§3.1#3διὸ καὶ περὶ τῶν ὑπηνεμίων τινὲς εἰώθασι λέγειν ὡς οὐ γιγνομένων ἀλλ᾽ ὡς ὑπολειμμάτων ἐκ προτέρας ὀχείας ὄντων.
因此,关于风卵,也有人习惯说它们并不是自行产生的,而是以前交配的残留物。
τοῦτο δ᾽ ἐστὶ ψεῦδος· ὦπται γὰρ ἱκανῶς καὶ ἐπὶ νεοττῶν ἀλεκτορίδος καὶ χηνὸς γενόμενα ἄνευ ὀχείας.
但这绝非事实;因为在小鸡和雏鹅身上已经充分观察到,它们在没有交配的情况下也会产生风卵。
ἔτι δὲ αἱ πέρδικες αἱ θήλειαι, αἵ τ᾽ ἀνόχευτοι καὶ αἱ ὠχευμέναι τῶν εἰς τὰς θήρας ἀγομένων, ὀσμώμεναι τοῦ ἄρρενος καὶ ἀκούουσαι τῆς φωνῆς αἱ μὲν πληροῦνται αἱ δὲ τίκτουσι παραχρῆμα.
此外,雌性鹧鸪,无论是未交配的,还是那些被带去狩猎的已交配的,一闻到雄性的气味并听到它的叫声,有的就会怀卵,有的则会立即产卵。
τοῦ δὲ πάθους αἴτιον ταὐτὸν ὅπερ ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν τετραπόδων· ἐὰν γὰρ ὀργῶντα τύχῃ τὰ σώματα πρὸς τὴν ὁμλίαν, τὰ μὲν ἰδόντα τὰ δὲ μικρᾶς γενομένης θίξεως προίεται σπέρμα.
这种现象的原因与人类和四足动物相同;因为如果它们的身体恰好处在极度渴望交配的兴奋状态中,有的仅靠看见,有的则靠微小的接触就会排出精液。
τὰ δὲ τοιαῦτα τῶν ὀρνέων ὀχευτικὰ καὶ πολύσπερμα τὴν φύσιν ἐστίν, ὥστε μικρᾶς δεῖσθαι τῆς κινήσεως, ὅταν ὀργῶντα τύχῃ, καὶ γίνεσθαι ταχὺ τὴν ἔκκρισιν αὐτοῖς, ὥστε τοῖς μὲν ἀνοχεύτοις ὑπηνέμια συνίστασθαι, τοῖς δ᾽ ὠχευμένοις αὐξάνεσθαι καὶ τελειοῦσθαι ταχέως.
这类鸟类天生喜好交配且精液丰富,因此在兴奋时只需微小的刺激,排泄就会在它们体内迅速发生,从而在未交配的鸟体中形成风卵,而在已交配的鸟体中,卵则能迅速生长并完成发育。
τῶν δὲ θύραζε ᾠστοκούντων οἱ μὲν ὄριθες προίενται τὸ ᾠὸν τέλειον, οἱ δ᾽ ἰχθύες ἀτελές, ἀλλ᾽ ἔξω λαμβάνει τὴν αὔξησιν, καθάπερ εἴρηται καὶ πρότερον.
在体外产卵的动物中,鸟类排出的卵是完整的,而鱼类排出的卵则是未完整的,而是在体外获得生长,正如以前也说过的那样。
αἴτιον δ᾽ ὅτι πολύγονόν ἐστι τὸ τῶν ἰχθύων γένος· ἀδύνατον οὖν ἔστω πολλὰ λαμβάνειν τέλος, διόπερ ἀποτίκτουσιν ἔξω.
其原因在于鱼类的属是多产的;因此,大量的卵不可能在体内完成发育,所以它们在体外产下。
ταχεῖα δ᾽ ἡ πρόεσις· αἱ γὰρ ὑστέραι πρὸς τοῖς ἄρθροις τῶν θύραζε ᾠοτοκούντων ἰχθύων.
而且排出是迅速的;因为在体外产卵的鱼类中,子宫靠近关节。
ἔστι δὲ τὰ μὲν τῶν ὀρίθων δίχροα, τὰ δὲ τῶν ἰχθύων μονόχροα πάντων.
鸟类的卵是双色的,而所有鱼类的卵都是单色的。
τῆς δὲ διχροίας τὴν αἰτίαν ἴδοι τις ἂν ἐκ τῆς δυνάμεως ἑκατέρου τῶν μορίων, τοῦ τε λευκοῦ καὶ τοῦ ὠχροῦ.
