Humanitext Reader

亚里士多德 · 动物的产生 §5.1#2

睡眠中的感觉与眼睛颜色及视力差异的原因

第 82 段,共 93 段 · 希腊语

内容简介

作者解释了动物在睡眠中的感觉及婴儿眼色的变化,并从眼球内水分的量与透明度的角度,科学地讨论了不同物种和个体眼色差异的原因,以及昼夜视力的不同。

§5.1#2συμβαίνουσι γὰρ καὶ καθεύδουσιν αἰσθήσεις τοῖς ζῴοις, οὐ μόνον τὰ καλούμενα ἐνύπνια, ἀλλὰ καὶ παρὰ τὸ ἐνύπνιον, καθάπερ τοῖς ἀνισταμένοις καθεύδουσι καὶ πολλὰ πράττειν ἄνευ τοῦ ἐνυπνιάζειν.
因为动物在睡眠时也会产生感觉,不仅是所谓的梦,还有梦以外的事物,就像那些在睡眠中起来并在没有做梦的情况下做了许多事的人一样。
εἰσὶ γάρ τινες ὃ καθεύδοντες ἀνίστανται καὶ πορεύονται βλέποντες ὥσπερ οἱ ἐγρηγορότες.
因为有些人会在睡眠中起来并走动,像清醒的人一样看着。
τούτοις γὰρ γίνεται τῶν συμβαινόντων αἴσθησις, οὐκ ἐγρηγορόσι μέν, οὐ μέντοι ὡς ἐνύπνιον.
因为对于这些人来说,他们对发生的事情产生了感觉,虽然不是在清醒状态下,但也不是作为梦。
τὰ δὲ παιδία ἐοίκασιν, ὥσπερ ἀνεπιστήμονα τοῦ ἐγρηγορέναι, διὰ συνήθειαν ἐν τῷ καθεύδειν αἰσθάνεσθαι καὶ ζῆν.
而婴儿由于习惯,似乎在睡眠中产生感觉并生活,仿佛对清醒一无所知。
προϊόντος δὲ τοῦ χρόνου, καὶ τῆς αὐξήσεως εἰς τὸ κάτω μεταβαινούσης, ἐγείρονταί τε μᾶλλον ἤδη, καὶ τὸν πλείω χρόνον οὕτω διάγουσιν.
但随着时间的推移,生长(营养)转移到下部,他们现在更清醒了,并以此度过大部分时间。
μᾶλλον δὲ τῶν ἄλλων ζῴων ἐν ὕπνῳ τὸ πρῶτον διατελοῦσιν· ἀτελέστατα γὰρ γεννᾶται τῶν τετελεσμένων, καὶ τὴν αὔξησιν ἔχοντα μάλιστα ἐπὶ τὸ ἄνω μέρος τοῦ σώματος.
而且在最初阶段,他们比其他动物更多地处于睡眠中;因为在完全的动物中,他们出生时最不完全,并且其生长主要集中在身体的上部。
γλαυκότερα δὲ τὰ ὄμματα τῶν παιδίων εὐθὺς γεννωμένων ἐστὶ πάντων, ὕστερον δὲ μεταβάλλει πρὸς τὴν ὑπάρχειν μέλλουσαν φύσιν αὐτοῖς· ἐπὶ δὲ τῶν ἄλλων ζῴων οὐ συμβαίνει τοῦτ᾽ ἐπιδήλως.
所有刚出生的婴儿的眼睛都更蓝,但后来会转变为他们将要具有的自然颜色;而在其他动物中,这并不会明显发生。
τούτου μὲν οὖν αἴτιον τὸ μονόχροα τὰ ὄμματα τῶν ἄλλων εἶναι μᾶλλον, οἷον οἱ βόες μελανόφθαλμοι, τὸ δὲ τῶν προβάτων ὑδαρὲς πάντων, τῶν δὲ χαροπὸν ὅλον τὸ γένος ἢ γλαυκόν, ἔνια δ᾽ αἰγωπά, καθάπερ καὶ τὸ τῶν αἰγῶν αὐτὸ πλῆθος.
其原因在于其他动物的眼睛更倾向于单色,例如牛是黑眼,羊全都具有水样的眼睛,而有些动物整个属类都是黄褐色或蓝色的眼睛,有些则是像山羊一样的眼睛,正如山羊本身的大多数一样。
τὰ δὲ τῶν ἀνθρώπων ὄμματα πολύχροα συμβέβηκεν εἶναι· καὶ γὰρ γλαυκοὶ καὶ χαροποὶ καὶ μελανόφθαλμοί τινές εἰσιν, οἱ δ᾽ αἰγωποί.
但人类的眼睛恰好有多色;因为有些人是蓝眼,有些人是黄褐色眼,有些人是黑眼,其他人是山羊眼。
διὸ καὶ ὥσπερ οὐδ᾽ ἀλλήλων διαφέρουσιν, οὕτως οὐδ᾽ αὐτὰ αὑτῶν· οὐ γὰρ πέφυκε πλείω μιᾶς ἴσχειν.
因此,正如它们[个体内]彼此不不同一样,它们本身[左右眼]也不不同;因为它们天生不能拥有多于一种的颜色。
μάλιστα δὲ τῶν ἄλλων ζῴων ἵππος πολύχρων ἐστίν· καὶ γὰρ ἑτερόγλαυκοί τινες αὐτῶν γίνονται.
但在其他动物中,马最具有多色;因为它们中的一些会变成异色眼。
τοῦτο δὲ τῶν μὲν ἄλλων οὐθὲν πάσχει ζῴων ἐπιδήλως, ἄνθρωποι δὲ γίνονταί τινες ἑτερόγλαυκοι.
在其他动物中没有一个会明显遭受这种情况,但有些人类会变成异色眼。
τοῦ μὲν οὖν τἆλλα ζῷα νέα ὄντα καὶ πρεσβύτερα μηθὲν ἐπίδηλον μεταβάλλειν, ἐπὶ δὲ τῶν παιδίων τοῦτο συμβαίνειν, ἱκανὴν οἰητέον αἰτίαν εἶναι καὶ ταύτην, ὅτι τῶν μὲν μονόχρων τῶν δὲ πολύχρων τὸ μόριόν ἐστιν· τοῦ δὲ γλαυκότερα καὶ μὴ χρόαν ἄλλην ἴσχειν αἴτιον ὅτι ἀσθενέστερα τὰ μόρια τῶν νέων, ἀσθένεια δέ τις ἡ γλαυκότης.
那么,至于其他动物在年轻和年老时没有明显的变化,而这在婴儿中发生,我们应该认为这也是一个充分的原因,即一方面的部位是单色的,而另一方面的部位是多色的;而婴儿眼睛更蓝且不具有其他颜色的原因是年轻个体的部位较弱,而蓝色是某种弱态。
δεῖ δὲ λαβεῖν καθόλου περὶ τῆς διαφορᾶς τῶν ὀμμάτων, διὰ τίν᾽ αἰτίαν τὰ μὲν γλαυκὰ τὰ δὲ χαροπὰ τὰ δ᾽ αἰγωπὰ τὰ δὲ μελανόμματ᾽ ἐστίν.
但我们必须从整体上把握关于眼睛的差异,因为什么原因有些是蓝色的,有些是黄褐色的,有些是山羊眼的,有些是黑眼的。
τὸ μὲν οὖν ὑπολαμβάνειν τὰ μὲν γλαυκὰ πυρώδη, καθάπερ Ἐμπεδοκλῆς φησί, τὰ δὲ μέλανα πλεῖον ὕδατος ἔχειν ἢ πυρός, καὶ διὰ τοῦτο τὰ μὲν ἡμέρας οὐκ ὀξὺ βλέπειν, τὰ γλαυκά, δι᾽ ἔνδειαν ὕδατος, θάτερα δὲ νύκτωρ δι᾽ ἔνδειαν πυρός, οὐ λέγεται καλῶς, εἴπερ μὴ πυρὸς τὴν ὄψιν θετέον ἀλλ᾽ ὕδατος πᾶσιν.
因此,像恩培多克勒所说的那样,认为蓝眼是火性的,而黑眼含有更多的水而不是火,并因此蓝眼由于缺水在白日里看不清,而另一类由于缺火在夜间看不清,这种说法是不对的,因为我们必须为所有人将视觉置于水,而不是火之上。
ἔτι δ᾽ ἐνδέχεται τῶν χρωμάτων τὴν αἴτιαν ἀποδοῦναι καὶ κατ᾽ ἄλλον τρόπον· ἀλλ᾽ εἴπερ ἐστὶν ὥσπερ ἐλέχθη πρότερον ἐν τοῖς περὶ τὰς αἰσθήσεις καὶ τούτων ἔτι πρότερον ἐν τοῖς περὶ ψυχῆς διωρισμένοις, καὶ ὅτι ὕδατος, καὶ δι᾽ ἣν αἰτίαν ὕδατος ἀλλ᾽ οὐκ ἀέρος ἢ πυρὸς τὸ αἰσθητήριον τοῦτ᾽ ἐστί, ταύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν εἰρημένων.
