§5.1#3τὸ μὲν γὰρ γλαύκωμα γίνεται μᾶλλον τοῖς γλαυκοῖς, οἱ δὲ νυκτάλωπες καλούμενοι τοῖς μελανοφθάλμοις.
因为白内障更多发生于蓝眼者,而所谓的夜盲症则发生于黑眼者。
ἔστι δὲ τὸ μὲν γλαύκωμα ξηρότης τις μᾶλλον τῶν ὀμμάτων, διὸ καὶ συμβαίνει μᾶλλον γηράσκουσιν· ξηραίνεται γάρ, ὥσπερ καὶ τὸ ἄλλο σῶμα, καὶ ταῦτα τὰ μόρια πρὸς τὸ γῆρας·
白内障在更大程度上是眼睛的一种干燥,因此它也更容易发生于老年人;因为在走向衰老时,这些部位与身体的其他部分一样会变干燥。
ὁ δὲ νυκτάλωψ ὑγρότητος πλεονασμός, διὸ τοῖς νεωτέροις γίνεται μᾶλλον· ὑγρότερος γὰρ ὁ ἐγκέφαλος ὁ τούτων.
而夜盲症则是水分的过剩,因此它更多发生于年轻人;因为他们的脑部水分更多。
ἡ δὲ μέση τοῦ πολλοῦ καὶ τοῦ ὀλίγου ὑγροῦ βελτίστη ὄψις· οὔτε γὰρ ὡς ὀλίγη οὖσα διὰ τὸ ταράττεσθαι ἐμποδίζει τὴν τῶν χρωμάτων κίνησιν, οὔτε διὰ πλῆθος παρέχει δυσκινησίαν.
而介于多水与少水之间的“适度”是最好的视力;因为它既不会因为水分少而容易受到扰乱,从而阻碍色彩的运动,也不会因为水分过多而导致运动困难。
οὐ μόνον δὲ τὰ εἰρημένα αἴτια τοῦ ἀμβλὺ ἢ ὀξὺ ὁρᾶν, ἀλλὰ καὶ ἡ τοῦ δέρματος φύσις τοῦ ἐπὶ τῇ κόρῃ καλουμένῃ.
然而,看清或看不清的原因不仅是上述这些,还有所谓的瞳孔上方的皮肤(膜)的性质。
δεῖ γὰρ αὐτὸ διαφανὲς εἶναι, τοιοῦτον δ᾽ ἀναγκαῖον εἶναι τὸ λεπτὸν καὶ λευκὸν καὶ ὁμαλὸν δ᾽ ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον (καὶ γὰρ διὰ τοῦθ᾽ οἱ γέροντες οὐκ ὀξὺ ὁρῶσιν· ὥσπερ γὰρ καὶ τὸ ἄλλο δέρμα, καὶ τὸ τοῦ ὄμματος ῥυτιδοῦταί τε καὶ παχύτερον γίνεται γηράσκουσιν), λευκὸν δὲ διὰ τὸ τὸ μέλαν μὴ εἶναι διαφανές· αὐτὸ γὰρ τοῦτ᾽ ἐστὶ τὸ μέλαν, τὸ μὴ διαφαινόμενον.
因为膜必须是透明的,而这样的膜必须是薄的、白的且平滑的,以免因起皱而产生阴影(事实上,由于这个原因,老年人看不清;因为正如其他皮肤一样,眼睛的皮肤在衰老时也会起皱并变厚),并且膜必须是白的,因为黑色不是透明的;黑色本身就是这种不透光的东西。
διόπερ οὐδ᾽ οἱ λαμπτῆρες δύνανται φαίνειν, ἐὰν ὦσιν ἐκ τοιούτου δέρματος.
因此,如果灯笼是用这种黑色的皮制成的,甚至无法照亮。
ἐν μὲν οὖν τῷ γήρᾳ καὶ ταῖς νόσοις διὰ ταύτας τὰς αἰτίας οὐκ ὀξὺ βλέπουσι, τὰ δὲ παιδία δι᾽ ὀλιγότητα τοῦ ὑγροῦ γλαυκὰ φαίνεται τὸ πρῶτον.