人们可以从白色部分(蛋白)和黄色部分(蛋黄)这两个部分的各自功能中看出这种双色性的原因。
γίνεται μὲν γὰρ ἡ ἀπόκρισις ἐκ τοῦ αἵματος οὐθὲν γὰρ ἄναιμον ᾠοτοκεῖ ζῷον), τὸ δ᾽ αἷμα ὅτι ἐστὶν ὕλη τοῖς σώμασιν, εἴρηται πολλάκις.
因为分泌物产生于血液(因为没有无血动物能产卵),而血液是身体的物质,这已经说过多次了。
τὸ μὲν οὖν ἐστὶν ἐγγύτερον αὐτοῦ τῆς μορφῆς τῶν μορίων γινομένων, τὸ θερμόν· τὸ δὲ γεωδέστερον τὴν τοῦ σώματος παρέχεται σύστασιν καὶ πορρώτερόν ἐστιν.
因此,其中一个部分,即温热的部分(蛋白),更接近血液,更接近正在产生的各部分的形相;而另一个更具地性的部分(蛋黄)则提供身体的组成,且距离血液较远。
διόπερ ὅσα δίχρρά ἐστι τῶν ᾠῶν, τὴν μὲν ἀρχὴν τὸ ζῷον λαμβάνει ἐκ τοῦ λευκοῦ τῆς γενέσεως (ἐν γὰρ τῷ θερμῷ ἡ ψυχικὴ ἀρχή), τὴν δὲ τροφὴν ἐκ τοῦ ὠχροῦ.
所以,在那些双色的卵中,动物从蛋白中获得生育的原理(因为灵魂的原理在温热之中),而从蛋黄中获得营养。
τοῖς μὲν οὖν τὴν φύσιν θερμοτέροις τῶν ζῴων διακέκριται χωρὶς ἐξ οὗ τε ἡ ἀρχὴ γίνεται καὶ ἐξ οὗ τρέφεται, καὶ τὸ μὲν λευκόν ἐστι τὸ δ᾽ ὠχρόν, καὶ πλέον ἀεὶ τὸ λευκὸν καὶ καθαρὸν τοῦ ὠχροῦ καὶ γεώδους· τοῖς δ᾽ ἧττον θερμοῖς καὶ ὑγροτέροις τὸ ὠχρὸν πλέον καὶ ὑγρότερον.
因此,在天性较温热的动物中,产生原理的部分和提供营养的部分被分别隔开,一个是蛋白,另一个是蛋黄,而且干净纯净的蛋白总是多于地性的蛋黄;但在那些温热较少且较湿润的动物中,蛋黄较多且较湿润。
ὅπερ συμβαίνει ἐπὶ τῶν λιμναίων ὀρνέων· ὑγρότεροι γὰρ τὴν φύσιν καὶ ψυχρότεροι τῶν πεζευόντων εἰσὶν ὀρνέων, ὥστε καὶ τὰ ᾠὰ τῶν τοιούτων πολλὴν ἔχει τὴν καλουμένην λέκιθον καὶ ἧττον ὠχρὰν διὰ τὸ ἧττον ἀποκεκρίσθαι τὸ λευκόν.
这种情况发生在水鸟身上;因为它们天生比陆生鸟类更湿润、更寒冷,所以这类鸟类的卵含有大量所谓的卵黄,并且由于蛋白分离不充分,颜色也不那么黄。
τὰ δ᾽ ἤδη καὶ ψυχρὰ τὴν φύσιν τῶν ᾠοτοκούντων καὶ ἔτι ὑγρὰ μᾶλλον (τοιοῦτον δ’ ἐστὶ τὸ τῶν ἰχθύων γένος) οὐδ’ ἀποκεκριμένον ἔχει τὸ λευκὸν διά τε μικρότητα καὶ διὰ τὸ πλῆθος τοῦ ψυχροῦ καὶ γεώδους· διόπερ γίνεται μονόχροα πάντα τὰ τῶν ἰχθύων, καὶ ὡς μὲν ὠχρὰ λευκά, ὡς δὲ λευκὰ ὠχρά.