此外,也有可能以另一种方式来解释颜色的原因;但如果在之前关于感觉的论述中,以及在此之前关于灵魂的论述中已经规定,视觉器官是由水构成的,并且由于什么原因这一感官是水,而不是空气或火,那么我们必须认为这就是上述所说之理的原因。
οἱ μὲν γὰρ ἔχουσι τῶν ὀφθαλμῶν πλέον ὑγρόν, οἱ δ᾽ ἔλαττον τῆς συμμέτρου κινήσεως, οἱ δὲ σύμμετρον.
因为有些眼睛的水多于适度的运动,有些则少于,有些则是适度的。
τὰ μὲν οὖν ἔχοντα τῶν ὀμμάτων πολὺ τὸ ὑγρὸν μελανόμματά ἐστι διὰ τὸ μὴ εὐδίοπτ᾽ εἶναι τὰ πολλά, γλαυκὰ δὲ τὰ ὀλίγον, καθάπερ φαίνεται καὶ ἐπὶ τῆς θαλάττης· τὸ μὲν γὰρ εὐδίοπτον αὐτῆς γλαυκὸν φαίνεται, τὸ δ᾽ ἧττον ὑδατῶδες, τὸ δὲ μὴ διωρισμένον διὰ βάθος μέλαν καὶ κυανοειδές.
因此,含有大量水分的眼睛是黑眼,因为多水通常不易看透,而少水的是蓝眼,正如在海上所见的一样:海中容易看透的部分显得蓝,而较少水质的部分显得水样,而由于深度而无法确定的部分则显得黑色和深蓝色。
τὰ δὲ μεταξὺ τῶν ὀμμάτων τούτων τῷ μᾶλλον ἤδη διαφέρει καὶ ἧττον.
而介于这些眼睛之间的则以多与少而有所不同。
τὴν δ᾽ αὐτὴν αἰτίαν οἰητέον καὶ τοῦ τὰ μὲν γλαυκὰ μὴ εἶναι ὀξυωπὰ τῆς ἡμέρας, τὰ δὲ μελανόμματα τῆς νυκτός.
我们也应该认为,蓝眼在白日视力不佳,黑眼在夜间视力不佳,也是出于同样的原因。
τὰ μὲν γὰρ γλαυκὰ δι᾽ ὀλιγότητα τοῦ ὑγροῦ κινεῖται μᾶλλον ὑπὸ τοῦ φωτὸς καὶ τῶν ὁρατῶν, ᾗ ὑγρὸν καὶ ᾗ διαφανές.
因为蓝眼由于水分少,更容易被光和可见物所运动,只要它是水分且是透明的。
ἔτι δ᾽ ἡ τούτου τοῦ μορίου κίνησις ὅρασις, ᾗ διαφανές, ἀλλ᾽ ούχ ιἧ ὑγρόν.
此外,这一部位的运动就是视觉,只要它是透明的,而不是只要它是水分。
τὰ δὲ μελανόμματα διὰ πλῆθος τοῦ ὑγροῦ ἧττον κινεῖται.
而黑眼由于水分多,运动较少。
ἀσθενὲς γὰρ τὸ νυκτερινὸν φῶς· ἅμα γὰρ καὶ δυσκίνητον ἐν τῇ νυκτὶ ὅλως γίγνεται τὸ ὑγρόν.
因为夜间的光是微弱的;因为在夜间,水分在整体上变得难以运动。
δεῖ δὲ οὔτε μὴ κινεῖσθαι αὐτό, οὔτε μᾶλλον ἢ ᾗ διαφανές· ἐκκρούει γὰρ ἡ ἰσχυροτέρα κίνησις τὴν ἀσθενεστέραν.
但水分本身既不能不动,也不能运动得超过其作为透明的程度;因为较强的运动会排除较弱的运动。
διὸ καὶ ἀπὸ τῶν ἰσχυρῶν χρωμάτων μεταβάλλοντες οὐχ ὁρῶσι, καὶ ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος ἰόντες· ἰσχυρὰ γὰρ οὖσα ἡ ἐνυπάρχουσα κίνησις κωλύει τὴν θύραθεν, καὶ ὅλως οὔτε σθένουσα οὔτε ἀσθενὴς ὄψις τὰ λαμπρὰ δύναται ὁρᾶν διὰ τὸ πάσχειν τι μᾶλλον καὶ κινεῖσθαι τὸ ὑγρόν, δηλοῖ δὲ καὶ τὰ ἀρρωστήματα τῆς ὄψεως ἑκατέρας.
因此,当人们从强烈的颜色中转过眼来时看不见,从阳光下走到黑暗中也看不见;因为内部存在的强烈运动阻碍了外部的运动,总之,无论是强是弱的视觉都无法看清明亮的事物,因为水分受到更多的影响并被运动,这从两种视觉的不适中也可以看出来。

