Humanitext Reader

亚里士多德 · 动物的产生 §5.7#1

声音高低强弱的原因及牛的特例

第 91 段,共 93 段 · 希腊语

内容简介

作者基于起动者的力量与被移动空气量之间的关系,分析了声音高低和大小差异产生的原因,并解释了牛作为特例(年轻个体和雌性声音更低)的物理机制。

§5.7#1Περὶ δὲ φωνῆς, ὅτι τὰ μὲν βαρύφωνα τῶν ζῴων ἐστί, τὰ δ᾽ ὀξύφωνα, τὰ δ᾽ εὔτονα καὶ πρὸς ἀμφοτέρας ἔχοντα τὰς ὑπερβολὰς συμμέτρως, ἔτι δὲ τὰ μὲν μεγαλόφωνα τὰ δὲ μικρόφωνα, καὶ λειότητι καὶ τραχύτητι καὶ εὐκαμψψίᾳ καὶ ἀκαμψίᾳ διαφέροντα ἀλλήλων, ἐπισκεπτέον διὰ τίνας αἰτίας ὑπάρχει τούτων ἕκαστον.
关于声音,为什么有些动物是低音的,有些是高音的,有些则是音调健旺且在这两个极端之间保持适度平衡的,此外为什么有些是大声的,有些是小声的,并且在光滑与粗糙、灵活与僵硬上彼此不同,我们必须考察这些特征中的每一个是由于什么原因而存在的。
περὶ μὲν οὖν ὀξύτητος καὶ βαρύτητος τὴν αὐτὴν αἰτίαν οἰητέον εἶναι ἥνπερ ἐπὶ τῆς μεταβολῆς ἣν μεταβάλλει νέα ὄντα καὶ πρεσβύτερα.
那么,关于音调的高和低,我们必须认为其原因与它们在年轻和年老时所经历的变化中的原因相同。
τὰ μὲν γὰρ ἄλλα πάντα νεώτερα ὄντα ὀξύτερον φθέγγεται, τῶν δὲ βοῶν οἱ μόσχοι βαρύτερον.
因为所有其他动物在年轻时发音都较高,而在牛中,牛犊的发音却较低。
τὸ δ᾽ αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἀρρένων καὶ θηλειῶν· ἐν μὲν γὰρ τοῖς ἄλλοις γένεσι τὸ θῆλυ ὀξύτερον φθέγγεται τοῦ ἄρρενος (μάλιστα δ᾽ ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων τοῦτο· μάλιστα γὰρ τούτοις ταύτην τὴν δύναμιν ἀποδέδωκεν ἡ φύσις διὰ τὸ λόγῳ χρῆσθαι μόνους τῶν ζῴων, τοῦ δὲ λόγου ὕλην εἶναι τὴν φωνήν), ἐπὶ δὲ τῶν βοῶν τοὐναντίον· βαρύτερον γὰρ αἱ θήλειαι φθέγγονται τῶν ταύρων.
同样的情况也发生在雌雄之间;因为在其他属中,雌性发发出声音比雄性更高(这在人类中最为明显;因为自然最把这种能力赋予了人类,因为在动物中只有人类使用言语,而声音是言语的质料),但在牛的情况下却相反;因为母牛发出的声音比公牛更低。
τίνος μὲν οὖν ἕνεκα φωνὴν ἔχει τὰ ζῷα, καὶ τί ἐστι φωνὴ καὶ ὅλως ὁ ψόφος, τὰ μὲν ἐν τοῖς περὶ αἰσθήσεως εἴρηται, τὰ δ᾽ ἐν τοῖς περὶ ψυχῆς.
至于动物为了什么目的拥有声音,以及声音是什么以及一般的响声是什么,有些已在《论感觉》中论述,另一些则在《论灵魂》中论述。
ἐπεὶ δὲ βαρὺ μέν ἐστιν ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, ὀξὺ δ᾽ ἐν τῷ ταχεῖαν, τοῦ δὲ βραδέως ἢ ταχέως πότερον τὸ κινοῦν αἴτιον ἢ τὸ κινούμενον, ἔχει τινὰ ἀπορίαν.
既然低沉在于运动迟缓,高亢在于运动迅速,那么对于迟缓或迅速的原因,究竟是起动者还是被动者,这存在着某种困难。
φασὶ γάρ τινες τὸ μὲν πολὺ βραδέως κινεῖσθα, τὸ δ᾽ ὀλίγον ταχέως, καὶ ταύτην αἰτίαν εἶναι τοῦ τὰ μὲν βαρύφωνα εἶναι τὰ δ᾽ ὀξύφωνα, λέγοντες μέχρι τινὸς καλῶς, ὅλως δ᾽ οὐ καλῶς.
因为有人说,多的东西运动迟缓,少的东西运动迅速,而这就是有些是低音有些是高音的原因,他们说得在一定程度上是对的,但整体上是不对的。
τῷ μὲν γὰρ γένει ὀρθῶς ἔοικε λέγεσθαι τὸ βαρὺ ἐν μεγέθει τινὶ εἶναι τοῦ κινουμένου.
因为在一般原则上,说低音在于被动者的某种大小,这似乎是正确的。
εἰ γὰρ τοῦτο, καὶ μικρὸν καὶ βαρὺ φθέγξασθαι οὐ ῥᾴδιον, ὁμοίως δὲ οὐδὲ βαρὺ καὶ ὀξύ.
因为如果是这样,发出既小又低的声音是不容易的,同样,发出既低又高的声音也不容易。
καὶ δοκεῖ γενναιοτέρας εἶναι φύσεως ἡ βαρυφωνία, καὶ ἐν τοῖς μέλεσι τὸ βαρὺ τῶν συντόνων βέλτιον· τὸ γὰρ βέλτιον ἐν ὑπεροχῇ, ἡ δὲ βαρύτης ὑπεροχή τις.
