Humanitext Reader

亚里士多德 · 论生成和消灭 §1.1#2

多原理说的困难与恩培多克勒的矛盾

第 2 段,共 34 段 · 希腊语

内容简介

指出在多原理的假定下无法解释质变,并讨论了恩培多克勒理论中关于元素不变性与从“一”中生成的自我矛盾,以及“一”与“多”作为原理的先后顺序。

§1.1#2οὐ μὴν ἀλλ᾿ ἐξ ὧν λέγουσιν οἱ πλείους ἀρχὰς ποιοῦντες μιᾶς ἀδύνατον ἀλλοιοῦσθαι.
然而,根据那些假定多于一个原理的人所说的话,质变是不可能的。
τὰ γὰρ πάθη, καθ᾿ ἅ φαμεν τοῦτο συμβαίνειν, διαφοραὶ τῶν στοιχείων εἰσίν, λέγω δ᾿ οἶον θερμὸν ψυχρόν, λευκὸν μέλαν, ξηρὸν ὑγρόν, μαλακὸν σκληρὸν καὶ τῶν ἄλλων ἕκαστον, ὥσπερ καὶ φησὶν Ἐμπεδοκλῆς “ἠέλιον μὲν λευκὸν ὁρᾶν καὶ θερμὸν ἀπάντῃ, ὄμβρον δ᾿ ἐν πᾶσιν δνοφόεντά τε ῥιγαλέον τε,” ὁμοίως δὲ διορίζει καὶ ἐπὶ τῶν λοιπῶν.
因为我们以此说质变发生的那些属性,正是元素的差异——我的意思是,例如,热和冷、白和黑、干和湿、软和硬,以及其他每一者,正如恩培多克勒也说:“太阳看起来是白的,并且到处是热的;而雨在万物中是阴暗和寒冷的,”他同样也对其他元素进行了规定。
ὥστ᾿ εἰ μὴ δυνατὸν ἐκ πυρὸς γενέσθαι ὕδωρ μηδ᾿ ἐξ ὕδατος γῆν, οὐδ᾿ ἐκ λευκοῦ μέλαν ἔσται οὐδὲν οὐδ᾿ ἐκ μαλακοῦ σκληρόν· ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων.
因此,如果不能从火生成水,也不能从水生成土,那么也就不会有任何东西从白变成黑,或从软变成硬;同样的道理也适用于其他事物。
τοῦτο δ᾿ ἦν ἀλλοίωσις.
而这就是质变。
ᾖ καὶ φανερὸν ὅτι μίαν ἀεὶ τοῖς ἐναντίοις ὑποθετέον ὕλην, ἄν τε μεταβάλλῃ κατὰ τόπον, ἄν τε κατ᾿ αὔξησιν καὶ φθίσιν, ἄν τε κατ᾿ ἀλλοίωσιν.
由此也显而易见的是,必须始终为对立者假定一个物质(基底),无论它是发生位置的变化,还是发生生长和减少的变化,或是发生质变。
ἔτι δ᾿ ὁμοίως ἀναγκαῖον εἶναι τοῦτο καὶ ἀλλοίωσιν· εἴτε γὰρ ἀλλοίωσίς ἐστι, καὶ τὸ ὑποκείμενον |ἓν στοιχεῖον καὶ μία ἡ πάντων ὕλη τῶν ἐχόντων εἰς ἄλληλα μεταβολήν, κἄν εἰ τὸ ὑποκείμενον ἕν, ἔστιν ἀλλοίωσις.
此外,同样地,这一基底的一性与质变必然是互为因果的;因为如果存在质变,那么作为基础的也是一个元素,并且所有具有相互变化的事物的物质也是一个;而即使作为基础的是一个,也存在质变。
Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐναντία λέγειν καὶ πρὸς τὰ φαινόμενα καὶ πρὸς αὐτὸν αὐτός.
因此,恩培多克勒似乎既说出了与现象相反的话,又说出了与他自己相反的话。
ἄμα μὲν γὰρ οὔ φησιν ἕτερον ἐξ ἑτέρου γίνεσθαι τῶν στοιχείων οὐδέν, ἀλλὰ τἆλλα πάντα ἐκ τούτων, ἅμα δ᾿ ὅταν εἰς ἓν συναγάγῃ τὴν ἅπασαν φύσιν πλὴν τοῦ νείκους, ἐκ τοῦ ἑνὸς γίνεσθαι πάλιν ἕκαστον.
因为他一方面否认元素中有一者能从另一者生成,而是说其他一切事物都从这些元素中生成,但另一方面,当他把除“争吵”以外的全部自然聚集为一体时,每一元素又再次从这“一”中生成。
