§1.1#11. Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων, ὁμοίως κατὰ πάντων, τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν, ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον, καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν εἶναι ἀλλοιώσεως καὶ γενέσεως, ἢ χωρίς, ὥσπερ διώρισται καὶ τοῖς ὀνόμασιν.
1. 关于自然生成和消灭的事物的生成与消灭,同样对于所有这些事物,我们必须区分它们的原因和它们的定义,此外关于生长和质变,每一者是什么,以及我们应当认为质变和生成的本性是相同的,还是分离的,正如它们在名称上也被区分开一样。
Τῶν μὲν οὖν ἀρχαίων οἱ μὲν τὴν καλουμένην ἁπλῆν γένεσιν ἀλλοίωσιν εἶναί φασιν, οἱ δ᾿ ἕτερον ἀλλοίωσιν καὶ γένεσιν.
在古人中,有些人说所谓的单纯生成就是质变,而另一些人则说质变和生成是不同的。
ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν λέγουσιν εἶναι καὶ πάντα ἐξ ἑνὸς γεννῶσιν, τούτοις μὲν ἀνάγκη τὴν γένεσιν ἀλλοίωσιν φάναι καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι· ὅσοι δὲ πλείω τὴν ὅλην ἑνὸς τιθέασιν, οἷον Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας καὶ Λεύκιππος, τούτοις δὲ ἕτερον.
因为凡是宣称万物为一并从一中生成万物的人,对他们来说必然要说生成就是质变,并且在严格意义上生成的东西是在发生质变;而凡是假定整体多于一的人,例如恩培多克勒、阿那克萨戈拉和留基伯,对他们来说则是不同的。
καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησεν· λέγει γοῦν ὡς τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι ταὐτὸν καθέστηκε τῷ ἀλλοιοῦσθαι.
然而,阿那克萨戈拉至少忽略了他自己的话;无论如何,他说道生成和消灭与质变是同一回事。
πολλὰ δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι.
但他也像其他人一样,说元素是很多的。
Ἐμπεδοκλῆς μὲν γὰρ τὰ μὲν σωματικὰ τέτταρα, τὰ δὲ πάντα μετὰ τῶν κινούντων ἓξ τὸν ἀριθμόν, Ἀναξαγόρας δὲ ἄπειρα καὶ Λεύκιππος καὶ Δημόκριτος.
因为恩培多克勒说物体的元素有四个,而加上动力因在内的全部元素在数量上为六个,阿那克萨戈拉则说它们是无限的,留基伯和德谟克利特也是如此。
ὁ μὲν γὰρ τὰ ὁμοιομερῆ στοιχεῖα τίθησιν, οἷον ὀστοῦν καὶ σάρκα καὶ μυελόν, καὶ τῶν ἄλλων ὧν ἑκάστου συνώνυμον τὸ μέρος ἐστίν· Δημόκριτος δὲ καὶ Λεύκιππος ἐκ σωμάτων ἀδιαιρέτων τἆλλα συγκεῖσθαί φασι, ταῦτα δ᾿ ἄπειρα καὶ τὸ πλῆθος εἶναι καὶ τὰς μορφάς, αὐτὰ δὲ πρὸς αὐτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσὶ καὶ θέσει καὶ τάξει τούτων.
因为前者将同质部分设为元素,例如骨、肉和骨髓,以及其他各部分与整体同名的事物;而德谟克利特和留基伯则说,其他事物是由不可分割的物体构成的,这些物体在数量和形状上都是无限的,而且它们之间因为构成它们的成分、以及它们的位置和顺序而彼此不同。
ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα·
然而,围绕阿那克萨戈拉的人与围绕恩培多克勒的人的说法似乎相反。
ὁ μὲν γάρ φησι πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν στοιχεῖα τέσσαρα καὶ ἁπλᾶ εἶναι μᾶλλον ἢ σάρκα καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα τῶν ὁμοιομερῶν, οἱ δὲ ταῦτα μὲν ἁπλᾶ καὶ στοιχεῖα, γῆν δὲ καὶ πῦρ καὶ ὕδωρ καὶ ἀέρα σύνθετα· πανσπερμίαν γὰρ εἶναι τούτων.
因为后者说火、水、空气和土是四个元素,并且比肉、骨以及诸如此类的同质部分更简单,而前者则说这些[同质部分]是简单的和元素,但土、火、水和空气是复合的;因为它们是这些[同质部分]的万物种子的集合。
Τοῖς μὲν οὖν ἐξ ἑνὸς πάντα κατασκευάζουσιν ἀναγκαῖον λέγειν τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν· ἀεὶ γὰρ μένειν τὸ ὑποκείμενον ταὐτὸ καὶ ἕν (τὸ δὲ τοιοῦτον ἀλλοιοῦσθαί φαμεν)· τοῖς δὲ τὰ γένη πλείω ποιοῦσι διαφέρειν τὴν ἀλλοίωσιν τῆς γενέσεως· συνιόντων γὰρ καὶ διαλυομένων ἡ γένεσις συμβαίνει καὶ ἡ φθορά.
因此,对于那些从单一者中构造万物的人来说,必然要说生成和消灭就是质变;因为作为基础的主体始终保持同一和单一(而我们说这样的事情就是发生质变);但对于那些使种类多于一的人来说,质变与生成是不同的;因为生成和消灭是通过结合和分解而发生的。
διὸ λέγει τοῦτον τὸν τρόπον καὶ Ἐμπεδοκλῆς, ὅτι “φύσις οὐδενός ἐστιν, ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων.
因此,恩培多克勒也以这种方式说道:“任何事物都没有本性,而只有混合以及混合物的分离。
” ὅτι μὲν οὖν οἰκεῖος ὁ λόγος αὐτῶν τῇ ὑποθέσει οὕτω φάναι, δῆλον, καὶ ὅτι λέγουσι τὸν τρόπον τοῦτον· ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι φάναι παρὰ τὴν γένεσιν, ἀδύνατον μέντοι κατὰ τὰ ὑπ᾿ ἐκείνων λεγόμενα.
”因此,他们的论证适合于他们的假说从而以这种方式来说,这是显而易见的,并且他们也是以这种方式说的;但对这些人来说,也有必要说质变是某种不同于生成的东西,然而根据他们所说的话,这又是不可行的。
τοῦτο δ᾿ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν.
我们在这方面说得对,这是很容易理解的。
ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης τῆς οὐσίας ἐν αὐτῇ μεταβολὴν κατὰ μέγεθος, τὴν καλουμένην αὔξησιν καὶ φθίσιν, οὕτω καὶ ἀλλοίωσιν.
因为正如我们所见,在实体保持静止的状态下,它自身会发生数量上的变化,即所谓的生长和减少,我们也同样能看到质变。