§3.11#3τὰ δὲ καλούμενα γῆς ἔντερα σκώληκος ἔχει φύσιν, ἐν οἷς ἐγγίνεται τὸ σῶμα τὸ τῶν ἐγχέλεων.
而所谓的地之肠(蚯蚓)具有蠕虫的本性,在它们之中产生了鳗鱼的身体。
διὸ καὶ περὶ τῆς τῶν ἀνθρώπων καὶ τετραπόδων γενέσεως ὑπολάβοι τις ἄν, εἴπερ ἐγίγνοντό ποτε γηγενεῖς, ὥσπερ φασί τινες, δύο τρόπων γίνεσθαι τὸν ἕτερον· ἢ γὰρ ὡς σκώληκος συνισταμένου τὸ πρῶτον ἢ ἐξ ᾠῶν.
因此,关于人类和四足动物的产生,如果真如某些人所说,它们曾是土生的,人们可能会设想它们是通过两种方式之一产生的:要么最初构建为蠕虫,要么来自卵。
ἀναγκαῖον γὰρ ἢ ἐν αὑτοῖς ἔχειν τὴν τροφὴν εἰς τὴν αὔξησιν τὸ δὲ τοιοῦτον κύημα σκώληξ ἐστίν) ἢ λαμβάνειν ἄλλοθεν, τοῦτο δ’ ἢ ἐκ τῆς γεννώσης ἢ ἐκ μορίου τοῦ κυήματος.
因为它们必须要么在自身内部拥有用于生长的食物(而这样的胚胎即是蠕虫),要么从他处获取,而这要么来自生育的母体,要么来自胚胎的一部分。
ὥστ’ εἰ θάτερον ἀδύνατον, ἐπιρρεῖν ἐκ τῆς γῆς ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις ἐκ τῆς μητρός, ἀναγκαῖον ἐκ μορίου λαμβάνειν τοῦ κυήματος· τὴν δὲ τοιαύτην ἐξ ᾠοῦ λέγομεν εἶναι γένεσιν.
因此,如果前者是不可能的——即像其他动物从母体中流入营养那样从土地中流入营养,那么就必须从胚胎的一部分中获取营养;而我们称这样的产生为来自卵的产生。
ὅτι μὲν οὖν, εἴπερ ἦν τις ἀρχὴ τῆς γενέσεως πᾶσι τοῖς ζῴοις, εὔλογον τοῖν δυοῖν τούτοιν εἶναι τὴν ἑτέραν, φανερόν· ἧττον δ’ ἔχει λόγον ἐκ τῶν ᾠῶν.
因此,如果所有动物的产生确实存在某种起点,那么在两种方式中必居其一,这是显而易见的;但来自卵的方式较不合理。
οὐθενὸς γὰρ τοιαύτην ὁρῶμεν ζῴου γένεσιν, ἀλλὰ τὴν ἑτέραν, καὶ τῶν ἐναίμων τῶν ῥηθέντων καὶ τῶν ἀναίμων.
因为我们没有看到任何动物是这样产生的,而是看到了另一种方式,这在已提到的有血动物和无血动物中都是如此。
τοιαῦτα δ’ ἐστὶ τῶν τ’ ἐντόμων ἔνια καὶ τὰ ὀστρακόδερμα, περὶ ὧν ὁ λόγος· οὐ γὰρ ἐκ μορίου γίνονταί τινος, ὥσπερ τὰ ᾠοτοκούμενα.
属于这一类的有某些昆虫以及作为我们论述对象的有壳类;因为它们并不像由卵产出的动物那样,从胚胎的某一部分中产生。
ποιοῦνται δὲ καὶ τὴν αὔξησιν ὁμοίως τοῖς σκώληξιν.
而且它们的生长方式也与蠕虫相似。
ἐπὶ τὰ ἄνω γὰρ καὶ τὴν ἀρχὴν αὐξάνονται οἱ σκώληκες· ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τοῖς ἄνω.
因为蠕虫是向着上方和起点生长的;因为在上方的食物存在于下方。
καὶ τοῦτό γε ὁμοίως ἔχει τοῖς ἐκ τῶν ᾠῶν, πλὴν ἐκεῖνα μὲν καταναλίσκει πᾶν, ἐν δὲ τοῖς σκωληκοτοκουμένοις, ὅταν αὐξηθῇ ἐκ τῆς ἐν τῷ κάτω μορίῳ συστάσεως τὸ ἄνω μόριον, οὕτως ἐκ τοῦ ὑπολοίπου διαρθροῦται τὸ κάτωθεν.
这一点确实与来自卵的动物相似,只是那些卵生动物消耗了全部营养,而在产蠕虫的动物中,当下方的构建使上方部分成长之后,下方的部分才以这种方式从剩余的部分中分节形成。
αἴτιον δ’ ὅτι καὶ ὕστερον ἡ τροφὴ ἐν τῷ μορίῳ τῷ ὑπὸ τὸ ὑπόζωμα γίνεται πᾶσιν.
