§4.9Ἐπὶ κεφαλὴν δ᾽ ἡ γένεσίς ἐστι τοῖς ζῴοις πᾶσιν ἡ κατὰ φύσιν διὰ τὸ τὰ ἄνω τοῦ ὀμφαλοῦ μείζω ἔχειν ἢ τὰ κάτω.
对所有动物而言,头朝下的诞生是符合自然规律的,因为它们脐带以上的部位比脐带以下的部位更大。
καθάπερ οὖν ἐν ζυγοῖς ἠρτημένα ἐξ αὐτοῦ ῥέπει ἐπὶ τὸ βάρος.
因此,就像悬挂在脐带上的天平一样,它会向重的一端倾斜。
ἔχει δὲ τὰ μείζω πλεῖον βάρος.
而较大的部分具有更大的重量。
§4.10οἱ δὲ χρόνοι τῆς κυήσεως ἑκάστῳ τῶν ζῴων ὡρισμένοι τυγχάνουσιν ὡς μὲν ἐπὶ τὸ πολὺ κατὰ τοὺς βίους.
每种动物的妊娠期在大多数情况下是根据它们的寿命来确定的。
τῶν γὰρ χρονίων καὶ τὰς γενέσεις εὔλογον εἶναι χρονιωτέρας.
因为长寿动物的生育过程也更长,这是合乎情理的。
οὐ μὴν τοῦτό γ᾽ ἐστὶν αἴτιον, ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ τοῦτο συμβέβηκεν· τὰ γὰρ μείζω καὶ τελειότερα τῶν ἐναίμων ζῴων καὶ ζῶσι πολὺν χρόνον, οὐ μέντοι τὰ μείζω πάντα μακροβιώτερα.
然而,这并不是直接原因,而只是在大多数情况下如此;因为在有血动物中,体型较大且更完美的动物寿命也较长,但并非所有较大的动物都更长寿。
πάντων γὰρ ἄνθρωπος πλείω ζῇ χρόνον, πλὴν ἐλέφαντος, ὅσων ἀξιόπιστον ἔχομεν τὴν πεῖραν· ἔλαττον δ᾽ ἐστὶ τὸ γένος τὸ τῶν ἀνθρώπων ἢ τὸ τῶν λοφούρων καὶ πολλῶν ἄλλων.
事实上,在有可靠经验的范围内,除了大象之外,人类在所有动物中寿命最长;然而,人类的属类比有鬃毛的动物以及许多其他动物要小。
αἴτιον δὲ τοῦ μὲν εἶναι μακρόβιον ὁτιοῦν ζῷον τὸ κεκρᾶσθαι παραπλησίως πρὸς τὸν περιέχοντα ἀέρα, καὶ δι᾽ ἄλλα συμπτώματ᾽ ἄττα φυσικά, περὶ ὧν ὕστερον ἐροῦμεν, τῶν δὲ χρόνων τῶν περὶ τὴν κύησιν τὸ μέγεθος τῶν γεννωμένων.
至于任何动物长寿的原因,在于其体质与周围空气的混合状态相调和,以及其他一些我们稍后会讨论的自然偶发特性;而妊娠期的原因则是所生幼体的体型大小。
οὐ γὰρ ῥᾴδιον ἐν ὀλίγῳ χρόνῳ λαμβάνειν τὴν τελείωσιν τὰς μεγάλας συστάσεις οὔτε ζῴων οὔτε τῶν ἄλλων ὡς εἰπεῖν οὐθενός.
因为无论动物还是几乎其他任何事物,巨大的身体系统要想在短时间内完成发育都是不容易的。
διόπερ ἵπποι καὶ τὰ συγγενῆ ζῷα τούτοις ἐλάττω ζῶντα χρόνον κύει πλείω χρόνον· τῶν μὲν γὰρ ἐνιαύσιος ὁ τόκος, τῶν δὲ δεκάμηνος ὁ πλεῖστος.
因此,马及与之类似的动物虽然寿命较短,但妊娠期却更长;在它们当中,有的妊娠期为一年,有的最长为十个月。
διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν πολυχρόνιος καὶ ὁ τῶν ἐλεφάντων ἐστὶ τόκος· διετὴς γὰρ ἡ κύησις διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους.
由于同样的原因,大象的孕期也极长;因为其体型过于庞大,妊娠期长达两年。
εὐλόγως δὲ πάντων οἱ χρόνοι καὶ τῶν κυήσεων καὶ τῶν γενέσεων καὶ τῶν βίων μετρεῖσθαι βούλονται κατὰ φύσιν περιόδοις.
