任何大小。
ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα γίνεται τοῦ σώματος, καὶ οὕτως ἐκ τοῦ μεγέθους σῶμά τι ἀπέρχεται, ὁ αὐτὸς λόγος, ἐκεῖνο πῶς διαιρετόν;
然而,即使在分割时,从物体中产生出像锯屑一样的东西,并且以此方式某种物体脱离了大小,同样的论据也适用:那部分又是如何可分割的呢?
εἰ δὲ μὴ σῶμα ἀλλ᾿ εἶδός τι χωριστὸν ἢ πάθος ὅ ἀπῆλθεν, καὶ ἔστι τὸ μέγεθος στιγμαὶ ἢ ἁφαὶ τοδὶ παθοῦσαι, ἄτοπον ἐκ μὴ μεγεθῶν μέγεθος εἶναι.
但如果脱离的不是物体,而是某种可分离的形相或属性,且大小是承受了这种属性的点或接触,那么由非大小产生出大小就是不合理的。
ἔτι δὲ ποῦ ἔσονται καὶ ἀκίνητοι ἢ κινούμεναι αἱ στιγμαί;
此外,点究竟会在哪里,它们是静止的还是运动的?
ἁφή τε ἀεὶ μία δυοῖν τινῶν, ὡς ὄντος τινὸς παρὰ τὴν ἁφὴν καὶ τὴν διαίρεσιν καὶ τὴν στιγμήν.
而且接触总是任意两者之间的接触,这就好像在接触、分割和点之外,还存在着某种东西一样。
εἰ δή τις θήσεται ἁτιοῦν ἢ ὁπηλικονοῦν σῶμα εἶναι πάντῃ διαιρετόν, πάντα ταῦτα συμβαίνει.
因此,如果有人假定任何物体或任何大小的物体是在任何地方都可分割的,所有这些不合理的结论都会发生。
ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον ἤ τι ἄλλο, πάλιν ἴσον τε καὶ ἕν.
此外,如果我把木材或别的东西分割后又结合起来,它再次变得相等且合为一体。
οὐκοῦν οὕτως ἔχει δηλονότι κἂν τέμω τὸ ξύλον καθ᾿ ὁτιοῦν σημεῖον.
因此,显然即使我在木材的任何一点上进行切断,情况也是如此。
πάντῃ ἄρα διῄται δυνάμει.
所以,它在能力上是在任何地方都已被分割了的。
τί οὖν ἔστι παρὰ τὴν διαίρεσιν;
那么,在分割之外还有什么呢?
εἰ γὰρ καὶ ἔστι τι πάθος, ἀλλὰ πῶς εἰς ταῦτα διαλύεται καὶ γίνεται ἐκ τούτων;
因为即使确实存在着某种属性,但它是如何分解为这些并从这些中生成的呢?
ἢ πῶς χωρίζεται ταῦτα;
或者这些是如何被分离的呢?
ὥστ᾿ εἴπερ ἀδύνατον ἐξ ἁφῶν ἢ στιγμῶν εἶναι τὰ μεγέθη, ἀνάγκη εἶναι σώματα ἀδιαίρετα καὶ μεγέθη.
因此,如果大小确实不可能由接触或点构成,那么存在不可分割的物体和大小就是不可避免的。
οὐ μὴν ἀλλὰ καὶ ταῦτα θεμένοις οὐχ ἧττον συμβαίνει ἀδύνατον.
然而,对于那些假定这些不可分割者的人来说,同样会产生不少于此的不可能结论。
ἔσκεπται δὲ περὶ αὐτῶν ἐν ἑτέροις.
关于这些问题,已在其他著作中进行了考察。
ἀλλὰ ταῦτα πειρατέον λύειν· διὸ πάλιν ἐξ ἀρχῆς τὴν ἀπορίαν λεκτέον.
但我们必须设法解决这些问题;因此,我们必须再次从头阐述这一疑难。
Τὸ μὲν οὖν ἅπαν σῶμα αἰσθητὸν εἶναι διαιρετὸν καθ᾿ ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον·
因此,任何感觉到的物体在任何一点上都是可分割的且又是不可分割的,这并没有什么不合理。
τὸ μὲν γὰρ δυνάμει διαιρετόν, τὸ δ᾿ ἐντελεχείᾳ ὑπάρξει.