而那些天生已经寒冷且更加湿润的产卵动物(鱼类之属便是如此),由于体积极小以及寒冷和地性成分过多,甚至连蛋白都没有分离出来;因此鱼类的卵全部都是单色的,似黄实白,似白实黄。
τὰ δὲ τῶν ὀρνέων καὶ τὰ ὑπηνέμια ἔχει ταύτην τὴν δίχροιαν· ἔχει γὰρ ἐξ οὗ ἑκάτερον ἔσται τῶν μορίων, καὶ ὅθεν ἡ ἀρχὴ καὶ ὅθεν ἡ τροφή, ἀλλὰ ταῦτ’ ἀτελῆ καὶ προσδεόμενα τοῦ ἄρρενος· γίνεται γὰρ τὰ ὑπηνέμια γόνιμα, ἐὰν ἔν τινι καιρῷ ὀχευθῇ ὑπὸ τοῦ ἄρρενος.
但鸟类的卵,即使是风卵,也具有这种双色性;因为它们含有将要形成这两个部分的成分,即原理的来源和营养的来源,但这些是不完全的,且需要雄性;因为风卵如果在某个适当的时候与雄性交配,就会变得有生育力。
οὐκ ἔστι δὲ τῆς διχροίας αἴτιον τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὡς τοῦ μὲν λευκοῦ ὄντος ἀπὸ τοῦ ἄρρενος, τοῦ δ’ ὠχροῦ ἀπὸ τοῦ θήλεος· ἀλλ’ ἄμφω γίνεται ἀπὸ τοῦ θήλεος, ἀλλὰ τὸ μὲν ψυχρὸν τὸ δὲ θερμόν.
双色性的原因并不是雄性和雌性,仿佛蛋白来自雄性,而蛋黄来自雌性;相反,两者都来自雌性,只是一个是冷的,一个是热的。
ἐν ὅσοις μὲν οὖν ἐστὶ πολὺ τὸ θερμόν, ἀποκρίνεται, ἐν ὅσοις δ’ ὀλίγον, οὐ δύναται· διὸ μονόχροα τὰ κυήματα, καθάπερ εἴρηται, τὰ τῶν τοιούτων.
因此,在那些温热成分多的动物中会发生分离,而在那些温热成分少的动物中则不能;所以这类动物的胚胎正如所说的是单色的。
ἡ δὲ γονὴ συνέστησε μόνον· καὶ διὰ τοῦτο τὸ μὲν πρῶτον φαίνεται λευκὸν καὶ μικρὸν τὸ κύημα ἐν τοῖς ὄρνισι, προϊὸν δὲ ὠχρὸν ἅπαν, συμμιγνυμένου ἀεὶ πλείονος αἱματώδους· τέλος δ’ ἀποκρινομένου τοῦ θερμοῦ κύκλῳ περιίσταται τὸ λευκόν, ὥσπερ ὑγροῦ ζέοντος, ὁμοίως πάντῃ· τὸ γὰρ λευκὸν φύσει μὲν ὑγρόν, ἔχει δ’ ἐν αὑτῷ τὴν θερμότητα τὴν ψυχικήν· διὸ κύκλῳ ἀποκρίνεται, τὸ δ’ ὠχρὸν καὶ γεῶδες ἐντός.
而雄性的精液仅起凝固作用;因此,最初鸟类的胚胎看起来是白色且微小的,但随着发育,由于总是混入更多带有血性的成分,它整体变黄;最后随着温热部分的分离,蛋白在周围环绕,就像沸腾的液体一样,在每个地方都相同;因为蛋白天生是湿润的,但它自身内部含有灵魂的温热;因此它在周围分离,而蛋黄和地性成分则留在内部。
κἂν πολλὰ συνεράσας τις ᾠὰ εἰς κύστιν ἤ τι τοιοῦτον ἕψῃ πυρὶ μὴ θάττονα ποιοῦντι τὴν τοῦ θερμοῦ κίνησιν ἢ τὴν ἐν τοῖς ᾠοῖς διάκρισιν, ὥσπερ ἐν ἑνὶ ᾠῷ, καὶ τὸ ἐκ πάντων τῶν ᾠῶν σύστημα τὸ μὲν ὠχρὸν ἐν μέσῳ γίνεται, κύκλῳ δὲ τὸ λευκόν.
如果有人把许多卵收集到一个膀胱或类似的容器中,用火加热,只要火势不使热的运动快于卵内部的分离速度,那么就像在单个卵中一样,由所有卵混合形成的整体,其蛋黄部分会位于中间,而蛋白部分在周围。