§3.5#1Ὅτι μὲν οὖν αὐξάνεταί τε καὶ δι᾽ ἣν αἰτίαν τὰ τοιαῦτα τῶν ᾠῶν, εἴρηται·
因此,关于此类卵为何会生长以及生长的原因,已经作了说明。
ὅτι δ᾽ ᾠοτοκοῦσι καὶ οὗτοι οἱ ἰχθύες, σημεῖον τὸ καὶ τοὺς ζῳοτοκοῦντας τῶν ἰχθύων, οἷον τὰ σελάχη, ᾠοτοκεῖν ἐν αὑτοῖς πρῶτον.
然而,这些鱼类也是卵生的证据,在于即便是胎生的鱼类(例如软骨鱼类),也是先在体内形成卵。
δῆλον γὰρ ὅτι τὸ γένος ὅλον ἐστὶν ᾠοτόκον τὸ τῶν ἰχθύων, τέλος μέντοι οὐθὲν λαμβάνει τῶν τοιούτων ᾠῶν, ὅσων ἐστὶ τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν καὶ γίγνονται ἐξ ὀχείας, ἐὰν μὴ ἐπιρράνῃ ὁ ἄρρην τὸν θορόν.
因为显然,整个鱼类种属都是卵生的,但在有雌雄之分且由交配产生的鱼类中,除非雄鱼在卵上洒上精液,否则此类卵都无法达到最终的成熟。
εἰσὶ δέ τινες οἵ φασι πάντας εἶναι τοὺς ἰχθῦς θήλεις ἔξω τῶν σελαχῶν, οὐκ ὀρθῶς λέγοντες.
但是,有些人说除软骨鱼类外所有鱼类都是雌性,这种说法是不正确的。
οἴονται γὰρ διαφέρειν τῶν νομιζομένων ἀρρένων τοὺς θήλεις αὐτῶν ὥσπερ τῶν φυτῶν, ἐν ὅσοις τὸ μὲν καρποφορεῖ τὸ δ᾽ ἄκαρπόν ἐστιν, οἷον ἐλάα καὶ κότινος καὶ συκῆ καὶ ἐρινεός.
因为他们认为,鱼类的雌雄之分,就像植物中的情况一样,某些植物结果,而另一些则不结果(例如橄榄与野生橄榄,无花果与野生无花果)。
ὁμοίως δὲ καὶ τοὺς ἰχθῦς πλὴν τῶν σελαχῶν· τούτοις γὰρ οὐκ ἀμφισβητοῦσιν.
他们认为除软骨鱼类外的鱼类也是如此;因为对于软骨鱼类他们并无异议。
καίτοι ὡσαύτως τε διάκεινται οἱ ἄρρενες περὶ τὰ θορικὰ οἵ τε σελαχώδεις καὶ οἱ ἐν τῷ γένει τῷ τῶν ᾠοτόκων, καὶ σπέρμα κατὰ τὴν ὥραν φαίνεται ἀμφοῖν ἐκθλιβόμενον.
然而,无论软骨鱼类的雄鱼还是卵生鱼类的雄鱼,在精腺器官的构造上都相似,且在繁殖季节都可以看到精液从两者中被挤出。
ἔχουσι δὲ καὶ ὑστέρας αἱ θήλειαι.
此外,雌鱼也有子宫。
ἔδει δ᾽ οὐ μόνον τοὺς ᾠοτοκοῦντας ἀλλὰ καὶ τοὺς ἄλλους ἔχειν μέν, ἀλλὰ διαφερούσας τῶν ᾠοτοκούντων, ὥσπερ αἱ ἡμίονοι ἐν τῷ γένει τῶν λοφούρων, εἴπερ ἦν θῆλυ τὸ γένος πᾶν, ἀλλ᾽ ἄτεκνοί τινες αὐτῶν.
如果整个鱼类都是雌性,那么不仅卵生的鱼,其他的鱼也应当拥有子宫,只是不同于卵生鱼的子宫,就像在具有蓬松尾巴的动物中的骡子一样,其中一些是不能生育的。
νῦν δ᾽ οἱ μὲν ἔχουσι θορικὰ οἱ δ᾽ ὑστέρας, καὶ ἐν ἄπασιν ἔξω δυοῖν, ἐρυθρίνου καὶ χάννης, αὕτη ἐστὶν ἡ διαφορά· οἱ μὲν γὰρ θορικὰ ἔχουσιν, οἱ δ᾽ ὑστέρας.
但实际上,一些鱼拥有精腺器官,另一些则拥有子宫,且在除了红鲷和斑石鲷这两种鱼之外的所有鱼类中,都存在这种区别:一些拥有精腺,另一些拥有子宫。
ἡ δ᾽ ἀπορία δ᾽ ἣν οὕτως ὑπολαμβάνουσιν, εὔλυτος τὸ συμβαῖνον ἀκούσασιν. οὐθὲν γὰρ τῶν ὀχευομένων πολλά φασι τίκτειν, λέγοντες ὀρθῶς·
然而,导致他们如此认为的难题,在听到实际发生的情况后便很容易解决。
ὅσα γὰρ ἐξ αὑτῶν γεννᾷ τέλεια ἢ ζῷα ἢ ᾠά, οὐ πολυτοκεῖ οὕτως ὥσπερ οἱ ᾠοτοκοῦντες τῶν ἰχθύων· ἄπλετον γάρ τι τούτων πλῆθος τῶν ᾠῶν ἐστίν.
因为他们说,凡是交配的动物都不会产下很多后代,这说法是正确的;因为在体内产生完全的动物或完全的卵的动物,都不像卵生鱼类那样多产,因为鱼卵的数量是极其巨大的。
ἀλλὰ τοῦτο οὐχὶ συνεωράκεσαν, ὅτι οὐχ ὁμοιοτρόπως τοῖς τῶν ὀρνίθων ἔχει τὰ περὶ τὰ ᾠὰ τῶν ἰχθύων.
但他们没有注意到,鱼卵的情况与鸟卵并不相同。
οἱ μὲν γὰρ ὄρνιθες καὶ τῶν τετραπόδων ὅσα ᾠοτοκεῖ, καὶ εἴ τινα τῶν σελαχωδῶν, τέλειον ᾠὸν γεννῶσι, καὶ οὐ λαμβάνει ἐξελθὸν αὔξησιν· οἱ δ᾽ ἰχθύες ἀτελῆ, καὶ λαμβάνει θύραζε τὰ ᾠὰ τὴν αὔξησιν.
因为鸟类、卵生的四肢动物以及部分软骨鱼类,产下的是完全的卵,在排出体外后不会继续生长;而鱼类产下的是不完全的卵,卵在体外继续生长。
ἔτι καὶ ἐπὶ τῶν μαλακίων τὸν αὐτὸν ἔχει τρόπον καὶ ἐπὶ τῶν μαλακοστράκων, ἃ καὶ συνδυαζόμενα ὁρᾶται διὰ τὸ χρόνιον εἶναι τὸν συνδασμὸν αὐτῶν· καὶ τούτων φανερόν ἐστι τὸ μὲν ἄρρεν ὄν, τὸ δ᾽ ἔχον ὑστέραν.
此外,在软体动物和甲壳动物中也是如此,由于它们的交配时间很长,甚至可以观察到它们的交配过程;在这些动物中,显而易见一者是雄性,另一者拥有子宫。
ἄτοπον δὲ καὶ τὸ μὴ ἐν παντὶ γένει ταύτην εἶναι τὴν δύναμιν, ὥσπερ ἐν τοῖς ζῳοτόκοις τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ.
而且,如果在每个种属中都不存在这种能力(雌雄之分),就像在胎生动物中一者为雄、一者为雌那样,这也是不合情理的。
αἴτιον δὲ τοῖς ἐκείνως λέγουσι τῆς ἀγνοίας τὸ τὰς διαφορὰς μὴ δήλας εἶναι παντοδαπὰς οὔσας περί τε τὰς ὀχείας τῶν ζῴων καὶ τὰς γενέσεις, ἀλλ᾽ ἐξ ὀλίγου θεωροῦντας οἴεσθαι δεῖν ἔχειν ὁμοίως ἐπὶ πάντων.
那些持有这种观点的人之所以无知,其原因在于动物在交配和发生方面的各种差异并不容易显现,而他们仅根据少数观察就认为在所有情况下都应当相同。