Humanitext Reader

亚里士多德 · 动物的产生 §3.2#3

卵膜与脐带的功能及与胎生动物的对比

第 47 段,共 93 段 · 希腊语

内容简介

亚里士多德解释了卵内蛋黄和蛋白对热反应的物理及化学性质差异,随后通过与胎生动物的子宫及母亲的关系进行对比,阐明了胚胎发育过程中脐带、蛋黄膜、绒毛膜以及蛋壳的作用。

§3.2#3πυρούμενον δὲ καὶ ὀπτώμενον οὐ γίνεται σκληρὸν διὰ τὸ εἶναι τὴν φύσιν γεῶδες οὕτως ὥσπερ κηρός· καὶ διὰ τοῦτο θερμαινόμενα μᾶλλον, ἐὰν ᾖ μὴ ἐξ ὑγροῦ περιττώματος, διοροῦται καὶ γίνεται οὔρια.
然而,(蛋黄)在受热或被烘烤时并不会变硬,因为它的本性像蜡一样是地性的;正因如此,当受热时,除非它是由潮湿的残余物构成的,否则它会分离并变成风卵。
τὸ δὲ λευκὸν ὑπὸ μὲν τῶν πάγων οὐ πήγνυται, ἀλλ’ ὑγραίνεται μᾶλλον (τὸ δ’ αἴτιον εἴρηται πρότερον), πυρούμενον δὲ γίνεται στερεόν· διὸ καὶ πεττόμενον περὶ τὴν γένεσιν τῶν ζῴων παχύνεται.
相反,蛋白不会因结冰而凝固,反而会变得更稀(其原因此前已经说明),但在受热时会变硬;因此在动物产生期间,当它成熟时就会变稠。
ἐκ τούτου γὰρ συνίσταται τὸ ζῷον, τὸ δ’ ὠχρὸν τροφὴ γίνεται, καὶ τοῖς ἀεὶ συνισταμένοις τῶν μορίων ἐντεῦθεν ἡ αὔξησις.
因为动物是由此形成的,而蛋黄则成为营养,并且正在形成的各部分的生长总是源于此(蛋黄)。
διὸ καὶ διώρισται τό τε ὠχρὸν καὶ τὸ λευκὸν χωρὶς ὑμέσιν ὡς ἔχοντα τὴν φύσιν ἑτέραν.
因此,蛋黄和蛋白由于具有不同的本性,被膜各自隔开。
δι’ ἀκριβείας μὲν οὖν, ὃν τρόπον ἔχουσι ταῦτα πρὸς ἄλληλα κατ’ ἀρχάς τε τῆς γενέσεως καὶ συνισταμένων τῶν ζῴων, ἔτι δὲ περί τε ὑμένων καὶ ὀμφαλῶν, ἐκ τῶν ἐν ταῖς ἱστορίαις γεγραμμένων δεῖ θεωρεῖν· πρὸς δὲ τὴν παροῦσαν σκέψιν ἱκανὸν φανερὸν εἶναι τοσοῦτον, ὅτι συστάσης πρώτης τῆς καρδίας, καὶ τῆς μεγάλης φλεβὸς ἀπὸ ταύτης ἀφορισθείσης, δύο ὀμφαλοὶ ἀπὸ τῆς φλεβὸς τείνουσιν, ὁ μὲν εἰς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν, ὁ δ’ ἕτερος εἰς τὸν ὑμένα τὸν χοροειδῆ, ὃς κύκλῳ περιέχει τὸ ζῷον· ἔστι δ’ οὗτος περὶ τὸν ὑμένα τὸν τοῦ ὀστράκου.
因此,关于它们在产生之初以及动物正在形成时彼此处于何种状态,以及关于膜和脐带的精确情况,必须从《动物志》中所写的记载中去观察;但对于目前的探究来说,只要弄清楚这一点就足够了:当心脏首先形成,且大血管已从中分出时,两条脐带从该血管延伸出来,一条延伸到包裹蛋黄的膜,另一条延伸到绒毛膜状膜,该膜环绕着动物,且位于蛋壳膜的周围。
διὰ μὲν οὖν θατέρου λαμβάνει τὴν ἐκ τοῦ ὠχροῦ τροφήν, τὸ δ’ ὠχρὸν γίνεται πλέον· ὑγρότερον γὰρ γίνεται θερμαινόμενον.
因此,(胚胎)通过其中一条(脐带)从蛋黄中获取营养,而蛋黄则变得更多(因为受热时它会变得更稀)。
δεῖ γὰρ τὴν τροφὴν σωματώδη οὖσαν ὑγρὰν εἶναι καθάπερ τοῖς φυτοῖς, ζῇ δὲ τὸ πρῶτον καὶ τὰ ἐν τοῖς ᾠοῖς γιγνόμενα καὶ τὰ ἐν τοῖς ζῴοις φυτοῦ βίον· τῷ πεφυκέναι γὰρ ἔκ τινος λαμβάνει τὴν πρώτην αὔξησιν καὶ τροφήν.
