Humanitext Reader

亚里士多德 · 动物的产生 §3.2#1

卵尖端的发生原理与卵壳形成及孵化

第 45 段,共 93 段 · 希腊语

内容简介

本文解释了卵的尖端包含生育的原理,这决定了它在子宫内的附着位置及产出方向。此外,还阐明了相当于脐带的结构如何在卵壳形成过程中消失,以及如何通过孵化促成胚胎发育。

§3.2#1Διότι μὲν οὖν τὰ μὲν μονόχροα τὰ δὲ δίχροα τῶν ᾠῶν, εἴρηται·
因此,关于为什么卵有的呈单色、有的呈双色,已经作了说明。
ἀποκρίνεται δ’ ἐν τοῖς ᾠοῖς ἡ τοῦ ἄρρενος ἀρχὴ καθ’ ὃ προσπέφυκε τῇ ὑστέρᾳ τὸ ᾠόν, καὶ γίνεται δὴ ἀνόμοιον τὸ τῶν διχρόων ᾠῶν, καὶ οὐ πάμπαν στρογγύλον ἀλλ’ ἐπὶ θάτερα ὀξύτερον, διὰ τὸ διαφέρειν δεῖν τοῦ λευκοῦ, ἐν ᾧ ἔχει τὴν ἀρχήν.
在卵中,来自雄性的原理在卵附着于子宫的地方分离出来,因而双色卵的形状变得不对称,并非完全呈圆形,而是一端较尖,这是因为该部分必须与它拥有原理的蛋白有所区别。
διόπερ σκληρότερον ταύτῃ τὸ ᾠὸν ἢ κάτωθεν· σκεπάζειν γὰρ δεῖ καὶ φυλάττειν τὴν ἀρχήν.
所以,卵在这个部分(尖端)比下部更硬;因为必须覆盖并保护这个原理。
καὶ διὰ τοῦτο ἐξέρχεται ὕστερον τοῦ ᾠοῦ τὸ ὀξύ· τὸ γὰρ προσπεφυκὸς ὕστερον ἐξέρχεται, κατὰ τὴν ἀρχὴν δὲ προσπέφυκεν, ἐν τῷ ὀξεῖ δ’ ἡ ἀρχή.
正因如此,卵的尖端是后产出来的;因为附着的部分是后产出来的,而它是附着在原理处的,且原理就在尖端。
τὸν αὐτὸν δ’ ἔχει τρόπον καὶ ἐν τοῖς τῶν φυτῶν σπέρμασιν· προσπέφυκε γὰρ ἡ ἀρχὴ τοῦ σπέρματος τὰ μὲν ἐν τοῖς κλάδοις, τὰ δ’ ἐν τοῖς κελύφεσι, τὰ δ’ ἐν τοῖς περικαρπίοις.
在植物的种子中也是同样的情况;因为种子的原理有的附着在枝条上,有的附着在荚壳上,有的附着在果皮上。
δῆλον δ’ ἐπὶ τῶν χεδροπῶν· ᾗ γὰρ συνῆπται τὸ δίθυρον τῶν κυάμων καὶ τῶν τοιούτων σπερμάτων, ταύτῃ προσπέφυκεν· ἡ δ’ ἀρχὴ ἐνταῦθα τοῦ σπέρματος.
这在豆类植物中显而易见:在蚕豆及此类种子的双瓣荚壳相接合的地方,种子便附着于其上,而种子的原理就在该处。
ἀπορήσειε δ’ ἄν τις περὶ τῆς αὐξήσεως τῶν ᾠῶν, τίνα τρόπον ἐκ τῆς ὑστέρας συμβαίνει.
然而,有人可能会对卵的生长提出疑问,它是以何种方式从子宫中获得生长的。
τὰ μὲν γὰρ ζῷα διὰ τοῦ ὀμφαλοῦ λαμβάνει τὴν τροφήν, τὰ δ’ ᾠὰ διὰ τίνος;
因为动物是通过脐带接受营养的,而卵又是通过什么呢?
ἐπειδήπερ οὐχ ὥσπερ οἱ σκώληκες αὐτὰ δι’ αὑτῶν λαμβάνει τὴν αὔξησιν.
因为卵并不像幼虫那样靠自身获得生长。
εἰ δ’ ἔστι τι δι’ οὗ προσπέφυκε, τοῦτο ποῖ τρέπεται τελεωθέντος;
如果确实存在某种使其附着的通道,那么在卵发育完整时,这部分又去向了何处?
οὐ γὰρ συνεξέρχεται, καθάπερ ὁ ὀμφαλὸς τοῖς ζῴοις· γίνεται γὰρ τὸ πέριξ ὄστρακον τελεωθέντος.
因为它并不像动物的脐带那样随之一起排出;因为在发育完整时,周围的壳就已经形成了。
τὸ μὲν οὖν εἰρημένον ὀρθῶς ζητεῖται· λανθάνει δ’ ὅτι τὸ γινόμενον ὄστρακον τὸ πρῶτον μαλακὸς ὑμήν ἐστιν, ἀλλὰ τελεωθέντος γίνεται σκληρὸν καὶ κραῦρον, οὕτω συμμέτρως ὥστ’ ἐξέρχεται μὲν ἔτι μαλακόν (πόνον γὰρ ἂν παρεῖχε τικτόμενον), ἐξελθὸν δ’ εὐθὺς πήγνυται ψυχθέν, συνεξατμίζοντος τοῦ ὑγροῦ ταχὺ δι’ ὀλιγότητα, λειπομένου δὲ τοῦ γεώδους.
上述的疑问确实是合理提出的;然而人们忽略了,最初形成的壳其实是一层柔软的膜,但在发育完整时则变得坚硬而易碎,其比例适中,以至于产出时仍是柔软的(因为如果坚硬的话,在产卵时会带来痛苦),而产出后由于受冷,随即凝固,水分因量少而迅速蒸发,只留下地性成分。
τούτου δή τι τοῦ ὑμένος κατ’ ἀρχὰς ὀμφαλῶδές ἐστι κατὰ τὸ ὀξύ, καὶ ἀπέχει ἔτι μικρῶν ὄντων οἷον αὐλός.
在最初,这层膜在尖端的一部分确实像脐带一样,当卵还很小时,它像一根管子一样延伸。
φανερὸν δ’ ἐστὶν ἐν τοῖς ἐκβολίμοις τῶν μικρῶν ᾠῶν· ἐὰν γὰρ βρεχθῇ ἢ ἄλλως πως ῥιγώσασα ἐκβάλῃ ἡ ὄρνις, ἔτι αἱματῶδές τε φαίνεται τὸ κύημα καὶ ἔχον δι’ ἑαυτοῦ στόλον μικρὸν ὀμφαλώδη.
这在流产的小卵中显而易见:因为如果母鸟被淋湿或因其他原因受寒而流产,胚胎看起来仍然带有血丝,并且自身带有一条像脐带一样的微小柄状物。
μείζονος δὲ γινομένου περιτείνεται μᾶλλον οὗτος καὶ ἐλάττων γίνεται.
随着卵变大,这个柄状物被进一步拉伸并变小。
τελεωθέντος δὲ τὸ ὀξὺ τοῦ ᾠοῦ τοῦτο συμβαίνει τὸ πέρας.
当卵发育完整时,这便成了卵之尖端的末端。
ὑπὸ δὲ τούτῳ ὁ ἐντὸς ὑμήν, ὃς ὁρίζει τὸ λευκὸν καὶ τὸ ᾠχρὸν ἀπὸ τούτου.
在这下面是内膜,它将蛋白和蛋黄与此处隔开。
τελειωθέντος δ’ ἀπολύεται ὅλον τὸ ᾠόν, καὶ οὐ φαίνεται εὐλόγως ὁ ὀμφαλός· αὐτοῦ γάρ ἐστι τοῦ ἐσχάτου τὸ ἄκρον.
而当卵发育完整时,整个卵便脱落下来,因此看不到脐带也是合乎情理的;因为它是最外层皮壳的最末端。
ἡ δ’ ἔξοδος τοὐναντίον γίνεται τοῖς ᾠοῖς ἢ τοῖς ζῳοτοκουμένοις· τοῖς μὲν γὰρ ἐπὶ κεφαλὴν καὶ τὴν ἀρχήν, τῷ δ’ ᾠῷ γίνεται ἡ ἔξοδος οἷον ἐπὶ πόδας.
卵的排出方式与胎生动物相反:胎生动物是头部和原理先产出,而卵的排出则好比是足部先产出。
τούτου δ’ αἴτιον τὸ εἰρημένον, ὅτι προσπέφυκε κατὰ τὴν ἀρχήν.
其原因正如所说,是因为它是附着在原理处的。
ἡ δὲ γένεσις ἐκ τοῦ ᾠοῦ συμβαίνει τοῖς ὄρνισιν ἐπῳαζούσης καὶ συμπεττούσης τῆς ὄρνιθος, ἀποκρινομένου μὲν τοῦ ζῴου ἐκ μέρους τοῦ ᾠοῦ, τὴν δ’ αὔξησιν λαμβάνοντος καὶ τελειουμένου ἐκ τοῦ λοιποῦ μέρους.
鸟类从卵中产生,是通过母鸟孵化并共同促其成熟而发生的,动物(雏鸟)从卵的一部分中分离出来,而从其余的部分中获得生长并完成发育。
ἡ γὰρ φύσις ἅμα τήν τε τοῦ ζῴου ὕλην ἐν τῷ ᾠῷ τίθησι καὶ τὴν ἱκανὴν τροφὴν πρὸς τὴν αὔξησιν· ἐπεὶ γὰρ οὐ δύναται τελεοῦν ἐν αὑτῇ ἡ ὄρνις, συνεκτίκτει τὴν τροφὴν ἐν τῷ ᾠῷ.
因为自然在卵中同时放入了动物的物质和足以使其生长的营养;因为母鸟无法在自身体内完成发育,所以她将营养与卵一同产出。

