§3.3Ἔτι δ’ ἐστὶν ᾠοτόκον τὸ τῶν ἰχθύων γένος.
此外,鱼类这一大类也是卵生的。
τούτων δὲ τὰ μὲν ἔχοντα κάτω τὴν ὑστέραν ἀτελὲς ᾠὸν τίκτει διὰ τὴν πρότερον εἰρημένην αἰτίαν, τὰ δὲ καλούμενα σελάχη τῶν ἰχθύων ἐν αὑτοῖς μὲν ᾠοτοκεῖ τέλειον ᾠὸν ἔξω δὲ ζῳοτοκεῖ, πλὴν ἑνὸς ὃν καλοῦσι βάτραχον· οὗτος δ’ ᾠοτοκεῖ θύραζε τέλειον ᾠὸν μόνος.
在这些鱼类中,那些子宫在下方的鱼由于前述原因产下不完全的卵,而被称为“塞拉科”(软骨鱼)的鱼类则在体内产生完全的卵,但在体外产出活子,只有一种被称为“琵琶鱼”的除外;唯独这种鱼在体外产下完全的卵。
αἰτία δ’ ἡ τοῦ σώματος φύσις· τήν τε γὰρ κεφαλὴν πολλαπλασίαν ἔχει τοῦ λοιποῦ σώματος, καὶ ταύτην ἀκανθώδη καὶ σφόδρα τραχεῖαν.
其原因在于身体的构造;因为它的头部比身体的其余部分大好几倍,而且头部多刺且非常粗糙。
διόπερ οὐδ’ ὕστερον εἰσδέχεται τοὺς νεοττούς, οὐδ’ ἐξ ἀρχῆς ζῳοτοκεῖ· τὸ γὰρ μέγεθος καὶ ἡ τραχύτης τῆς κεφαλῆς ὥσπερ καὶ εἰσελθεῖν κωλύει, οὕτω καὶ ἐξελθεῖν.
因此,它既不能在事后将幼鱼收回体内,也不能在最初就产出活子;因为头部的巨大和粗糙正如阻碍它们进入一样,也阻碍了它们出来。
ἐπεὶ δὲ μαλακόδερμόν ἐστι τὸ ᾠὸν τὸ τῶν σελαχῶν (οὐ γὰρ δύνανται σκληρύνειν τὸ πέριξ· ψυχρότεροι γὰρ τῶν ὀρνίθων εἰσίν), τὸ τῶν βατράχων ᾠὸν μόνον στερεόν ἐστι καὶ στιφρὸν πρὸς τὴν ἔξω σωτηρίαν, τὰ δὲ τῶν ἄλλων ὑγρὰ καὶ μαλακὰ τὴν φύσιν· σκεπάζεται γὰρ ἐντὸς τῷ σώματι τῷ τῆς ἐχούσης.
由于软骨鱼类的卵是软皮的(因为它们不能硬化其外围,因为它们比鸟类冷),所以唯独琵琶鱼的卵是坚实而致密的,以便在体外安全存活,而其他软骨鱼的卵在本性上则是湿润而柔软的;因为它们在怀有它们的母体内部受到保护。
ἡ δὲ γένεσις ἐκ τοῦ ᾠοῦ τοῖς τε βατράχοις ἔξω τελειουμένοις καὶ τοῖς ἐντὸς ἡ αὐτή, τούτοις δὲ καὶ τοῖς τῶν ὀρνίθων τῇ μὲν ὁμοία τῇ δὲ διάφορός ἐστιν.
卵的产生过程对于在外发育完全的琵琶鱼和在体内发育完全的鱼类都是相同的,而这(鱼类)与鸟类的产生在某些方面相似,在某些方面则不同。
πρῶτον μὲν γὰρ οὐκ ἔχουσι τὸν ἕτερον ὀμφαλὸν τὸν εἰς τὸ χόριον τείνοντα, ὅ ἐστιν ὑπὸ τὸ περιέχον ὄστρακον.
首先,它们没有延伸到绒毛膜(即在包围它们的蛋壳之下的部分)的第二条脐带。
τούτου δ’ αἴτιον ὅτι τὸ πέριξ ὄστρακον οὐκ ἔχουσιν.
其原因在于它们没有外围的硬壳。
οὐδὲν γὰρ αὐτοῖς χρήσιμον· σκεπάζει γὰρ ἡ μήτηρ, τὸ δ’ ὄστρακόν ἐστι τοῖς ἐκτικτομένοις ᾠοῖς ἀλεώρα πρὸς τὰς θύραθεν βλάβας.
因为这硬壳对它们毫无用处;因为母亲保护着它们,而硬壳只是对产在外面的蛋防止外界伤害的保护物。
ἔπειθ’ ἡ γένεσις ἐξ ἄκρου μέν ἐστι τοῦ ᾠοῦ καὶ τούτοις, ἀλλ’ οὐχ ᾗ προσπέφυκε πρὸς τὴν ὑστέραν· οἱ γὰρ ὄρνιθες ἐκ τοῦ ὀξέος γίνονται, ταύτῃ δ’ ἦν ἡ τοῦ ᾠοῦ πρόσφυσις.
其次,对于它们而言,产生也是从卵的端部开始的,但并非在它附着于子宫的地方;因为鸟类是从(卵的)尖端产生出来的,而这正是卵附着的地方。
αἴτιον δ’ ὅτι τὸ μὲν τῶν ὀρνίθων χωρίζεται τῆς ὑστέρας, τῶν δὲ τοιούτων οὐ πάντων ἀλλὰ τῶν πλείστων πρὸς τῇ ὑστέρα προσπέφυκε τὸ ᾠὸν τέλειον.