因为营养虽然具有实性,但必须是湿润的,正如植物那样,而无论是在卵中产生的还是在动物体内产生的,最初都过着植物般的生活;因为它们在自然本性上就是要从某种东西中获取最初的生长和营养。
ὁ δ’ ἕτερος ὀμφαλὸς τείνει εἰς τὸ περιέχον χόριον.
另一条脐带延伸到包裹着它的绒毛膜。
δεῖ γὰρ ὑπολαβεῖν τὰ ᾠοτοκούμενα τῶν ζῴων πρὸς μὲν τὸ ᾠχρὸν οὕτως ἔχειν τὸν νεοττὸν ὥσπερ πρὸς τὴν μητέρα τὰ ζῳοτοκούμενα ἔμβρυα, ὅταν ἐν τῇ μητρὶ ᾖ (ἐπεὶ γὰρ οὐκ ἐκτρέφονταί γε ἐν τῇ μητρὶ τὰ ᾠοτοκούμενα, ἐκλαμβάνει τι μέρος αὐτῆς), πρὸς δὲ τὸν ἐξωτάτω ὑμένα τὸν αἱματώδη ὡς πρὸς τὴν ὑστέραν.
因为我们必须假定,卵生动物的幼雏对于蛋黄的关系,正如胎生动物的胚胎在母体内时对于母亲的关系一样(因为卵生动物不是在母体内哺育的,所以它(在卵中)接受了母亲的一部分),而对于最外层的带血的膜的关系,则正如对于子宫的关系一样。
ἅμα δὲ περί τε τὸ ὠχρὸν καὶ τὸ χόριον τὸ ἀνάλογον τῇ ὑστέρᾳ τὸ ὄστρακον τοῦ ᾠοῦ περιπέφυκεν, ὥσπερ ἂν εἴ τις περιθείη περί τε τὸ ἔμβρυον αὐτὸ καὶ περὶ τὴν μητέρα ὅλην.
同时,蛋壳包围在蛋黄以及相当于子宫的绒毛膜周围,这正如有人在胚胎本身和整个母亲周围加上一个覆盖物一样。
ἔχει δ’ οὕτως, διότι δεῖ τὸ ἔμβρυον ἐν τῇ ὑστέρᾳ εἶναι καὶ πρὸς τῇ μητρί.
之所以如此,是因为胚胎必须在子宫内并靠近母亲。
ἐν μὲν οὖν τοῖς ζῳοτοκουμένοις ἡ ὑστέρα ἐν τῇ μητρί ἐστιν, ἐν δὲ τοῖς ᾠοτοκουμένοις ἀνάπαλιν, ὥσπερ ἂν εἴ τις εἴποι τὴν μητέρα ἐν τῇ ὑστέρᾳ εἶναι· τὸ γὰρ ἀπὸ τῆς μητρὸς γινόμενον ἡ τροφὴ τὸ ὠχρόν ἐστιν.
因此,在胎生动物中,子宫是在母体内,但在卵生动物中则相反,正如有人会说母亲是在子宫内一样;因为源于母亲的营养正是蛋黄。
αἴτιον δ’ ὅτι ἡ ἐκτροφὴ οὐκ ἐν τῇ μητρί ἐστιν.
其原因在于,哺乳或哺育并不在母体内进行。
αὐξανομένων δὲ πρότερον ὁ ὀμφαλὸς συμπίπτει ὁ πρὸς τὸ χόριον, διότι ταύτῃ δεῖ τὸ ζῷον ἐξελθεῖν, τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον.
然而,随着它们的长大,通往绒毛膜的脐带首先萎缩,因为动物必须从这条途径出来,而剩余的蛋黄和通往蛋黄的脐带则在后面萎缩。
δεῖ γὰρ ἔχειν τροφὴν εὐθὺς τὸ γενόμενον· οὔτε γὰρ ἀπὸ τῆς μητρὸς τιτθεύεται, δι’ αὑτοῦ τε οὐκ εὐθὺς δύναται πορίζεσθαι τὴν τροφήν· διόπερ ἐντὸς εἰσέρχεται τὸ ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ, καὶ περιφύεται ἡ σάρξ.
因为新出生的动物必须立刻获得营养;因为它既不能从母亲那里获得哺乳,也不能立刻自己获取营养;因此,蛋黄会与脐带一起进入体内,而肌肉则在周围生长出来。
τὰ μὲν οὖν ἐκ τῶν τελείων ᾠῶν γινόμενα θύραζε τοῦτον γίγνεται τὸν τρόπον ἐπί τε τῶν ὀρνίθων καὶ τῶν τετραπόδων, ὅσα ᾠοτοκεῖ τὸ ᾠὸν τὸ σκληρόδερμον.
因此,从完整的卵中产生出来的动物,无论是鸟类,还是产硬壳卵的四足动物,都是以这种方式出来的。
διάδηλα δὲ ταῦτα μᾶλλον ἐπὶ τῶν μειζόνων· ἐν γὰρ τοῖς ἐλάττοσιν ἀφανῆ διὰ μικρότητα τῶν ὄγκων ἐστίν.
这些在较大的动物中更为明显;因为在较小的动物中,由于体积微小而无法看清。

