Humanitext Reader

亚里士多德 · 动物的产生 §4.3#1

遗传相似性、性别与畸形产生的动力原因

第 66 段,共 93 段 · 希腊语

内容简介

子代对父母或祖辈的相似性、性别的决定以及畸形的产生,皆由精液中构建运动的优越或败退与解体这一同一原因所解释。

§4.3#1Αἱ δ’ αὐταὶ αἰτίαι καὶ τοῦ τὰ μὲν ἐοικότα γίνεσθαι τοῖς τεκνώσασι τὰ δὲ μὴ ἐοικότα, καὶ τὰ μὲν πατρὶ τὰ δὲ μητρί, κατά τε ὅλον τὸ σῶμα καὶ κατὰ μόριον ἕκαστον, καὶ μᾶλλον, αὐτοῖς ἢ τοῖς προγόνοις, καὶ τούτοις ἢ τοῖς τυχοῦσι, καὶ τὰ μὲν ἄρρενα μᾶλλον τῷ πατρὶ τὰ δὲ θήλεα τῇ μητρί, τὰ δ’ οὐδενὶ τῶν συγγενῶν, ὅμως δ’ ἀνθρώπῳ γέ τινι, τὰ δ’ οὐδ’ ἀνθρώπῳ τὴν ἰδέαν ἀλλ’ ἤδη τέρατι.
而孩子有的像父母,有的不像,有的像父亲,有的像母亲,无论是就整个身体还是就每一个部分而言,并且有的更像父母,有的更像祖先,有的像祖先又胜过像偶然遇到的人,而且雄性更像父亲,雌性更像母亲,而有的不像任何亲属,但无论如何还像某个普通人,而有的甚至在形态上也不再像人而已经是畸形,这些现象的原因也同样是上述的那些原因。
καὶ γὰρ ὁ μὴ ἐοικὼς τοῖς γονεῦσιν ἤδη τρόπον τινὰ τέρας ἐστίν· παρεκβέβηκε γὰρ ἡ φύσις ἐν τούτοις ἐκ τοῦ γένους τρόπον τινά.
因为不像父母的人,在某种程度上已经可以说是畸形了;因为在这些情况下,自然在某种程度上已经偏离了其所属的族类。
ἀρχὴ δὲ πρώτη τὸ θῆλυ γενέσθαι καὶ μὴ ἄρρεν.
而这偏离的首要起点,便是生出雌性而非雄性。
ἀλλ’ αὕτη μὲν ἀναγκαία τῇ φύσει· δεῖ γὰρ σώζεσθαι τὸ γένος τῶν κεχωρισμένων κατὰ τὸ θῆλυ καὶ τὸ ἄρρεν.
然而这对于自然来说是必然的;因为那些雌雄分立的族类的存续必须得到维持。
ἐνδεχομένου δὲ μὴ κρατεῖν ποτὲ τοῦ ἄρρενος ἢ διὰ νεότητα ἢ γῆρας ἢ δι’ ἄλλην τινὰ αἰτίαν τοιαύτην, ἀνάγκη γίνεσθαι θηλυτοκίαν ἐν τοῖς ζῴοις.
既然雄性有时可能由于年轻、年老或其他类似的原因而无法主导,那么在动物中生出雌性便是必然的。
τὸ δὲ τέρας οὐκ ἀναγκαῖον πρὸς τὴν ἕνεκά του καὶ τὴν τοῦ τέλους αἰτίαν, ἀλλὰ κατὰ συμβεβηκὸς ἀναγκαῖον, ἐπεὶ τήν γ’ ἀρχὴν ἐντεῦθεν δεῖ λαμβάνειν.
至于畸形,对于目的因和终极因来说并非必然,而是偶然意义上的必然,因为至少其起点应该从这里开始理解。
εὐπέπτου μὲν γὰρ οὔσης τῆς περιττώσεως ἐν τοῖς καταμηνίοις τῆς σπερματικῆς, καθ’ αὑτὴν ποιήσει τὴν μορφὴν ἡ τοῦ ἄρρενος κίνησις.
因为如果经血中相当于精液的排泄物被充分成熟消化,雄性的运动就会塑造出符合自身的形态。
τὸ γὰρ γονὴν λέγειν ἢ κίνησιν τὴν αὔξουσαν ἕκαστον τῶν μορίων οὐθὲν διαφέρει, οὐδὲ τὴν αὔξουσαν ἢ τὴν συνιστᾶσαν ἐξ ἀρχῆς· ὁ γὰρ αὐτὸς λόγος τῆς κινήσεως.
因为说精液,或是说使各部分增长的运动,并无二致;说使各部分增长的运动,或是说从一开始使之凝聚构建的运动,也无二致,因为运动的原理是相同的。
ὥστε κρατούσης μὲν ἄρρεν τε ποιήσει καὶ οὐ θῆλυ, καὶ ἐοικὸς τῷ γεννῶντι ἀλλ’ οὐ τῇ μητρί· μὴ κρατῆσαν δέ, καθ’ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν, τὴν ἔλλειψιν ποιεῖ κατ’ αὐτήν.
因此,如果运动主导了,它就会产生雄性而非雌性,并且产生像生育者而非母亲的个体;但如果未能主导,那么在它未能主导的任何一种能力上,它就会产生对应于该能力的匮乏。
λέγω δ’ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον.
我所说的每一种“能力”是指以下这种方式。
τὸ γεννῶν ἐστὶν οὐ μόνον ἄρρεν ἀλλὰ καὶ τοῖον ἄρρεν, οἷον Κορίσκος ἢ Σωκράτης, καὶ οὐ μόνον Κορίσκος ἐστὶν ἀλλὰ καὶ ἄνθρωπος.
生育者不仅是雄性,而且是某种特定的雄性,例如科里斯库斯或苏格拉底,并且他不仅是科里斯库斯,还是一个人。
καὶ τοῦτον δὴ τὸν τρόπον τὰ μὲν ἐγγύτερον τὰ δὲ πορρώτερον ὑπάρχει τῷ γεννῶντι, καθὸ γεννητικόν, ἀλλ’ οὐ κατὰ συμβεβηκός, οἷον εἰ γραμματικὸς ὁ γεννῶν ἢ γείτων τινός, ἀεὶ δ’ ἰσχύει πρὸς τὴν γένεσιν μᾶλλον τὸ ἴδιον καὶ τὸ καθ’ ἕκαστον.
