§1.2#12. Ὅλως τε δὴ περὶ γενέσεως καὶ φθορᾶς τῆς ἁπλῆς λεκτέον, πότερον ἔστιν ἢ οὐκ ἔστι καὶ πῶς ἐστίν, καὶ περὶ τῶν ἄλλων ἁπλῶν κινήσεων, οἶον περὶ αὐξήσεως καὶ ἀλλοιώσεως.
2. 总之,我们必须讨论单纯的生成和消灭,它们存在还是不存在,以及如何存在;还要讨论其他单纯的运动,例如生长和质变。
Πλάτων μὲν οὖν μόνον περὶ γενέσεως ἐσκέψατο καὶ φθορᾶς, ὅπως ὑπάρχει τοῖς πράγμασι, καὶ περὶ γενέσεως οὐ πάσης ἀλλὰ τῆς τῶν στοιχείων· πῶς δὲ σάρκες ἢ ὀστᾶ ἢ τῶν ἄλλων τι τῶν τοιούτων, οὐδέν· ἔτι οὔτε περὶ ἀλλοιώσεως οὔτε περὶ αὐξήσεως, τίνα τρόπον ὑπάρχουσι τοῖς πράγμασιν.
因此,柏拉图仅考察了生成和消灭是如何存在于事物之中的,而且关于生成,他也并非考察全部的生成,而仅考察了元素的生成;而对于肉、骨或任何其他此类事物如何生成,他却毫无阐述;此外,关于质变和生长,它们以何种方式存在于事物之中,他也没有讨论。
ὅλως δὲ παρὰ τὰ ἐπιπολῆς περὶ οὐδενὸς οὐδεὶς ἐπέστησεν ἔξω Δημοκρίτου.
总之,除了表面性的探讨之外,没有任何人专注于任何问题,除了德谟克利特。
οὗτος δ᾿ ἔοικε μὲν περὶ ἁπάντων φροντίσαι, ἤδη δὲ ἐν τῷ πῶς διαφέρει.
而此人似乎对一切事物都进行过思考,但在‘如何’这一具体点上,他已经与众不同。
οὔτε γὰρ περὶ αὐξήσεως οὐδεὶς οὐδὲν διώρισεν, ὥσπερ λέγομεν, ὅ τι μὴ κἂν ὁ τυχὼν εἴπειεν, ὅτι προσιόντος αὐξάνονται τοῦ ὁμοίου¹ τῷ ὁμοίῳ (πῶς δὲ τοῦτο, οὐκέτι), οὐδὲ περὶ μίξεως, οὐδὲ περὶ τῶν ἄλλων ὡς εἰπεῖν οὐδενός, οἷον τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, τίνα τρόπον τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει τὰς φυσικὰς ποιήσεις.
因为正如我们所说,关于生长,除了任何普通人都会说的话——即事物是通过‘同类加入同类’而生长的之外,没有任何人作出了任何规定(但是这如何可能,他们则不再说明),也没有关于混合,也没有关于其他几乎任何事物的讨论,例如关于作用和受作用,即一者以何种方式起作用而另一者承受自然的作用。
Δημόκριτος δὲ καὶ Λεύκιππος ποιήσαντες τὰ σχήματα τὴν ἀλλοίωσιν καὶ τὴν γένεσιν ἐκ τούτων ποιοῦσι, διακρίσει μὲν καὶ συγκρίσει γένεσιν καὶ φθοράν, τάξει δὲ καὶ θέσει ἀλλοίωσιν.
但是,德谟克利特和留基波设定了形状,并从这些形状中产生出质变和生成:通过分离和结合产生生成和消灭,通过秩序和位置产生质变。
ἐπεὶ δ᾿ ᾤοντο τἀληθὲς ἐν τῷ φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ φαινόμενα, τὰ σχήματα ἄπειρα ἐποίησαν, ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλῳ καὶ ἄλλῳ, καὶ μετακινεῖσθαι μικροῦ ἐμμιγνυμένου, καὶ ὅλως ἕτερον φαίνεσθαι ἑνὸς μετακινηθέντος· ἐκ τῶν αὐτῶν γὰρ τραγῳδία καὶ κωμῳδία γίνεται γραμμάτων.
既然他们认为真理在于显现,而显现的事物又是相反且无限的,于是他们将形状设为无限,从而由于复合物的变化,同一事物在不同的人看来呈现相反的面貌,且仅因微小成分的混入便发生变动,甚至仅因其中一者的移位就显得完全不同;因为从相同的字母中,既产生悲剧也产生喜剧。
Ἐπεὶ δὲ δοκεῖ σχεδὸν πᾶσιν ἕτερον εἶναι γένεσις καὶ ἀλλοίωσις, καὶ γίνεσθαι μὲν καὶ φθείρεσθαι συγκρινόμενα καὶ διακρινόμενα, ἀλλοιοῦσθαι δὲ μεταβαλλόντων τῶν παθημάτων, περὶ τούτων ἐπιστήσασι θεωρητέον.