其原因在于,鸟类的卵与子宫分离,而这类动物的卵(虽然并非全部,但绝大多数)在发育完全时仍附着于子宫。
ἐπ’ ἄκρῳ δὲ γιγνομένου τοῦ ζῴου καταναλίσκεται τὸ ᾠόν, ὥσπερ καὶ ἐπὶ τῶν ὀρνίθων καὶ τῶν ἄλλων τῶν ἀπολελυμένων, καὶ τέλος πρὸς τῇ ὑστέρᾳ ὁ ὀμφαλὸς προσπέφυκε τῶν ἤδη τελείων.
随着动物在端部形成,卵被消耗完毕,正如鸟类和其他卵已分离的动物那样,最后,已发育完全的幼体其脐带附着在子宫上。
ὁμοίως δ’ ἔχει καὶ ὅσων ἀπολέλυται τὰ ᾠὰ τῆς ὑστέρας· ἐνίοις γὰρ αὐτῶν, ὅταν τέλειον γένηται τὸ ᾠόν, ἀπολύεται.
对于那些卵已与子宫分离的动物也是如此;因为在它们中的一些,当卵发育完全时,它就会分离。
ἀπορήσειεν ἂν οὖν τις διὰ τί διαφέρουσιν αἱ γενέσεις τοῖς ὄρνισι κατὰ τοῦτο καὶ τοῖς ἰχθύσιν.
因此,有人可能会提出疑问:为什么鸟类和鱼类的产生在这方面会有所不同?
αἴτιον δ’ ὅτι τὰ μὲν τῶν ὀρνίθων κεχωρισμένον ἔχει τὸ λευκὸν καὶ τὸ ὠχρόν, τὰ δὲ τῶν ἰχθύων μονόχροα, καὶ πάντῃ μεμιγμένον τὸ τοιοῦτον, ὥστ’ οὐθὲν κωλύει ἐξ ἐναντίας ἔχειν τὴν ἀρχήν· οὐ γὰρ μόνον κατὰ τὴν πρόσφυσίν ἐστι τοιοῦτον ἀλλὰ καὶ καταντικρύ, τὴν δὲ τροφὴν ῥᾷον ἕλκειν ἐκ τῆς ὑστέρας πόροις τισὶν ἀπὸ ταύτης τῆς ἀρχῆς.
其原因在于,鸟类的卵有分离开的蛋白和蛋黄,而鱼类的卵则是单色的,这种物质完全混合在一起,因此没有什么能阻止它们从相反的方向拥有其起点;因为不仅在附着处具有这种性质,在相反的一侧也是如此,而且从这一起点通过某些管道更容易从子宫中汲取营养。
δῆλον δ’ ἐπὶ τῶν μὴ ἀπολυομένων ᾠῶν· ἐν ἐνίοις γὰρ τῶν σελαχῶν οὐκ ἀπολύεται τῆς ὑστέρας τὸ ᾠόν, ἀλλ’ ἐχόμενον μεταχωρεῖ κάτω πρὸς τὴν ζῳοτοκίαν, ἐν οἷς τελεωθὲν τὸ ζῷον ἔχει τὸν ὀμφαλὸν ἐκ τῆς ὑστέρας ἀνηλωμένου τοῦ ῳοῦ.
这在不分离的卵中显而易见;因为在某些软骨鱼中,卵并不与子宫分离,而是保持连接并向下移动以进行胎生,在这些鱼中,当卵被消耗完毕、幼体发育完全时,其脐带源自子宫。
φανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοῦ ᾠοῦ ἔτι ὄντος περὶ ἐκεῖνο πρὸς τὴν ὑστέραν.
因此显而易见,甚至在更早的时候,当卵仍围绕着幼体时,卵的管道就已经延伸到子宫了。
τοῦτο δὲ συμβαίνει, καθάπερ εἴπομεν, ἐν τοῖς γαλεοῖς τοῖς λείοις.
正如我们所说,这发生在一平滑鲨鱼中。
διαφέρει μὲν οὖν ἡ γένεσις κατὰ ταῦτα τῶν ἰχθύων τοῖς ὄρνισι, καὶ διὰ τὰς εἰρημένας αἰτίας· τὰ δ᾽ ἄλλα συμβαίνει τὸν αὐτὸν τρόπον.
因此,在这些方面,鱼类的产生确实不同于鸟类,这也是由于上述原因;但在其他方面,情况是以相同方式发生的。
τόν τε γὰρ ὀμφαλὸν ἔχουσι τὸν ἕτερον ὡσαύτως ὥσπερ οἱ ὄρνιθες πρὸς τὸ ὠχρόν, οὕτως οἱ ἰχθύες πρὸς τὸ ὅλον ᾠόν (οὐ γάρ ἐστιν αὐτοῦ τὸ μὲν λευκὸν τὸ δ᾽ ὠχρόν, ἀλλὰ μονόχρων πᾶν), καὶ τρέφονται ἐκ τούτου, καταναλισκομένου τε ἐπέρχεται καὶ περιφύεται ἡ σὰρξ ὁμοίως.
因为鱼类同样拥有一条脐带,正如鸟类拥有一条通往蛋黄的脐带一样,鱼类则是通往整个卵(因为卵并不是一部分是蛋白、一部分是蛋黄,而是全部为单色),它们以此为营养,且随着卵被消耗,肌肉同样覆盖其上并在周围生长。