因此,在老年和疾病中,由于这些原因他们看不清,而婴儿由于水分少,起初眼睛显得蓝。
ἑτερόγλαυκοι δὲ γίνονται μάλιστα οἱ ἄνθρωποι καὶ οἱ ἵπποι διὰ τὴν αὐτὴν αἰτίαν δι᾽ ἥνπερ ὁ μὲν ἄνθρωπος πολιοῦται μόνος, τῶν δ᾽ ἄλλων ἵππος μόνον ἐπιδήλως γηράσκων λευκαίνεται τὰς τρίχας.
人类和马特别容易变成异色眼,其原因与人类是唯一会变白发的动物,而其他动物中只有马在衰老时毛发会明显变白完全相同。
ἥ τε γὰρ πολιότης ἀσθένειά τίς ἐστι τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἐγκεφάλῳ καὶ ἀπεψία καὶ ἡ γλαυκότης· τὸ γὰρ λίαν λεπτὸν ἢ λίαν παχὺ τὴν αὐτὴν ἔχει δύναμιν τὸ μὲν τῷ ὀλίγῳ τὸ δὲ τῷ πολλῷ ὑγρῷ.
因为变白发是脑中水分的某种软弱和消化不良,蓝色也是如此;因为极度稀薄或极度浓稠具有相同的效力,前者相当于少水,后者相当于多水。
ὅταν οὖν μὴ δύνηται ἀπαρτίσαι ἡ φύσις ὁμοίως ἢ πέψασα τὸ ἐν ἀμφοτέροις ὑγρὸν ἢ μὴ πέψασα, ἀλλὰ τὸ μὲν τὸ δὲ μή, τότε συμβαίνει γίνεσθαι ἑτερογλαύκους.
因此,当自然无法同样地使双眼的水分成熟(或都不成熟),而是一侧成熟、另一侧不成熟时,就会导致异色眼。
περὶ δὲ τοῦ τὰ μὲν ὀξυωπὰ εἶναι τῶν ζῴων τὰ δὲ μή, δύο τρόποι τῆς αἰτίας εἰσίν.
关于动物视力锐利与否,原因有两种途径。
διχῶς γὰρ λέγεται τὸ ὀξὺ σχεδόν, καὶ περὶ τὸ ἀκούειν καὶ τὸ ὀσφραίνεσθαι ὁμοίως τοῦτ᾽ ἔχει.
因为“锐利”几乎有两种说法,对于听觉和嗅觉也是如此。
λέγεται γὰρ ὀξὺ ὁρᾶν ἓν μὲν τὸ πόρρωθεν δύνασθαι ὁρᾶν, ἓν δὲ τὸ τὰς διαφορὰς ὅτι μάλιστα διαισθάνεσθαι τῶν ὁρωμένων.
一种所谓的锐利视觉是指能够看见远处,另一种是指尽可能分辨所见之物的差异。
ταῦτα δ᾽ οὐχ ἅμα συμβαίνει τοῖς αὐτοῖς.
而这些特征并不同时发生于同一些体。
ὁ γὰρ αὐτὸς ἐπηλυγισάμενος τὴν χεῖρα ἢ δι᾽ αὐλοῦ βλέπων τὰς μὲν διαφορὰς οὐθὲν μᾶλλον οὐδ᾽ ἧττον κρίνει τῶν χρωμάτων, ὄψεται δὲ πορρώτερον.
因为同一个人用手遮住眼睛或通过管道看时,他对颜色差异的判断既没有变好也没有变差,却能看得更远。
οἱ γοῦν ἐκ τῶν ὀρυγμάτων καὶ φρεάτων ἐνίοτε ἀστέρας ὁρῶσιν.
总之,从坑道和深井中看外面的人有时能看见星星。
ὥστ᾽ εἴ τι τῶν ζῴων ἔχει μὲν προβολὴν τοῦ ὄμματος πολλήν, τὸ δ᾽ ἐν τῇ κόρῃ ὑγρὸν μὴ καθαρὸν μηδὲ σύμμετρον τῇ κινήσει τῇ θύραθεν, μηδὲ τὸ ἐπιπολῆς δέρμα λεπτόν, τοῦτο περὶ μὲν τὰς διαφορὰς οὐκ ἀκριβώσει τῶν χρωμάτων, πόρρωθεν δ᾽ ἔσται ὁρατικόν, ὥσπερ εἰ καὶ ἐγγύθεν, μᾶλλον τῶν τὸ μὲν ὑγρὸν καθαρὸν ἐχόντων καὶ τὸ σκέπασμα αὐτοῦ, μὴ ἐχόντων δ᾽ ἐπισκύνιον πρὸ τῶν ὀμμάτων μηθέν.
