§5.7#2πολὺν δὲ κινοῦσι ταῦτα, τὰ δ᾽ ἄλλ᾽ ὀλίγον, διὰ τὸ τὸ ἀγγεῖον δι᾽ οὗ πρῶτον φέρεται τὸ πνεῦμα, τούτοις μὲν διάστημ᾽ ἔχειν μέγα καὶ πολὺν ἀναγκάζεσθαι ἀέρα κινεῖν, τοῖς δ᾽ ἄλλοις εὐταμίευτον εἶναι.
这些动物移动了多量的空气,而其他动物则移动了少量的空气,这是因为气息首先通过的管道在它们中具有宽大的通道,迫使它们移动多量的空气,而在其他动物中这则是易于调节的。
προϊούσης δὲ τῆς ἡλικίας ἰσχύει μᾶλλον τοῦτο τὸ μόριον τὸ κινοῦν ἐν ἑκάστοις, ὥστε μεταβάλλουσιν εἰς τοὐναντίον, καὶ τὰ μὲν ὀξύφωνα βαρυφωνότερα γίνεται αὐτὰ αὑτῶν, τὰ δὲ βαρύφωνα ὀξυφωνότερα· διόπερ οἱ ταῦροι ὀξυφωνότεροι τῶν μόσχων καὶ τῶν θηλειῶν βοῶν.
随着年龄的增长,每个动物中这一起动部分都变得更加强壮,以至于它们向相反的方向变化,高音者变得比自己以前的声音更低沉,而低音者则变得更高亢;因此公牛的声音比牛犊和母牛更高亢。
ἔστι μὲν οὖν πᾶσιν ἡ ἰσχὺς ἐν τοῖς νεύροις, διὸ καὶ τὰ ἀκμάζοντα ἰσχύει μᾶλλον.
的确,所有动物的力量都在于腱,因此处于全盛期者力量更强。
ἄναρθρα γὰρ τὰ νέα μᾶλλον καὶ ἄνευρα.
因为年轻的动物关节更松弛,且缺乏腱。
ἔτι δὲ τοῖς μὲν νέοις οὔπω ἐπιτέταται, τοῖς δὲ γηράσκουσιν ἤδη ἀνίεται ἡ συντονία· διὸ ἄμφω ἀσθενῆ καὶ ἀδύνατα πρὸς τὴν κίνησιν.
此外,在年轻动物中,紧张度尚未绷紧,而在年老动物中,张力已经松弛;因此两者在运动方面都是虚弱且无能为力的。
μάλιστα δ᾽ οἱ ταῦροι νευρώδεις, καὶ ἡ καρδίᾳ· διόπερ σύντονον ἔχουσι τοῦτο τὸ μόριον ᾧ κινοῦσι τὸ πνεῦμα, ὥσπερ χορδὴν τεταμένην νευρίνην.
公牛的腱特别发达,心脏也是如此;因此它们起动气息的这个部分处于紧张状态,就像一根绷紧的腱质琴弦。
δηλοῖ δὲ τοιαύτη τὴν φύσιν οὖσα ἡ καρδία τῶν βοῶν τῷ καὶ ὀστῦν ἐγγίνεσθαι ἐν ἐνίαις αὐτῶν· τὰ δ᾽ ὀστᾶ ζητεῖ τὴν τοῦ νεύρου φύσιν.
母牛或公牛的心脏具有这种天性,也通过某些牛的心脏中会长出骨头这一事实得到证明;因为骨头寻求腱的天性。
ἐκτεμνόμενα δὲ πάντα εἰς τὸ θῆλυ μεταβάλλει, καὶ διὰ τὸ ἀνίεσθαι τὴν ἰσχὺν τὴν νευρώδη ἐν τῇ ἀρχῇ ὁμοίαν ἀφίησι φωνὴν τοῖς θήλεσιν.
所有被阉割的动物都向雌性转变,因为起动点(始原)中的腱质力量松弛,它们发出与雌性相似的声音。
ἡ δ᾽ ἄνεσις παραπλησία γίνεται ὥσπερ ἂν εἴ τις χορδὴν κατατείνας σύντονον ποιήσειε τῷ ἐξάψαι τι βάρος, οἷον δὴ ποιοῦσιν αἱ τοὺς ἱστοὺς ὑφαίνουσαι· καὶ γὰρ αὗται τὸν στήμονα κατατείνουσι προσάπτουσαι τὰς καλουμένας λαιάς.