ὥστ᾿ ἐξ ἑνός τινος δῆλον ὅτι διαφοραῖς τισὶ χωριζομένων καὶ πάθεσιν ἐγένετο τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ, καθάπερ λέγει τὸν μὲν ἥλιον λευκὸν καὶ θερμόν, τὴν δὲ γῆν βαρὺ καὶ σκληρόν.
因此显而易见,从某一个东西出发,通过某些差异和属性的分离,一者生成了水,另一者生成了火,正如他自己说太阳是白且热的,而土是重且硬的一样。
ἀφαιρουμένων οὖν τούτων τῶν διαφορῶν (εἰσὶ γὰρ ἀφαιρεταὶ γενόμεναί γε) δῆλον ὡς ἀνάγκη γίνεσθαι καὶ γῆν ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, οὐ τότε μόνον ἀλλὰ καὶ νῦν, μεταβάλλοντά γε τοῖς πάθεσιν.
因此,如果这些差异被去除(因为它们既然生成了,就是可以去除的),那么显而易见,土从水生成以及水从土生成都是必然的,对于其他每一者也是同样如此,不仅在当时,而且在现在,只要它们在属性上发生变化。
ἔστι δ᾿ ~ξ ὧν εἴρηκε δυνάμενα προσγίνεσθαι καὶ χωρίζεσθαι πάλιν, ἄλλως τε καὶ μαχομένων ἀλλήλοις ἔτι τοῦ νείκους καὶ τῆς φιλίας.
而且根据他所说的话,这些属性是能够被添加和再次分离的,特别是当“争吵”和“友爱”现在仍相互斗争的时候。
διόπερ καὶ τότε ἐξ ἑνὸς ἐγεννήθησαν· οὐ γὰρ δὴ πῦρ γε καὶ γῆ καὶ ὕδωρ a i. e. when the elements originally came-to be. ἔτι ὄντα ἕν ἦν τὸ πᾶν.
因此,在当时它们也是从“一”中生成的;因为当整个万物还是火、土和水时,它绝不是一体的。
ἄδηλον δὲ καὶ πότερον ἀρχὴν αὐτῶν θετέον τὸ ἓν ἢ τὰ πολλά, λέγω δὲ πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτων.
此外,也并不清楚应该将“一”还是“多”设为它们的原理——我的意思是,火、土以及与它们同列的事物。
ᾗ μὲν γὰρ ὡς ὕλη ὑπόκειται, ἐξ οὗ μεταβάλλοντα διὰ τὴν κίνησιν γίνονται γῆ καὶ πῦρ, τὸ ἓν στοιχεῖον· ᾗ δὲ τοῦτο μὲν ἐκ συνθέσεως γίνεται συνιόντων ἐκείνων, ἐκεῖνα δ᾿ ἐκ διαλύσεως, στοιχειωδέστερα ἐκεῖνα καὶ πρότερα τὴν φύσιν.
因为,如果从它作为物质而作为基础、从中通过运动的变化而生成土和火的方面来看,“一”就是元素;但如果从这“一”是由那些元素的结合而生成、而那些元素是通过解体而生成的方面来看,那些元素在自然上就更为根本,并且在自然上更先在。

词汇与语法注释

  1. 314bοἱ πλείους ἀρχὰς ποιοῦντες μιᾶς — 比较级 πλείους(更多的)与属格 μιᾶς(比一)被名词 ἀρχάς(原理)隔开,形成超前排列(hyperbaton)。其意思是“假定多于一个原理的人”。
  2. 314b — 阴性与格 ᾗ 的副词性用法,意为“由此”、“在这一方面”。与随后的 φανερὸν ὅτι 连用,引出结论:“由此也显而易见的是……”。
  3. 315aἔστι δ᾿ ἐξ ὧν εἴρηκε δυνάμενα — 动词 ἔστι 可视作非人称的“这是可能的”,或表示存在的“存在”。中性复数分词 δυνάμενα 指代前文中的“属性”(πάθη)或“差异”(διαφοράς)作为主语。整句结构为:“从他所说的话(ἐξ ὧν εἴρηκε)来看,[这些属性]是能够被添加和再次分离的”。

引用这一段

亚里士多德, 论生成和消灭 §1.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:1.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。