Humanitext Reader

亚里士多德 · 动物的产生 §4.2

热力决定雌雄的实证与环境影响

第 65 段,共 93 段 · 希腊语

内容简介

亚里士多德列举了年龄、气候和月相变化等具体例证,说明热力如何决定子代的性别,并探讨了生育中水土环境和雌雄比例均衡的作用。

§4.2Διὰ τίνα μὲν οὖν αἰτίαν γίνεται τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, εἴρηται.
因此,由于什么原因一者成为雌性而另一者成为雄性,已经阐明了。
τεκμήρια δὲ τὰ συμβαίνοντα τοῖς εἰρημένοις.
而发生的事实则是上述论断的证据。
τά τε γὰρ νέα θηλυτόκα μᾶλλον τῶν ἀκμαζόντων, καὶ γηράσκοντα μᾶλλον· τοῖς μὲν γὰρ οὔπω τέλειον τὸ θερμόν, τοῖς δ’ ἀπολείπει.
因为年轻的个体比处于全盛期的个体更容易生育雌性,衰老的个体也是如此;因为前者的热力尚未完备,而后者的热力则在衰退。
καὶ τὰ μὲν ὑγρότερα τῶν σωμάτων καὶ γυναικικώτερα θηλυγόνα μᾶλλον, καὶ τὰ σπέρματα τὰ ὑγρὰ τῶν συνεστηκότων· πάντα γὰρ ταῦτα γίνεται δι’ ἔνδειαν θερμότητος φυσικῆς.
此外,身体更湿润、更具女性特征的个体更容易生育雌性,而稀薄的精液也比浓缩凝聚的精液更容易生育雌性;因为所有这些情况都是由于自然热力的匮乏而发生的。
καὶ τὸ βορείοις ἀρρενοτοκεῖν μᾶλλον ἢ νοτίοις· ὥστε καὶ περιττωματικώτερα.
此外,在刮北风时比刮南风时更容易生育雄性;因此,[在南风下身体]也更容易产生较多的排泄物。
τὸ δὲ πλεῖον περίττωμα δυσπεπτότερον· διὸ τοῖς μὲν ἄρρεσιν ὑγρότερον τὸ σπέρμα, ταῖς δὲ γυναιξὶν ἡ τῶν καταμηνίων ἔκκρισις.
而较多的排泄物则较难成熟消化;因此[在南风下],男性的精液更为稀薄,而女性的经血排泄物[也更多]。
καὶ τὸ γίνεσθαι δὲ τὰ καταμήνια τὰ κατὰ φύσιν φθινόντων τῶν μηνῶν μᾶλλον διὰ τὴν αὐτὴν αἰτίαν συμβαίνει.
同样地,正常的经期更多在月亮衰退期发生,也是由于同样的原因。
ψυχρότερος γὰρ ὁ χρόνος οὗτος τοῦ μηνὸς καὶ ὑγρότερος διὰ τὴν φθίσιν καὶ τὴν ἀπόλειψιν τῆς σελήνης· ὁ μὲν γὰρ ἥλιος ἐν ὅλῳ τῷ ἐνιαυτῷ ποιεῖ χειμῶνα καὶ θέρος, ἡ δὲ σελήνη ἐν τῷ μηνί.
因为在一个月中,这个时期由于月亮的衰落和光芒的消失而更加寒冷和湿润;因为太阳在整年中制造冬与夏,而月亮则在一月中制造之。
τοῦτο δ’ οὐ διὰ τὰς τροπάς, ἀλλὰ τὸ μὲν αὐξανομένου συμβαίνει τοῦ φωτός, τὸ δὲ φθίνοντος.
而这不是由于回归,而是一者在光芒增加时发生,另一者在光芒衰退时发生。
φασὶ δὲ καὶ οἱ νομεῖς διαφέρειν πρὸς θηλυγονίαν καὶ ἀρρενογονίαν οὐ μόνον ἐὰν συμβαίνῃ τὴν ὀχείαν γίνεσθαι βορείοις ἢ νοτίοις, ἀλλὰ κἂν ὀχευόμενα βλέπῃ πρὸς νότον ἢ βορέαν· οὕτω μικρὰν ἐνίοτε ῥοπὴν αἰτίαν γίνεσθαι τῆς ψυχρότητος καὶ θερμότητος, ταῦτα δὲ τῆς γενέσεως.
牧人们还说,不仅在交配恰逢北风或南风时,甚至在交配时[动物]面向南方或北方,也会对生育雌性或雄性产生差异;如此微小的倾斜有时也会成为冷与热的原因,而这些又成为生育的原因。