因为一者是在能力上属于它,而另一者则是在现实中存在。
τὸ δ᾿ εἶναι ἅμα πάντῃ διαιρετὸν δυνάμει ἀδύνατον δόξειεν ἂν εἶναι.
但是,在能力上同时在任何地方都是可分割的,这似乎是不可能的。
εἰ γὰρ δυνατόν, κἂν γένοιτο, οὐχ ὥστε εἶναι ἄμα ἄμφω ἐντελεχείᾳ ἀδιαίρετον καὶ διῃρημένον, ἀλλὰ διῃρημένον καθ᾿ ὁτιοῦν σημεῖον.
因为如果这是可能的,那么即使它真的发生了,也不是说它在现实中同时既是不可分割的又是已被分割的,而是在任何一点上都是已被分割的。
οὐδὲν ἄρα ἔσται λοιπόν, καὶ εἰς ἀσώματον ἐφθαρμένον τὸ σῶμα, καὶ γένοιτο δ᾿ ἂν πάλιν ἤτοι ἐκ στιγμῶν ἢ ὅλως ἐξ οὐδενός.
因此,将不再剩下任何东西,物体将消灭为非物体性的东西,并且可能再次由点或完全从无中生成。
καὶ τοῦτο πῶς δυνατόν;
而这又是如何可能的呢?
Ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω μεγέθη καὶ εἰς ἀπέχοντα καὶ κεχωρισμένα, φανερόν.
然而,物体被分割成可分离的、且总是更小的大小,以及分割成彼此相隔且分离的部分,这是显而易见的。
οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψις, οὔτε ἄμα οἶόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον (οὐ γὰρ δυνατόν) ἀλλὰ μέχρι του.
因此,对于按部分进行分割的人来说,这种碎裂不会是无限的,也不可能同时在所有点上被分割(因为这是不可能的),而只能分割到某个限度。
ἀνάγκη ἄρα ἄτομα ἐνυπάρχειν μεγέθη ἀόρατα, ἄλλως τε καὶ εἶπερ ἔσται γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει.
因此,不可分割的、看不见的大小之存在是不可避免的,特别是如果消灭是分离,而生成是结合的话。
ὁ μὲν οὖν ἀναγκάζειν δοκῶν λόγος εἶναι μεγέθη ἄτομα οὗτος ἐστίν·
因此,似乎强迫存在不可分割大小时的论据就是这个。
ὅτι δὲ λανθάνει παραλογιζόμενος, καὶ ᾗ λανθάνει, λέγωμεν.
但是,让我们来说明它在何处包含着隐蔽的误谬推理,以及它是如何隐蔽的。
Ἐπεὶ γὰρ οὐκ ἔστι στιγμὴ στιγμῆς ἐχομένη, τὸ πάντῃ εἶναι διαιρετὸν ἔστι μὲν ὡς ὑπάρχει τοῖς μεγέθεσιν, ἔστι δ᾿ ὡς οὔ.
因为既然点与点并不相邻,那么“在任何地方都是可分割的”在某种意义上属于大小,但在另一种意义上则不属于。
δοκεῖ δ᾿ ὅταν τοῦτο τεθῇ, καὶ ὁπῃοῦν καὶ πάντῃ στιγμὴν εἶναι, ὥστ᾿ ἀναγκαῖον εἶναι διαιρεθῆναι τὸ μέγεθος εἰς μηδέν· πάντῃ γὰρ εἶναι στιγμήν· ὥστε ἢ ἐξ ἁφῶν ἢ ἐκ στιγμῶν εἶναι.
但是,当这一假设被设定时,人们就会认为在任何地方、在所有地方都存在一个点,从而大小必须被分割为无;因为在任何地方都有一个点;所以它要么由接触构成,要么由点构成。
τὸ δ᾿ ἔστιν ὡς ὑπάρχει πάντῃ, ὅτι μία ὁπῃοῦν ἐστί, καὶ πᾶσαι ὡς ἑκάστη, πλείους δὲ μιᾶς οὐκ εἰσίν (ἐφεξῆς γὰρ οὐκ εἰσι), ὥστ᾿ οὐ πάντῃ.