因此,如果某种动物的眼部有很大的凸出遮蔽部,而瞳孔中的水分不纯,也不适应外部的运动,表面的皮肤也不薄,这种动物在色彩的差异上无法做到精确,但它能看清远处,仿佛是在近处看一样,这比那些虽然水分和遮盖膜都很纯净、但眼睛前面没有任何如眉部凸出等遮蔽物的动物更强。
τοῦ μὲν γὰρ οὕτως ὀξὺ ὁρᾶν ὥστε διαισθάνεσθαι τὰς διαφοράς, ἐν αὐτῷ τῷ ὄμματί ἐστιν ἡ αἰτία· ὥσπερ γὰρ ἐν ἱματίῳ καθαρῷ καὶ αἱ μικραὶ κηλῖδες ἔνδηλοι γίνονται, οὕτως καὶ ἐν τῇ καθαρᾷ ὄψει καὶ αἱ μικραὶ κινήσεις δῆλαι καὶ ποιοῦσιν αἴσθησιν.
因为对于能分辨差异的锐利视觉来说,原因在于眼睛本身;正如在干净的衣服上,即使是微小的污渍也会变得显而易见,同样在纯净的视觉中,微小的运动也会显现并产生感觉。
τοῦ δὲ τὰ πόρρωθεν ὁρᾶν καὶ τὴν ἀπὸ τῶν πόρρωθεν ὁρατῶν ἀφικνεῖσθαι κίνησιν ἡ θέσις αἰτία τῶν ὀφθαλμῶν· τὰ μὲν γὰρ ἐξόφθαλμα οὐκ εὐωπὰ πόρρωθεν, τὰ δ᾽ ἐντὸς ἔχοντα τὰ ὄμματα ἐν κοίλῳ κείμενα ὁρατικὰ τῶν πόρρωθεν διὰ τὸ τὴν κίνησιν μὴ σκεδάννυσθαι εἰς ἀχανὲς ἀλλ᾽ εὐθυπορεῖν.
而对于看清远处以及远处可见物的运动到达眼睛来说,原因在于眼睛的位置;因为凸眼在远处视力不佳,而眼睛向内、位于凹陷处的动物则能看清远处,这是因为运动不会在开阔的空间中消散,而是笔直前进。
οὐθὲν γὰρ διαφέρει τὸ λέγειν ὁρᾶν, ὥσπερ τινές φασι, τῷ τὴν ὄψιν ἐξιέναι (ἂν γὰρ μὴ ιἦ τι πρὸ τῶν ὀμμάτων, διασκεδαννυμένην ἀνάγκη ἐλάττω προσπίπτειν τοῖς ὁρωμένοις καὶ ἧττον τὰ πόρρωθεν ὁρᾶν), ἢ τὸ τῇ ἀπὸ τῶν ὁρωμένων κινήσει ὁρᾶν.
因为说我们是通过视线的向外发射来看见的(因为如果眼睛前面没有遮蔽,视线消散,就必然会较少地落到所见之物上,从而看不清远处),还是说通过来自所见之物的运动来看见的,这没有任何区别。
ὁμοίως γὰρ ἀνάγκη καὶ τὴν ὄψιν τῇ κινήσει ὁρᾶν.
因为同样地,视力也必然是通过运动来看见的。
μάλιστα μὲν οὖν ἑωρᾶτο ἂν τὰ πόρρωθεν, εἰ ἀπὸ τῆς ὄψεως εὐθὺς συνεχὴς ἦν πρὸς τὸ ὁρώμενον οἷον αὐλός· οὐ γὰρ ἂν διελύετο ἡ κίνησις ἡ ἀπὸ τῶν ὁρατῶν·
因此,如果从视力到所见之物有一根直接相连的像管道一样的连续物,远处的东西就能看得最清楚;因为来自可见物的运动就不会消散。
εἰ δὲ μή, ὅσῳπερ ἂν ἐπὶ πλέον ἀπέχῃ, τοσούτῳ ἀκριβέστερον τὰ πόρρωθεν ὁρᾶν ἀνάγκη.
否则,[遮蔽物或管道]延伸得越远,就必然越精确地看见远处的物体。
καὶ τῆς μὲν τῶν ὀμμάτων διαφορᾶς ἔστωσαν αὗται αἱ αἰτίαι.
关于眼睛的差异,且以此为原因。