διέστηκε μὲν οὖν ὅλως πρὸς ἄλληλα τό τε θῆλυ καὶ τὸ ἄρρεν πρὸς τὴν ἀρρενογονίαν καὶ θηλυγονίαν διὰ τὰς εἰρημένας αἰτίας, οὐ μὴν ἀλλὰ καὶ δεῖ συμμετρίας πρὸς ἄλληλα· πάντα γὰρ τὰ γινόμενα κατὰ τέχνην ἢ φύσιν λόγῳ τινί ἐστιν.
因此,虽然雌性和雄性由于上述原因,在生育雄性和生育雌性方面通常彼此有所区分,但即便如此,它们之间也需要相互的比例对称;因为凡是通过技术或自然产生的事物,都存在于某种比例之中。
τὸ δὲ θερμὸν λίαν μὲν κρατοῦν ξηραίνει τὰ ὑγρά, πολὺ δὲ ἐλλεῖπον οὐ συνίστησιν, ἀλλὰ δεῖ πρὸς τὸ δημιουργούμενον ἔχειν τὸν τοῦ μέσου λόγον.
热力在过度主导时会使湿润的部分干燥,而在极度匮乏时则无法使其凝聚,而是必须对所构建的事物保持中庸的比例。
εἰ δὲ μή, καθάπερ ἐν τοῖς ἑψομένοις προσκάει μὲν τὸ πλεῖον πῦρ, οὐχ ἕψει δὲ τὸ ἔλαττον, ἀμφοτέρως δὲ συμβαίνει μὴ τελειοῦσθαι τὸ γινόμενον, οὕτω καὶ ἐν τῇ τοῦ ἄρρενος μίζει καὶ τοῦ θήλεος δεῖ τῆς συμμετρίας.
否则,正如在被煮的事物中,过多的火会使其烧焦,而过少的火则无法将其煮熟,在这两种情况下所产生的东西都无法完成,同样,在雄性与雌性的混合中,也需要比例的对称。
καὶ διὰ τοῦτο πολλοῖς καὶ πολλαῖς συμβαίνει μετ’ ἀλλήλων μὲν μὴ γεννᾶν, διαζευχθεῖσι δὲ γεννᾶν, καὶ ὁτὲ μὲν νέοις ὁτὲ δὲ πρεσβυτέροις οὖσι ταύτας γίνεσθαι τὰς ὑπεναντιώσεις, ὁμοίως περί τε γένεσιν καὶ ἀγονίαν καὶ ἀρρενογονίαν καὶ θηλυγονίαν.
正因为如此,许多男女在一起时无法生育,但分开后却能生育,而且这种不协调有时发生在他们年轻时,有时发生在他们年老时,在生育与不育、生育雄性与生育雌性方面都是如此。
διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας.
此外,由于同样的原因,地区与地区之间、水与水之间在这些方面也有所不同。
ποιὰ γάρ τις ἡ τροφὴ γίνεται μάλιστα, καὶ τοῦ σώματος ἡ διάθεσις, διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τραφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστὶ τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς.
因为食物的特性以及身体的状态之所以呈现出某种特定的品质,主要是由于周围空气的调和以及摄入物的作用,而最主要的是由于水作为养分的摄入;因为他们摄入水分最多,而在所有事物中,甚至在干燥的事物中,水都是养分。
διὸ καὶ τὰ ἀτέραμνα ὕδατα καὶ ψυχρὰ τὰ μὲν ἀτεκνίαν ποιεῖ τὰ δὲ θηλυτοκίαν.
因此,硬而冷的水在某些情况下会导致不育,而在另一些情况下则会导致生育雌性。

词汇与语法注释

  1. §4.2ὥστε καὶ περιττωματικώτερα — 意为“因此[在南风下身体]也更容易产生较多的排泄物”。比较级中性复数主格形容词 `περιττωματικώτερα` 呼应前文的 `νοτίοις`(南风时),在此文意上省略了主语 `τὰ σώματα`(身体),表示在南风环境下身体产生的残渣更多。
  2. §4.2μίζει — 抄本中的 `μίζει` 显然是 `μίξει`(名词 `μίξις`“混合、交合”的单数与格)的笔误或异读。在此将其理解为雄性与雌性要素(精液)的“混合”或“交配”并进行翻译。
  3. §4.2τραφήν — 文本中的 `τραφήν` 结合前文的 `τροφή`(食物、养分)以及上下文语境,被视为 `τροφήν`(养分、摄入)的讹误或异体字,指代水作为最大养分或摄入物的属性。

引用这一段

亚里士多德, 动物的产生 §4.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。