而且低沉的声音似乎属于更优雅的天性,在旋律中,低音比紧绷(高)的音更好;因为更好的在于优越性,而低沉是一种优越性。
ἀλλ᾽ ἐπειδή ἐστιν ἕτερον τὸ βαρὺ καὶ ὀξὺ ἐν φωνῇ μεγαλοφωνίας καὶ μικροφωνίας (ἔστι γὰρ καὶ ὀξύφωνα μεγαλόφωνα, καὶ μικρόφωνα βαρύφωνα ὡσαύτως), ὁμοίως δὲ καὶ κατὰ τὸν μέσον τόνον τούτων· περὶ ὧν τίνι ἄν τις ἄλλῳ διορίσειεν (λέγω δὲ μεγαλοφωνίαν καὶ μικροφωνίαν) ἢ πλήθει καὶ ὀλιγότητι τοῦ κινουμένου;
但是,既然声音中的低和高与大声和小声是不同的(因为既有高亢的大声,同样也有小声的低沉),在它们之间的中间音调中也是如此;关于这些(我指的是大声和小声),人们除了用被动者的多与少之外,还能用什么其他的东西来界定呢?
εἰ οὖν κατὰ τὸν λεγόμενον ἔσται διορισμὸν τὸ ὀξὺ καὶ βαρύ, συμβήσεται τὰ αὐτὰ εἶναι βαρύφωνα καὶ με γαλόφωνα καὶ ὀξύφωνα καὶ μικρόφωνα.
因此,如果高和低要按照上述的区别来界定,就会导致同样的东西既是低音又是大声的,既是高音又是小声的。
τοῦτο δὲ ψεῦδος, αἴτιον δ᾽ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὰ μὲν ἀπλῶς λέγεται, τὰ δὲ πρὸς ἄλληλα.
但这是错误的,原因在于“大”和“小”、“多”和“少”,有些是绝对而言的,有些则是相对而言的。
μεγαλόφωνα μὲν οῦν ἐστὶν ἐν τῷ πολὺ ἀπλῶς εἶναι τὸ κινούμενον, μικρόφωνα δὲ τῷ ὀλίγον, βαρύφωνα δὲ καὶ ὀξύφωνα ἐν τῷ πρὸς ἄλληλα ταύτην ἔχειν τὴν διαφοράν.
因此,大声在于被动者绝对地多,小声在于其少,而低音和高音则在于它们相对而言具有这种差异。
ἐὰν μὲν γὰρ ὑπερέχῃ τὸ κινούμενον τῆς τοῦ κινοῦντος ἰσχύος, ἀνάγπ βραδέως φέρεσθαι τὸ φερόμενον, ἂν δ᾽ ὑπερέχηται, ταχέως.
因为如果被动者超过了起动者的力量,被运载者必然缓慢运载,而如果被动者被起动者超越,则迅速运载。
τὸ δ᾽ ἰσχῦον διὰ τὴν ἰσχὺν ὁτὲ μὲν πολὺ κινοῦν βραδεῖαν ποιεῖ τὴν κίνησιν, ὁτὲ δὲ διὰ τὸ κρατεῖν ταχεῖαν.
而有力者因其力量,有时通过推动许多东西使运动变慢,有时又通过主导它而使运动变快。
κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τῶν κινούντων τὰ ἀσθενῇ τὰ μὲν πλείω κινοῦντα τῆς δυνάμεως βραδεῖαν ποιεῖ τὴν κίνησιν, τὰ δὲ δι᾽ ἀσθένειαν ὀλίγον κινοῦντα ταχεῖαν.
按照相同的道理,在起动者中,那些虚弱的,通过移动超出其能力的多量东西使运动变慢,而由于虚弱移动少量的东西则使之变快。
αἱ μὲν οὖν αἰτίαι τῶν ἐναντιώσεων αὗται, τοῦ μήτε πάντα τὰ νέα ὀξύφωνα εἶναι μήτε βαρύφωνα, μήτε τὰ πρεσβύτερα, μήτε τὰ ἄρρενα καὶ θήλεα, πρὸς δὲ τούτοις καὶ τοῦ τοὺς κάμνοντας ὀξὺ φθέγγεσθαι καὶ τοὺς εὖ τὸ σῶμα ἔχοντας, ἔτι δὲ καὶ γέροντας γινομένους μᾶλλον ὀξυφωνοτέρους γίνεσθαι, τῆς ἡλικίας ἐναντίας οὔσης τῇ τῶν νέων.
因此,这些对立情况的原因就在于:为什么并非所有年轻动物都是高音的或低音的,年老动物也非如此,雌雄亦非如此,此外,还包括为什么病患者和身体状况良好的人都发出高音,以及为什么变老的人会变得音调更高,尽管他们的年龄与年轻人的年龄相反。
τὰ μὲν οὖν πλεῖστα νεώτερα ὄντα καὶ θήλεα δι᾽ ἀδυναμιαν ὀλίγον κινοῦντα ἀέρα ὀξύφωνά ἐστιν· ταχὺ γὰρ ὁ ὀλίγος φέρεται, τὸ δὲ ταχὺ ὀξὺ ἐν φωνῇ.
因此,大多数动物在年轻和雌性时,由于虚弱而只移动少量的空气,所以是高音的;因为少量的空气运载得快,而在声音中,快就是高。
οἱ δὲ μόσχοι καὶ αἱ βόες αἱ θήλειαι, οἱ μὲν διὰ τὴν ἡλικίαν, αἱ δὲ διὰ τὴν φύσιν τῆς θηλύτητος, οὐκ ἰσχυρὸν ἔχουσι τὸ μόριον ᾧ κινοῦσι, πολὺ δὲ κινοῦντα βαρύφθογγά ἐστιν· βαρὺ γὰρ τὸ βραδέως φερόμενον, ὁ δὲ πολὺς ἀὴρ φέρεται βραδέως.
但是,牛犊和母牛——前者因年龄,后者因其雌性的天性——推动空气的器官并不强健,但由于移动了多量的空气,它们发出的声音是低沉的;因为缓慢运载的是低音,而多量的空气运载得慢。