而通过这种方式,某些特征作为生育者而言,更近地或更远地属于生育者,而非偶然属于它(例如生育者是一个文法学家或是某人的邻居);但在生育过程中,总是特有的和个体的特征具有更大的力量。
ὁ γὰρ Κορίσκος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον· ἀλλ’ ἐγγύτερον τοῦ ἰδίου ὁ ἄνθρωπος ἢ τὸ ζῷον.
因为科里斯库斯既是人又是动物;但“人”比“动物”更接近他特有的性质。
γεννᾷ δὲ καὶ τὸ καθ’ ἕκαστον καὶ τὸ γένος, ἀλλὰ μᾶλλον τὸ καθ’ ἕκαστον· τοῦτο γὰρ ἡ οὐσία.
个体和属类都进行生育,但个体生育得更多;因为这才是实体。
καὶ γὰρ τὸ γινόμενον γίνεται μὲν καὶ ποιόν τι, ἀλλὰ τόδε τι καὶ τοῦθ’ ἡ οὐσία.
因为所产生的东西虽然也成为某种性质的东西,但它成为一个特定的“这个”,而这才是实体。
διόπερ ἀπὸ τῶν δυνάμεων ὑπάρχουσιν αἱ κινήσεις ἐν τοῖς σπέρμασι πάντων τῶν τοιούτων, δυνάμει δὲ καὶ τῶν προγόνων, μᾶλλον δὲ τοῦ ἐγγύτερον ἀεὶ τῶν καθ’ ἕκαστόν τινος.
因此,在精液中存在着来自所有这些特征能力的运动,而在潜能中也存在着祖先的运动,但更主要是总是存在着在个体上更接近的某个人的运动。
λέγω δὲ καθ’ ἕκαστον τὸν Κορίσκον καὶ τὸν Σωκράτην.
我所说的个体是指科里斯库斯和苏格拉底。
ἐπεὶ δ’ ἐξίσταται πᾶν οὐκ εἰς τὸ τυχὸν ἀλλ’ εἰς τὸ ἀντικείμενον, καὶ τὸ ἐν τῇ γενέσει μὴ κρατούμενον ἀναγκαῖον ἐξίστασθαι καὶ γίνεσθαι τὸ ἀντικείμενον, καθ’ ἣν δύναμιν οὐκ ἐκράτησε τὸ γεννῶν καὶ κινοῦν.
但是,既然一切偏离都不是走向偶然的事物,而是走向其对立面,那么在生育中未被主导的东西,也必然发生偏离,并在生育和发动运动者未能主导的任何一种能力上,转变成其对立面。
ἐὰν μὲν οὖν ᾗ ἄρρεν, θῆλυ γίνεται, ἐὰν δὲ ᾗ Κορίσκος ἢ Σωκράτης, οὐ τῷ πατρὶ ἐοικὸς ἀλλὰ τῇ μητρὶ γίνεται· ἀντίκειται γὰρ ὥσπερ τῷ ὅλῳ πατρὶ μήτηρ, καὶ τῷ καθ’ ἕκαστον γεννῶντι ἡ καθ’ ἕκαστον γενννῶσα.
因此,如果是在“作为雄性”的能力上,就会产生雌性;但如果是在“作为科里斯库斯”或“作为苏格拉底”的能力上,所产生的个体就不像父亲而像母亲;因为正如母亲整体上与父亲对立一样,个体生育的女性也与个体生育的男性对立。
ὁμοίως δὲ καὶ κατὰ τὰς ἐχομένας δυνάμεις· ἀεὶ γὰρ εἰς τὸν ἐχόμενον μεταβαίνει μᾶλλον τῶν προγόνων, καὶ ἐπὶ πατέρων καὶ μητέρων.
同样地,对于接下来的那些能力也是如此;因为偏离总是更倾向于转向祖先中接续的那一位,无论是在父亲一方还是在母亲一方。
ἔνεισι δ’ αἱ μὲν ἐνεργείᾳ τῶν κινήσεων, αἱ δὲ δυνάμει, ἐνεργείᾳ μὲν αἱ τοῦ γεννῶντος καὶ τῶν καθόλου, οἷον ἀνθρώπου καὶ ζῴου, δυνάμει δὲ αἱ τοῦ θήλεος καὶ τῶν προγόνων.
在这些运动中,有些是现实存在的,有些是潜在存在的;现实存在的是生育者以及普遍概念(如人和动物)的运动,潜在存在的是雌性以及祖先的运动。
μεταβάλλει μὲν οὗν ἐξιστάμενον πρὸς τὰ ἀντικείμενα, λύονται δὲ αἱ κινήσεις αἱ δημουργοῦσαι εἰς τὰς ἐγγύς, οἷον ἡ τοῦ γεννῶντος ἂν λυθῇ κίνησις, ἐλαχίστῃ διαφορᾷ μεταβαίνει εἰς τὴν τοῦ πατρός, δεύτερον δ’ εἰς τὴν τοῦ πάππου· καὶ τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρρένων καὶ ἐπὶ τῶν θηλειῶν ἡ τῆς γεννώσης εἰς τὴν τῆς μητρός, ἐὰν δὲ μὴ εἰς ταύτην, εἰς τὴν τῆς τήθης· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄνωθεν.
因此,当运动偏离时,它转向其对立面,但是那些构建性的运动在解体时,会退化到与它们临近的运动中;例如,如果生育者的运动解体了,它会以极微小的差异转向他父亲的运动,其次转向他祖父的运动;通过这种方式,在雌性方面也是如此,生育子女的母亲的运动会转向她母亲的运动,如果不是转向这个,就会转向她外祖母的运动;而对于更上代的祖先也是以此类推。