然而,所有妊娠、出生和寿命的时间都趋向于根据自然周期来衡量,这是合乎情理的。
λέγω δὲ περίοδον ἡμέραν καὶ νύκτα καὶ μῆνα καὶ ἐνιαυτὸν καὶ τοὺς χρόνους τοὺς μετρουμένους τούτοις, ἔτι δὲ τὰς τῆς σελήνης περιόδους.
我所说的周期是指昼夜、月、年以及由这些所衡量的时间,此外还有月亮的周期。
εἰσὶ δὲ περίοδοι σελήνης πανσέληνοί· τε καὶ φθίσεις καὶ τῶν μεταξὺ χρόνων αἱ διχοτομίαι· κατὰ γὰρ ταύτας συμβάλλει πρὸς τὸν ἥλιον· ὁ γὰρ μεὶς κοινὴ περίοδός ἐστιν ἀμφοτέρων.
月亮的周期包括满月、新月以及它们之间各阶段的半月;因为在这些时期,月亮与太阳发生会合;月是两者共同的周期。
ἔστι δὲ ἡ σελήνη ἀρχὴ διὰ τὴν πρὸς τὸν ἥλιον κοινωνίαν καὶ τὴν μετάληψιν τὴν τοῦ φωτός· γίνεται γὰρ ὥσπερ ἄλλος ἥλιος ἐλάττων· διὸ συμβάλλεται εἰς πάσας τὰς γενέσεις καὶ τελειώσεις.
月亮由于与太阳的结合以及对光线的分享而成为一个起点;因为它变得像另一个较小的太阳;因此它参与了所有的生成和完成。
καὶ γὰρ θερμότητες καὶ ψύξεις μέχρι συμμετρίας τινὸς ποιοῦσι τὰς γενέσεις, μετὰ δὲ ταῦτα τὰς φθοράς.
因为热和冷在达到某种和谐度之前促进生成,而在超过这一限制后则导致消灭。
τούτων δ᾽ ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς αἱ τούτων κινήσεις τῶν ἄστρων.
这些天体的运动构成了这些生成和消灭的起点和终点的界限。
ὥσπερ γὰρ καὶ θάλατταν καὶ πᾶσαν ὁρῶμεν τὴν τῶν ὑγρῶν φύσιν ἱσταμένην καὶ μεταβάλλουσαν κατὰ τὴν τῶν πνευμάτων κίνησιν καὶ στάσιν, τὸν δ᾽ ἀέρα καὶ τὰ πνεύματα κατὰ τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης περίοδον, οὕτω καὶ τὰ ἐκ τούτων φυόμενα καὶ τὰ ἐν τούτοις ἀκολουθεῖν ἀναγκαῖον.
因为,正如我们看到海洋和所有液体的属性会根据风的运动和静止而停滞或改变,而空气和风又根据太阳和月亮的周期运行一样,那些由此生长的事物以及存在于其中的事物也必然随之运行。
κατὰ λόγον γὰρ ἀκολουθεῖν καὶ τὰς τῶν ἀκυροτέρων περιόδους ταῖς τῶν κυριωτέρων.
因为较次要事物的周期顺应较主要事物的周期,这是合乎理性的。
βίος γάρ τις καὶ πνεύματός ἐστι καὶ γένεσις καὶ φθίσις.
事实上,风也有其某种生命、生成和消灭。
τῆς δὲ τῶν ἄστρων τούτων περιφορᾶς τάχ᾽ ἂν ἕτεραί τινες εἶεν ἀρχαί.
而且这些天体的运转或许还有其他一些原理。
βούλεται μὲν οὖν ἡ φύσις τοῖς τούτων ἀριθμοῖς ἀριθμεῖν τὰς γενέσεις καὶ τὰς τελευτάς, οὐκ ἀκριβοῖ δὲ διά τε τὴν τῆς ὕλης ἀοριστίαν καὶ διὰ τὸ γίνεσθαι πολλὰς ἀρχάς, αἳ τὰς γενέσεις τὰς κατὰ φύσιν καὶ τὰς φθορὰς ἐμποδίζουσαι πολλάκις αἴτιαι τῶν παρὰ φύσιν συμπιπτόντων εἰσίν.
因此,自然虽然希望通过这些天体的运行数目来计算生成和消灭,但由于物质的无规定性,以及许多不同原因的产生,它无法做到精确。 这些原因阻碍了符合自然的生成和消灭,常常成为发生反自然现象的原因。
Περὶ μὲν οὖν τῆς ἔσωθεν τροφῆς τῶν ζῴων καὶ τῆς θύραζε γενέσεως εἴρηται, καὶ χωρὶς περὶ ἑκάστου καὶ κοινῇ περὶ πάντων.
关于动物在体内的营养以及向外的诞生,无论是针对每种动物分别讨论,还是针对所有动物共同讨论,都已阐述完毕。
Ε.
E.