词汇与语法注释

  1. §3.2#3διὰ τὸ εἶναι τὴν φύσιν γεῶδες οὕτως ὥσπερ κηρός — 不定式 εἶναι 的主语是隐含的 [τὸ ὠχρόν](蛋黄),而 τὴν φύσιν 被解释为表示“在天性上”的特征关系宾格(或副词性宾格)。虽然也可以将 τὴν φύσιν 本身视为不定式的主语(“其天性是地性的”),但鉴于上下文侧重于蛋黄的物理属性,前一种解释更为自然。
  2. §3.2#3ὥσπερ ἂν εἴ τις εἴποι τὴν μητέρα ἐν τῇ ὑστέρᾳ εἶναι — 这是 ὥσπερ ἂν [εἴη] εἰ εἴποι... 的缩略形式,包含一个带有条件从句的潜在/虚拟希求语气(εἴποι)。宾格加不定式短语 τὴν μητέρα... εἶναι 作 εἴποι 的宾语。它比喻性地说明了卵生动物中胚胎和营养(蛋黄)的配置,正是胎生动物中母亲与子宫关系的“反转”。
  3. §3.2#3τὸ γὰρ ἀπὸ τῆς μητρὸς γινόμενον ἡ τροφὴ τὸ ὠχρόν ἐστιν — 短语 τὸ ἀπὸ τῆς μητρὸς γινόμενον(源于母亲者)与 ἡ τροφή(营养)呈同位语关系,或者也可以将 ἡ τροφή 视为谓语名词。整句的主语是 τὸ ὠχρόν(蛋黄),意思是“因为源于母亲的营养正是蛋黄”。

引用这一段

亚里士多德, 动物的产生 §3.2#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.2%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。