词汇与语法注释

  1. §5.1#2καθάπερ τοῖς ἀνισταμένοις καθεύδουσι καὶ πολλὰ πράττειν ἄνευ τοῦ ἐνυπνιάζειν — 意为“就像那些在睡眠中起来并在没有做梦的情况下做了许多事的人一样”。在连词 `καθάπερ` 之后省略了前句的动词 `συμβαίνει`。`τοῖς ἀνισταμένοις καθεύδουσι` 是与格,作为不定式 `πράττειν` 的语义主语,同时也依赖于省略的无人称动词。
  2. §5.1#2τοῦ μὲν οὖν τἆλλα ζῷα νέα ὄντα καὶ πρεσβύτερα μηθὲν ἐπίδηλον μεταβάλλειν, ἐπὶ δὲ τῶν παιδίων τοῦτο συμβαίνειν — 带有冠词的属格不定式短语。冠词 `τοῦ` 同时支配 `μεταβάλλειν` 和 `συμβαίνειν`,起原因属格(或修饰句末 `αἰτίαν` 的解释性属格)的作用。它引出了主要主题:“至于其他动物不发生变化,而这在婴儿中发生的事实……”
  3. §5.1#2ἀλλ᾽ εἴπερ ἐστὶν ὥσπερ ἐλέχθη πρότερον ... καὶ ὅτι ὕδατος — 长条件从句中的结构。`ὅτι ὕδατος` 从句([视觉器官]是由水构成的)作为名词性从句,具体说明“以前所说”(`ὥσπερ ἐλέχθη`)或“所规定”(`διωρισμένοις`)的内容,并列作为 `εἴπερ ἐστὶν`(如果确实如此)的主语或补足成分。

引用这一段

亚里士多德, 动物的产生 §5.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:5.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。