但事实是,它在“任何地方都存在”的意义上,仅指在任何地方都有“一个”点,且所有点都作为每一个个体存在,但并没有多于一个的点(因为它们并不是连续相邻的),所以并不是在“任何地方”。
εἰ γὰρ κατὰ μέσον διαιρετόν, καὶ κατ᾿ ἐχομένην στιγμὴν ἔσται διαιρετόν· οὐχὶ δέ¹· οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον σημείου ἢ στιγμὴ στιγμῆς.
因为如果它在中间是可分割的,那么它在相邻的点上也将是可分割的;但事实并非如此;因为点不与点相邻,点与点也是如此。
τοῦτο δ᾿ ἐστὶ διαίρεσις καὶ² σύνθεσις.
而这就是分割和结合。
Ὥστ᾿ ἔστι καὶ διάκρισις καὶ σύγκρισις, ἀλλ᾿ οὔτ᾿ εἰς ἄτομα καὶ ἐξ ἀτόμων (πολλὰ γὰρ τὰ ἀδύνατα) οὔτε οὕτως ὥστε πάντῃ διαίρεσιν γενέσθαι (εἰ γὰρ ἦν ἐχομένη στιγμὴ στιγμῆς, τοῦτ᾿ ἂν ἧν), ἀλλ᾿ εἰς μικρὰ καὶ ἐλάττω ἐστί, καὶ σύγκρισις ἐξ ἐλαττόνων.
因此,分离和结合都是存在的,但既不是分割成不可分割的部分,也不是从不可分割的部分构成(因为这会导致许多不可能的结论),也不是以在任何地方都发生分割的方式(因为如果点与点相邻,就会是这样),而是分割成微小的、更小的部分,而结合是由更小的部分构成的。
ἀλλ᾿ οὐχ ἡ ἁπλῆ καὶ τελεία γένεσις συγκρίσει καὶ διακρίσει ὥρισται, ὥς τινές φασιν, τὴν δ᾿ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν.
但是,单纯且完全的生成并不是如某些人所说的那样由结合和分离来规定的,他们把在连续体中的变化称为质变。
ἀλλὰ τοῦτ᾿ ἐστὶν ἐν ᾧ σφάλλεται πάντα.
但是,这正是所有人发生错误的地方。
ἔστι γὰρ γένεσις ἁπλῆ καὶ φθορὰ οὐ συγκρίσει καὶ διακρίσει, ἀλλ᾿ ὅταν μεταβάλλῃ ἐκ τοῦδε εἰς τόδε ὅλον.
因为单纯的生成和消灭并不是通过结合和分离进行的,而是当整体从这个事物变化为那个事物时发生的。
οἱ δὲ οἴονται ἀλλοίωσιν πᾶσαν εἶναι τὴν τοιαύτην μεταβολήν· τὸ δὲ διαφέρει.
但是,他们认为所有这样的变化都是质变;但这是有区别的。
ἐν γὰρ τῷ ὑποκειμένῳ τὸ μέν ἐστι κατὰ τὸν λόγον, τὸ δὲ κατὰ τὴν ὕλην.
因为在基底物中,一部分是根据定义而言的,另一部分是根据质料而言的。
ὅταν μὲν οὖν ἐν τούτοις ᾖ ἡ μεταβολή, γένεσις ἔσται ἢ φθορά, ὅταν δ᾿ ἐν τοῖς πάθεσι καὶ κατὰ συμβεβηκός, ἀλλοίωσις.
因此,当变化在这些之中发生时,就是生成或消灭,而当变化在属性和偶性中发生时,就是质变。
διακρινόμενα δὲ καὶ συγκρινόμενα εὔφραρτα γίνεται.
但是,被分离和被结合的东西变得容易消灭。
ἐὰν μὲν γὰρ εἰς ἐλάττω ὑδάτια διαιρεθῇ, θᾶττον ἀὴρ γίνεται, ἐὰν δὲ συγκριθῇ, βραδύτερον.
因为如果水被分割成更小的水滴,它就会更快地变成空气,但如果结合起来,就会更慢。
μᾶλλον δ᾿ ἔσται δῆλον ἐν τοῖς ὕστερον.
但这在后面的内容中会更加清楚。
νῦν δὲ τοσοῦτον διωρίσθω, ὅτι ἀδύνατον εἶναι τὴν γένεσιν σύγκρισιν, οἴαν δή τινές φασιν.
不过现在,只需规定这么多:生成不可能是某些人所说的那种结合。