词汇与语法注释

  1. §4.3#1Αἱ δ’ αὐταὶ αἰτίαι καὶ τοῦ — 句式结构为“这些相同的原因也是……的原因”。主格为 αἱ αὐταὶ αἰτίαι,属格冠词 τοῦ 控制着后续的一系列不定式从句(γίνεσθαι),表明所有这些遗传现象(相似性、性别及畸形)都归因于相同的底层机制。
  2. §4.3#1ἀρχὴ δὲ πρώτη — “首要的起点”指的是作为偏离父母类型(即畸形化)的第一阶段的“雌性的诞生”。在亚里士多德的物理学中,本应由形式(雄性)完全主导质料(雌性经血)从而产生雄性,而主导失败的第一阶段即是雌性的诞生,这被定位为遗传偏离连续体上的第一步。
  3. §4.3#1ἐξίσταται πᾶν — 动词 ἐξίστασθαι 在此用于“偏离其自然状态”的意义。它反映了亚里士多德关于变化的基本原理,即变化或偏离并非随机(εἰς τὸ τυχόν)发生,而是朝向对立面(εἰς τὸ ἀντικείμενον)进行。在此,它是解释从雄性到雌性、或从像父亲转变为像母亲的逻辑依据。

引用这一段

亚里士多德, 动物的产生 §4.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。