这种松弛非常类似于有人在绷紧琴弦后,通过悬挂某种重物使其保持紧张,就像织布妇女所做的那样;因为她们也通过系上被称为“赖哀(重锤)”的东西来绷紧经线。
οὕτω γὰρ καὶ ἡ τῶν ὄρχεων φύσις προσήρτηται πρὸς τοὺς σπερματικοὺς πόρους, οὗτοι δ᾽ ἐκ τῆς φλεβός, ἧς ἡ ἀρχὴ ἐκ τῆς καρδίας πρὸς αὐτῷ τῷ κινοῦντι τὴν φωνήν.
因为精睾的天性也是这样附着在输精管上的,而这些管道又附着在静脉上,该静脉的始原出自心脏,靠近起动声音的那个部分本身。
διὸ καὶ τῶν σπερματικῶν πόρων μεταβαλλόντων πρὸς τὴν ἡλικίαν, ἐν ᾗ ἤδη δύνανται τὸ σπέρμα ἐκκρίνειν, συμμεταβάλλει καὶ τοῦτο τὸ μόριον.
因此,当输精管向着已经能够分泌精液的年龄变化时,这个部分也随之发生变化。
τούτου δὲ μεταβάλλοντος καὶ ἡ φωνὴ μεταβάλλει, μᾶλλον μὲν τοῖς ἄρρεσιν, συμβαίνει δὲ ταὐτὸ καὶ ἐπὶ τῶν θηλειῶν, ἀλλ᾽ ἀδηλότερον, καὶ γίνεται ὃ καλοῦσί τινες τραγίζειν, ὅταν ἀνώμαλος ᾖ ἡ φωνή.
当这个部分发生变化时,声音也发生变化,这在雄性中更为明显,尽管在雌性中也发生同样的情况,但不太明显,当声音不均匀时,就会出现一些人所说的“变声(如山羊般叫)”现象。
μετὰ δὲ ταῦτα καθίσταται εἰς τὴν τῆς ἐπιούσης ἡλικίας βαρύτητα ἢ ὀξυφωνίαν.
此后,声音会稳定在接下来的年龄所具有的低沉或高亢中。
ἀφαιρουμένων δὲ τῶν ὄρχεων ἀνίεται ἡ τάσις τῶν πόρων, ὥσπερ ἀπὸ τῆς χορδῆς καὶ τοῦ στήμονος ἀφαιρουμένου τοῦ βάρους.
但是,当摘除精睾时,输精管的张力就会松弛,就像从琴弦和经线上拿走重物一样。
τούτου δ᾽ ἀνιεμένου καὶ ἡ ἀρχὴ ἡ κινοῦσα τὴν φωνὴν ἐκλύεται κατὰ τὸν αὐτὸν λόγον.
当这松弛时,起动声音的始原也按照同样的道理而弛缓。
διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν τὰ ἐκτεμνόμενα μεταβάλλει εἰς τὸ θῆλυ τήν τε φωνὴν καὶ τὴν ἄλλην μορφήν, διὰ τὸ συμβαίνειν ἀνίεσθαι τὴν ἀρχὴν ἐξ ἧς ὑπάρχει τῷ σώματι ἡ συντονία, ἀλλ᾽ οὐχ ὥσπερ τινὲς ὑπολαμβάνουσιν αὐτοὺς τοὺς ὄρχεις εἶναι σύναμμα πολλῶν ἀρχῶν· ἀλλὰ μικραὶ μεταστάσεις μεγάλων αἰτίαι γίνονται, οὐ δι᾽ αὑτάς, ἀλλ᾽ ὅταν συμβαίνῃ ἀρχὴν συμμεταβάλλειν.