其原因在于,即使在后期,所有动物的食物也都是在横隔膜以下的部分中产生的。
ὅτι δὲ τοῦτον τὸν τρόπον ποιεῖται τὰ σκωληκώδη τὴν αὔξησιν, δῆλον ἐπὶ τῶν μελιττῶν καὶ τῶν τοιούτων· κατ’ ἀρχὰς γὰρ τὸ μὲν κοούτω μόριον μέγα ἔχουσι, τὸ δ’ ἄνω ἔλαττον.
蠕虫状的生物以这种方式生长,这在蜜蜂及此类生物中是显而易见的;因为在开始时,它们下方的部分较大,而上方的部分较小。
καὶ ἐπὶ τῶν ὀστρακοδέρμων δὲ τὸν αὐτὸν τρόπον ἔχει τὰ περὶ τὴν αὔξησιν.
而在有壳类中,关于生长的情况也是相同的。
φανερὸν δὲ καὶ τοῦτ’ ἐπὶ τῶν στρομβωδῶν ταῖς ἑλίκαις· ἀεὶ γὰρ αὐξανομένων γίνονται πλείους ἐπὶ τὸ πρόσθιον καὶ τὴν καλουμένην κεφαλήν.
这在卷贝的螺旋中也是显而易见的;因为随着它们不断生长,在前方和所谓的头部方向上总是会产生更多的螺旋。
ὃν μὲν οὗν τρόπον ἔχει ἡ γένεσις καὶ τούτων καὶ τῶν ἄλλων τῶν αὐτομάτων, εἴρηται σχεδόν·
因此,这些生物以及其他自然发生生物的产生方式,已经基本说明。
ὅτι δὲ συνίσταται αὐτόματα πάντα τὰ ὀστρακόδερμα, φανερὸν ἐκ τῶν τοιούτων, ὅτι πρός τε τοῖς πλοίοις γίνεται σηπομένης τῆς ἀφρώδους ἰλύος, καὶ πολλαχοῦ, οὗ πρότερον οὐθὲν ὑπῆρχε τοιοῦτον, ὕστερον δι’ ἔνδειαν ὑγροῦ τοῦ τόπου βορβορωθέντος ἐγένετο τὰ καλούμενα λιμνόστρεα τῶν ὀστρακηρῶν, οἷον περὶ Ῥόδον παραβαλόντος ναυτικοῦ στόλου καὶ ἐκβληθέντων κεραμίων εἰς τὴν θάλατταν, χρόνου γενομένου καὶ βορβόρου περὶ αὐτὰ συναλισθέντος, ὄστρεα εὑρίσκοντ’ ἐν αὐτοῖς, ὅτι δ’ οὐδ’ ἀφίησι τὰ τοιαῦτα οὐθὲν ἀφ’ αὑτῶν γεννητικόν, τεκμήριον· ἐπεὶ γὰρ Χῖοί τινες ἐκ Πύρρας τῆς ἐν Λέσβῳ τῶν ὀστρέων διεκόμισαν ζῶντα καὶ εἰς τόπους τινὰς τῆς θαλάττης εὐριπώδεις καὶ ὁμοίους ἀφεῖσαν, πλείω μὲν τῷ χρόνῳ οὐδὲν ἐγένετο, τὸ δὲ μέγεθος εἰς αὔξησιν ἐπέδωκε πολύ.
有壳类全部是自然发生而构建出来的,这从以下事实中可以明显看出:当泡沫状的泥土腐败时,它们会在船只附近产生;而且在许多以前不存在此类生物的地方,后来因为该处缺乏水分而变得泥泞,便产生了有壳类中所谓的池牡蛎。 例如,在罗德岛附近,当一支海军舰队停泊并将陶器扔进海里,过了一段时间,陶器周围聚集了泥土,便在其中发现了牡蛎。 而且这类生物自身不会释放出任何具有生殖能力的东西,其证据如下:当一些希俄斯人从莱斯沃斯岛的皮拉运来活牡蛎,并将它们放生到某些水流湍急且与原产地相似的海域时,随着时间的推移,它们的数量并没有增加,但它们在尺寸上却增长得很大。
τὰ δὲ λεγόμενα ᾠὰ οὐθὲν συμβάλλεται πρὸς τὴν γένεσιν, ἀλλ’ ἐστὶν εὐτροφίας σημεῖον, οἷον ἐν τοῖς ἐναίμοις ἡ πιότης· διὸ καὶ πρὸς τὴν ἐδωδὴν γίνεται εὔχυμα κατὰ τοὺς καιροὺς τούτους.
而所谓的“卵”对产生毫无贡献,反而只是营养良好的迹象,就像有血动物中的脂肪一样;因此,在这些季节里,它们作为食物也会变得美味多汁。
σημεῖον δ’ ὅτι τὰ τοιαῦτα ