Humanitext Reader

亚里士多德 · 动物的产生 §4.1#4

热量消化的匮乏与雌性的生成及器官变化

第 64 段,共 93 段 · 希腊语

内容简介

亚里士多德论述了由热量引起的成熟消化能力如何决定性别,指出主动原理的匮乏会导致新生命转向相反的雌性。他以阉人为例说明了主要器官(心脏)发生变化对整体结构的系统性影响,并解释了精液成熟度的差异如何导致生殖器官的物理差异。

§4.1#4διὸ ἕκαστοι οἱ τόποι ἅμα ταῖς ἐκκρίσεσι γίνονται καὶ ταῖς δυνάμεσιν, ὥσπερ οὔθ’ ἡ ὄψις ἄνευ ὀφθαλμῶν οὔτ’ ὀφθαλμὸς τελειοῦται ἄνευ ὄψεως, καὶ κοιλία καὶ κύστις ἅμα τῷ δύνασθαι τὰ περιττώματα γίνεσθαι.
因此,每一个部位都是与排泄物及能力同时形成的,就像没有眼睛视觉就无法完成,没有视觉眼睛也无法完成一样,胃和膀胱也是与能够产生排泄物的能力同时形成的。
ὄντος δὲ τοῦ αὐτοῦ ἐξ οὗ τε γίνεται καὶ αὔξεται, τοῦτο δ’ ἐστὶν ἡ τροφή, ἕκαστον ἂν γίνοιτο τῶν μορίων ἐκ τοιαύτης ὕλης ἧς δεκτικόν ἐστι, καὶ τοιούτου περιττώματος.
既然形成并增长的来源是相同的,而这就是食物,那么每一个部位都应该是由它所能接受的此类质料以及此类排泄物所形成的。
ἔτι δὲ γίνεται πάλιν, ὡς φαμέν, ἐκ τοῦ ἐναντίου πως.
此外,正如我们所说,它在某种程度上又是从相反者中产生的。
τρίτον δὲ πρὸς τούτοις ληπτέον ὅτι εἴπερ ἡ φθορὰ εἰς τοὐναντίον, καὶ τὸ μὴ κρατούμενον ὑπὸ τοῦ δημιουργοῦντος ἀνάγκη μεταβάλλειν εἰς τοὐναντίον.
第三,除此以外,还必须理解到,如果消灭是走向相反者,那么未被构建者支配的东西必然会转化为相反者。
τούτων δ’ ὑποκειμένων ἴσως ἂν ἤδη μᾶλλον εἴη φανερὸν δι’ ἣν αἰτίαν γίνεται τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν.
在这些作为前提的情况下,也许现在能更清楚地看出,是因为什么原因一者成为雌性而另一者成为雄性。
ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι’ ἔνδειαν θερμότητος μηδ’ ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὐτοῦ, ἀλλὰ ταύτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὐναντίον μεταβάλλειν.
因为当原理不能主导,且由于热量匮乏而无法使其成熟消化,也无法将其引导至其自身的固有形式,而在这方面败退时,它必然会转化为相反者。
ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ, καὶ ταύτῃ ᾗ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ.
而雌性是雄性的相反者,正是基于一者为雄性而另一者为雌性的那一方面。
ἐπεὶ δ’ ἔχει διαφορὰν ἐν τῇ δυνάμει, ἔχει καὶ τὸ ὄργανον διαφέρον· ὥστ’ εἰς τοιοῦτον μεταβάλλει.
既然在能力上有差异,它也拥有不同的器官;因此会转化为这样的器官。
ἑνὸς δὲ μορίου ἐπικαίρου μεταβάλλοντος ὅλη ἡ σύστασις τοῦ ζῴου πολὺ τῷ εἴδει διαφέρει.
当一个关键部位发生变化时,动物的整个构造在形式上就会大不相同。
ὁρᾶν δ’ ἔξεστιν ἐπὶ τῶν εὐνούχων, οἳ ἑνὸς μορίου πηρωθέντος τοσοῦτον ἐξαλλάττουσι τῆς ἀρχαίας μορφῆς καὶ μικρὸν λείπουσι τοῦ θήλεος τὴν ἰδεαν.
这一点可以在阉人身上看到,他们仅因一个部位受损,就极大地改变了原有的形态,几乎与雌性的外表无异。
τούτου δ’ αἴτιον ὅτι ἔνια τῶν μορίων ἀρχαί εἰσιν· ἀρχῆς δὲ κινηθείσης πολλὰ ἀνάγκη μεθίστασθαι τῶν ἀκολουθούντων.
其原因在于,某些部位是原理;一旦原理发生变动,随之而来的许多事物也必然会发生变化。
εἰ οὖν τὸ μὲν ἄρρεν ἀρχή τις καὶ αἴτιον, ἔστι δ’ ἄρρεν ῃ δύναταί τι, θῆλυ δὲ ᾗ ἀδυνατεῖ, τῆς δὲ δυνάμεως ὅρος καὶ τῆς ἀδυναμίας τὸ πεπτικὸν εἶναι ἢ μὴ πεπτικὸν τῆς ὑστάτης τροφῆς, ὃ ἐν μὲν τοῖς ἐναίμοις αἷμα καλεῖται ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον, τούτου δὲ τὸ αἴτιον ἐν τῇ ἀρχῇ καὶ τῷ μορίω τῷ ἔχοντι τὴν τῆς φυσικῆς θερμότητος ἀρχήν, ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις συνίστασθαι καρδίαν, καὶ ἢ ἄρρεν ἔσεσθαι ἢ θῆλυ τὸ γινόμενον.
因此,如果雄性是某种原理和原因,且雄性在于其有某种能力,雌性在于其无能力,而这种能力和无能力的界限在于是否能成熟消化最终的食物(这在有血动物中被称为血液,在其他动物中则是其类似物),而其原因又在于拥有自然热力原理的原理和部位,那么在有血动物中必然会形成心脏,并且所产生的新生命要么是雄性要么是雌性。
ἐν δὲ τοῖς ἄλλοις γένεσιν ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν τὸ τῇ καρδίᾳ ἀνάλογον.
而在其他类别中,也存在着与心脏类似的东西,用以规定雌性和雄性。
ἡ μὲν οὖν ἀρχὴ τοῦ θήλεος καὶ ἄρρενος καὶ ἡ αἰτία αὕτη καὶ ἐν τούτῳ ἐστίν.
因此,雌性和雄性的原理及原因就是这个,并且存在于其中。
θῆλυ δ’ ἤδη καὶ ἄρρεν ἐστίν, ὅταν ἔχῃ καὶ τὰ μόρια οἷς διαφέρει τὸ θῆλυ τοῦ ἄρρενος.
而当它也拥有了雌性区别于雄性的那些部位时,它就已经是雌性和雄性了。
οὐ γὰρ καθ’ ὁτιοῦν μέρος ἄρρεν οὐδὲ θῆλυ, ὥσπερ οὐδ’ ὁρῶν καὶ ἀκοῦον.
因为它并不是因任何一个部位而成为雄性或雌性的,就像它不是因任何一个部位而具有视觉或听觉一样。
ἀναλαβόντες δὲ πάλιν λέγομεν ὅτι τὸ μὲν σπέρμα ὑπόκειται περίττωμα τροφῆς ὂν τὸ ἔσχατον.
再次概括而言,我们说,精液被假定为食物的最终排泄物。
ἔσχατον δὲ λέγω τὸ πρὸς ἕκαστον φερόμενον.
我所说的“最终”,是指被输送到每一个部位的东西。
διὸ καὶ ἔοικε τὸ γεννώμενον τῷ γεννήσαντι.
因此,所生育的生命也相似于生育它者。
οὐθὲν γὰρ διαφέρει ἀφ’ ἑκάστου τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν, ὀρθότερον δ’ οὕτως.
因为从每一个部位流出,与输送到每一个部位,并没有什么不同,而后者更为正确。
διαφέρει δὲ τὸ τοῦ ἄρρενος σπέρμα, ὅτι ἔχει ἀρχὴν ἐν ἑαυτῷ τοιαύτην οἵαν κινεῖν καὶ ἐν τῷ ζῴῳ καὶ διαπέττειν τὴν ἐσχάτην τροφήν, τὸ δὲ τοῦ θήλεος ὕλην μόνον.
但雄性的精液不同,在于其自身拥有这样一种原理,能够动员并充分成熟消化动物体内的最终食物,而雌性的精液则仅含有质料。
κρατῆσαν μὲν οὖν εἰς αὐτὸ ἄγει, κρατηθὲν δ’ εἰς τοὐναντίον μεταβάλλει ἢ εἰς φθοράν.
因此,当它主导时,它会将其引入自身;而当它被主导时,它就会转化为相反者,或者走向消灭。
ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ.
而雌性是雄性的相反者。
θῆλυ δὲ τῇ ἀπεψίᾳ καὶ τῇ ψυχρότητι τῆς αἱματικῆς τροφῆς.
而雌性是由于多血食物的未成熟消化和寒冷而造成的。
ἡ δὲ φύσις ἑκάστῳ τῶν περιττωμάτων ἀποδίδωσι τὸ δεκτικὸν μόριον.
自然将接受的部位分配给每一种排泄物。
τὸ δὲ σπέρμα περίττωμα.
而精液是排泄物。
τοῦτο δὲ τοῖς μὲν θερμοτέροις καὶ ἄρρεσι τῶν ἐναίμων εὔογκον τῷ πλήθει, διὸ τὰ δεκτικὰ μόρια πόροι ταύτης τῆς περιττώσεώς εἰσι τοῖς ἄρρεσιν.
这在有血动物中较温暖且呈雄性者那里,在数量上是适度的,因此雄性的接受部位就是这种排泄物的通道。
τοῖς δὲ θήλεσι δι’ ἀπεψίαν πλῆθος αἱματικόν (ἀκατέργαστον γάρ), ὥστε καὶ μόριον δεκτικὸν ἀναγκαῖον εἶναί τι, καὶ εἶναι τοῦτο ἀνόμοιον καὶ μέγεθος ἔχειν.
但对雌性而言,由于未成熟消化,其排泄物是多血的(因为未经加工),所以也必然需要某种接受部位,并且这部位与雄性不同且具有一定的体积。
διὸ τῆς ὑστέρας τοιαύτη ἡ φύσις ἐστίν.
因此子宫的本性就是这样的。
τούτῳ δὲ τὸ θῆλυ διαφέρει τῷ μορίῳ τοῦ ἄρρενος.
雌性正是因这一部位而区别于雄性。

词汇与语法注释

  1. §4.1#4ἅμα τῷ δύνασθαι τὰ περιττώματα γίνεσθαι — 由前置词 `ἅμα` 支配的与格冠词不定式短语。此处 `τὰ περιττώματα` 作为不定式 `γίνεσθαι` 的宾格主语。它表明器官(胃和膀胱)的物理形成与其产生或处理排泄物的能力的获得是同时发生的。
  2. §4.1#4ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν τὸ τῇ καρδίᾳ ἀνάλογον — 主语和谓语语序倒装的结构。`τὸ τῇ καρδίᾳ ἀνάλογον`(与心脏类似的东西)是实质上的主语(或其所在地),表明 `τὸ θῆλυ καὶ τὸ ἄρρεν`(雌性和雄性,指决定性别的热力原理)存在于其中。这表明无血动物中相当于心脏的器官承担着决定性别的首要原因。
  3. §4.1#4οὐθὲν γὰρ διαφέρει ἀφ’ ἑκάστου τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν — 无人称动词 `διαφέρει` 引导了两个并列的不定式短语 `ἀπελθεῖν`(流出)与 `προσελθεῖν`(输送)作为其主语。这里指出,作为后代为何相似于亲代的解释,无论是泛生论(精液来自全身各部位)还是亚里士多德本人的排泄物说(养分输送到全身各部位),在逻辑上都能以类似的方式解释这种相似性。
  4. §4.1#4κρατῆσαν μὲν οὖν εἰς αὑτὸ ἄγει — 带有条件意味的不定过去时主动分词 `κρατῆσαν`(中性单数主格)的用法,其省略的主语是雄性精液或其主动原理。`εἰς αὑτὸ ἄγει`(将其引入自身)意味着将受其支配的质料同化或转化为主动方的形式,即雄性。

引用这一段

亚里士多德, 动物的产生 §4.1#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:4.1%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。