既然在几乎所有人看来,生成与质变是不同的,且事物是通过结合和分离而生成与消灭,但由于属性的变化而发生质变,那么我们必须专注于这些问题并予以考察。
ἀπορίας γὰρ ἔχει ταῦτα καὶ πολλὰς καὶ εὐλόγους.
因为这些事物包含着许多且合乎情理的疑难。
εἰ μὲν γάρ ἐστι σύγκρισις ἡ γένεσις, πολλὰ ἀδύνατα συμβαίνει· εἰσὶ δ᾿ αὖ λόγοι ἕτεροι ἀναγκαστικοὶ καὶ οὐκ εὔποροι διαλύειν ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν.
因为如果生成是结合,就会导致许多不可能的结论;但另一方面,又存在着其他具有强迫性且不易化解的论证,证明事情不可能不是这样。
εἰ δὲ¹ μή ἐστι σύγκρισις ἡ γένεσις, ἢ ὅλως οὐκ ἔστι γένεσις ἢ ἀλλοίωσις, ἢ¹ καὶ τοῦτο διαλῦσαι χαλεπὸν ὃν πειρατέον.
而如果生成不是结合,那么要么根本没有生成,要么生成就是质变,或者即便是这一难题,尽管困难重重,我们也必须设法予以解决。
Ἀρχὴ δὲ τούτων πάντων, πότερον οὕτω γίνεται καὶ ἀλλοιοῦται καὶ αὐξάνεται τὰ ὄντα καὶ τἀναττία τούτοις πάσχει, τῶν πρώτων ὑπαρχόντων μεγεθῶν ἀδιαιρέτων, ἢ οὐδέν ἐστι μέγεθος ἀδιαίρετον· διαφέρει γὰρ τοῦτο πλεῖστον.
而所有这一切的起点在于:存在的事物是以这种方式生成、质变、生长并承受其相反作用——因为存在着首要的、不可分割的大小,还是根本不存在任何不可分割的大小;因为这两者具有极大的差别。
καὶ πάλιν εἰ μεγέθη, πότερον, ὡς Δημόκριτος καὶ Λεύκιππος, σώματα ταῦτ᾿ ἐστίν, ἢ ὥσπερ ἐν τῷ Τιμαίῳ, ἐπίπεδα.
而且进一步说,如果有这些大小,它们是如德谟克利特和留基波所说的是物体,还是如《蒂迈欧篇》中所说的是面。
τοῦτο μὲν οὖν αὐτό, καθάπερ καὶ ἐν ἄλλοις εἰρήκαμεν, ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι.
那么,单是把物体分解到面为止,正如我们在其他著作中也说过的,就是不合理的。
διὸ μᾶλλον εὔλογον σώματα εἶναι ἀδιαίρετα.
因此,存在不可分割的物体是更为合乎情理的。
ἀλλὰ καὶ ταῦτα πολλὴν ἔχει ἀλογίαν.
然而,这些不可分割的物体同样包含着许多不合理之处。
ὅμως δὲ τούτοις ἀλλοίωσιν καὶ γένεσιν ἐνδέχεται ποιεῖν, καθάπερ εἴρηται, τροπῇ καὶ διαθιγῇ μετακινοῦντα τὸ αὐτὸ καὶ ταῖς τῶν σχημάτων διαφοραῖς, ὅπερ ποιεῖ Δημόκριτος (διὸ καὶ χροιὰν οὔ φησιν εἶναι· τροπῇ γὰρ χρωματίξεσθαι), τοῖς δ᾿ εἰς ἐπίπεδα διαιροῦσιν οὐκέτι· οὐδὲν γὰρ γίνεται πλὴν στερεὰ συντιθεμένων· πάθος γὰρ οὐδ᾿ ἐγχειροῦσι γεννᾶν οὐδὲν ἐξ αὐτῶν.
但不管怎样,用这些不可分割的物体,正如已经说过的,由于相同的物体通过转动和接触以及它们形状的差异而移位,确实能够产生出质变和生成,这正是德谟克利特所做的(因此他甚至说颜色并不存在,因为颜色是通过转动而被着色的),但对于那些将物体分割为面的人来说,这就不再可能了;因为当面结合起来时,除了立体之外什么也无法生成,因为他们甚至不曾企图从它们中产生任何属性。
Αἴτιον δὲ τοῦ ἐπ᾿ ἔλαττον δύνασθαι τὰ ὁμολογούμενα συνορᾶν ἡ ἀπειρία.