词汇与语法注释

  1. 5.7#1πρὸς ἀμφοτέρας ἔχοντα τὰς ὑπερβολὰς συμμέτρως — 分词短语,用以修饰并解释“τὰ δ᾽ εὔτονα”(音调健旺的声音)的特征。“ὑπερβολάς”指声音高亢与低沉的两个极端,“πρός”表示针对这两者的关系或比例。
  2. 5.7#1ἥνπερ ἐπὶ τῆς μεταβολῆς ἣν μεταβάλλει — 关系代名词“ἥνπερ”(单数阴性宾格)指代先行词“αἰτίαν”,而其后的“ἣν”则作为同族动词“μεταβάλλει”的同族宾格,用以理清将原因比作其自身所经历之变化的双重关系结构。
  3. 5.7#1τοῦ δὲ βραδέως ἢ ταχέως πότερον τὸ κινοῦν αἴτιον ἢ τὸ κινούμενον, ἔχει τινὰ ἀπορίαν — 句首的属格名词短语“τοῦ δὲ βραδέως ἢ ταχέως”(关于迟缓与迅速)修饰句末的“ἀπορίαν”,而间接疑问从句“πότερον... ἢ...”(是起动者还是被动者)则在结构上具体说明了这一困难的内容。
  4. 5.7#1τὰ μὲν ἁπλῶς λέγεται, τὰ δὲ πρὸς ἄλληλα — 亚里士多德哲学中“绝对地”(ἁπλῶς)与“相对地/彼此相关”(πρὸς ἄλληλα)的逻辑区分。它解释了表示数量的词在绝对意义上决定声音的大小,而音调的高低则取决于相对的关系。

引用这一段

亚里士多德, 动物的产生 §5.7#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:5.7%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。