因此,正是由于这个原因,被阉割的动物在声音和其他外形上都向雌性转变,因为身体获得紧张感的始原发生了松弛,而不是像一些人所设想的那样,因为精睾本身是许多始原的结节;但是微小的变化会成为巨大结果的原因,这并非由于它们自身,而是当一个始原随之发生变化时。
αἱ γὰρ ἀρχαὶ μεγέθει οὖσαι μικραὶ τῇ δυνάμει μεγάλαι εἰσίν· τοῦτο γάρ ἐστι τὸ ἀρχὴν εἶναι, τὸ αὐτὴν μὲν αἰτίαν εἶναι πολλῶν, ταύτης δ᾽ ἄλλο ἄνωθεν μηθέν.
因为始原虽然在大小上是微小的,但在力量上却是伟大的;因为这就是作为始原的本质:其自身是许多事物的原因,而在其上没有其他更高的事物。
τοῦ δὲ φύσει τὰ μὲν τοιαῦτα συνίστασθαι τῶν ζῴων ὥστε βαρύφωνα εἶναι, τὰ δ᾽ ὀξύφωνα, συμβάλλεται καὶ ἡ θερμότης τοῦ τόπου καὶ ἡ ψυχρότης.
在动物的自然构造中,有些是低音的,有些是高音的,该地方的冷热也对此有所助益。
τὸ μὲν γὰρ θερμὸν πνεῦμα διὰ παχύτητα ποιεῖ βαρυφωνίαν, τὸ δὲ ψυχρὸν διὰ λεπτότητα τοὐναντίον.
因为温热的气息因其粗厚而产生低音,而寒冷的气息相反,因其细薄而产生高音。
δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν· οἱ γὰρ θερμοτέρῳ τῷ πνεύματι χρώμενοι, καὶ τοιοῦτον προϊέμενοι οἷον οἱ αἰάζοντες, βαρύτερον αὐλοῦσιν.
这在笛子上也是显而易见的;因为那些使用较温热气息,并像哀悼者那样吐出气息的人,吹出的声音更低沉。
τῆς δὲ τραχυφωνίας αἴτιον, καὶ τοῦ λείαν εἶναι τὴν φωνήν, καὶ πάσης τῆς τοιαύτης ἀνωμαλίας, τὸ τὸ μόριον καὶ τὸ ὄργανον δι᾽ οὗ φέρεται ἡ φωνὴ ἢ τραχὺ ἢ λεῖον εἶναι ἢ ὅλως ὁμαλὸν ἢ ἀνώμαλον.
而声音粗糙、声音光滑以及所有这类不均匀的原因,在于声音通过的部分和器官是粗糙还是光滑,或者整体上是均匀还是不均匀。
δῆλον δ᾽ ὅταν ὑγρότης τις ὑπάρχῃ περὶ τὴν ἀρτηρίαν ἢ τραχύτης γένηται ὑπό τινος πάθους· τότε γὰρ καὶ ἡ φωνὴ γίνεται ἀνώμαλος.
当气管周围存在某种湿气,或因某种疾病而变粗糙时,这是显而易见的;因为那时声音也会变得不均匀。
τῆς δ᾽ εὐκαμψίας, ἂν μαλακὸν ἢ σκληρὸν ᾖ τὸ ὄργανον.
而灵活性则取决于器官是柔软还是坚硬。
τὸ μὲν γὰρ μαλακὸν δύναται ταμιεύεσθαι καὶ παντοδαπὸν γίνεσθαι, τὸ δὲ σκληρὸν οὐ δύναται.
因为柔软的器官可以被调节并呈现出各种状态,而坚硬的则不能。
καὶ τὸ μὲν μαλακὸν καὶ μικρὸν δύναται καὶ μέγα φθέγγεσθαι, διὸ καὶ ὀξὺ καὶ βαρύ· ταμιεύεται γὰρ ῥᾳδίως τοῦ πνεύματος, καὶ αὐτὸ γινόμενον ῥᾳδίως μέγα καὶ μικρόν· ἡ δὲ σκληρότης ἀταμίευτον.
而且柔软的器官既能发出小声也能发出大声,因此既能发出高音也能发出低音;因为它可以轻易地调节气息,且自身也可以轻易地变大和变小;但坚硬是无法调节的。
περὶ μὲν οὖν φωνῆς
关于声音……