而之所以未能全面看清公认的事实,其原因在于缺乏经验。
διὸ ὅσοι ἐνῳκήκασι μᾶλλον ἐν τοῖς φυσικοῖς, μᾶλλον δύνανται ὑποτίθεσθαι τοιαύτας ἀρχὰς αἳ ἐπὶ πολὺ δύνανται συνείρειν· οἱ δ᾿ ἐκ τῶν πολλῶν λόγων ἀθεώρητοι τῶν ὑπαρχόντων ὄντες, πρὸς ὀλίγα βλέψαντες ἀποφαίνονται ῥᾷον.
因此,那些更多地沉浸于自然科学探究之中的人,越能假定出可以在很大范围内一以贯之的此类原理;相反,那些虽然热衷于长篇大论的辩论,却未能观察存在的事实的人,仅看到少数情况就过于轻易地作出断言。
ἴδοι δ᾿ ἄν τις καὶ ἐκ τούτων ὅσον διαφέρουσιν οἱ φυσικῶς καὶ λογικῶς σκοποῦντες· περὶ γὰρ τοῦ ἄτομα εἶναι μεγέθη οἱ μέν φασιν ὅτι τὸ αὐτοτρίγωνον πολλὰ ἔσται, Δημόκριτος δ᾿ ἂν φανείη οἰκείοις καὶ φυσικοῖς λόγοις πεπεῖσθαι.
人们也可以从这些事情中看出,从自然学角度考察的人和从逻辑学角度考察的人有着多么巨大的差别;因为关于存在不可分割的大小,后者说,三角形本身会变成多个,而德谟克利特则显得是被合宜的、自然的论证所说服。
δῆλον δ᾿ ἔσται ὃ λέγομεν προϊοῦσιν.
我们所说的话,随着论述的深入,将会变得清晰起来。
Ἔχει γὰρ ἀπορίαν, εἴ τις θείη σῶμά τι εἶναι καὶ μέγεθος πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν.
因为,如果有人假定某个物体和大小是可以在任何地方分割的,且这是可能的,那就会产生一个疑难。
τί γὰρ ἔσται ὅπερ τὴν διαίρεσιν διαφεύγει;
因为有什么东西能够逃避这种分割而留存下来呢?
εἰ γὰρ πάντῃ διαιρετόν, καὶ τοῦτο δυνατόν, κἂν ἄμα εἴη τοῦτο πάντῃ διῃρημένον, καὶ εἰ μὴ ἄμα διήρηται· κὲν εἰ τοῦτο γένοιτο, οὐδὲν ἂν εἴη ἀδύνατον.
因为如果它是可以在任何地方分割的,且这是可能的,那么即使它没有被同时分割,它也可以被同时在所有地方分割;而如果这种情况发生,不会产生任何不可能的结果。
οὐκοῦν καὶ κατὰ τὸ μέσον ὡσαύτως, καὶ ὅλως δέ, εἰ πάντῃ πέφυκε διαιρετόν, κἂν διαιρεθῇ, οὐδὲν ἔσται ἀδύνατον γεγονός, ἐπεὶ οὐδ᾿ ἂν εἰς μυρία μυριάκις διῃρημένα ᾗ, οὐδὲν ἀδύνατον· καίτοι ἴσως οὐδεὶς ἄν διέλοι.
因此,同样在中间位置也是如此,并且一般而言,如果它在自然上是可以在任何地方分割的,即使它被分割了,也不会发生任何不可能的事,因为即使它被分割了千万次,也没有任何不可能,虽然也许没有任何人会真正去分割它。
ἐπεὶ τοίνυν πάντῃ τοιοῦτόν ἐστι τὸ σῶμα, διῃρήσθω.
既然,该物体在各处都是这样的,那就让它被分割吧。
τί οὖν ἔσται λοιπόν;
那么,剩下的会是什么呢?
μέγεθος;
是一个大小吗?
οὐ γὰρ οἶόν τε· ἔσται γάρ τι οὐ διῃρημένον, ἦν δὲ πάντῃ διαιρετόν.
因为这是不可能的;因为这样就会有某种未被分割的东西存在,然而它本是在任何地方都可分割的。
ἀλλὰ μὴν εἰ μηδὲν ἔσται σῶμα μηδὲ μέγεθος, διαίρεσις δ᾿ ἔσται, ἢ ἐκ στιγμῶν ἔσται, καὶ ἀμεγέθη ἐξ ὧν σύγκειται, ἢ οὐδὲν παντάπασιν, ὥστε κἂν γίνοιτο ἐκ μηδενὸς κἂν εἴη συγκείμενον, καὶ τὸ πᾶν δὴ οὐδὲν ἀλλ᾿ ἢ φαινόμενον.
然而,如果将不再存在任何物体和大小,而只有分割存在,那么它要么是由点构成的,即组成它的东西是没有大小的,要么完全是一无所有,以至于它会从无中生成并由无构成,而这整个万物实际上只不过是幻象而已。
ὁμοίως δὲ κἄν ᾗ ἐκ στιγμῶν, οὐκ ἔσται ποσόν.
同样地,即使它是由点构成的,它也不会是一个量。