词汇与语法注释

  1. §3.2#1Διότι μὲν οὖν — διότι 在此处并非作表示原因的连词(“因为”),而是作为间接疑问连词(“为何……”、“……的原因”),引导一个名词性从句,作为主句动词 εἴρηται(已说明)的主语。
  2. §3.2#1διὰ τὸ διαφέρειν δεῖν τοῦ λευκοῦ, ἐν ᾧ ἔχει τὴν ἀρχήν — 在不定式短语 διαφέρειν δεῖν(必须有所区别)中,διαφέρειν 的逻辑主语在上下文语境中是“尖端”或位于其上的“原理”。关系代词 ᾧ 的先行词是 τοῦ λευκοῦ,表明生育的原理包含在蛋白之中。
  3. §3.2#1τελεωθέντος δὲ τὸ ὀξὺ τοῦ ᾠοῦ τοῦτο συμβαίνει τὸ πέρας — τελεωθέντος 独自构成属格绝对结构(“当发育完整时”)。тὸ ὀξὺ τοῦ ᾠοῦ(卵的尖端)并不是主句动词 συμβαίνει 的主语,而是起副词性(地点)作用,整句表示“当卵发育完整时,在卵的尖端,这便成了其末端(这一情况发生)”。

引用这一段

亚里士多德, 动物的产生 §3.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。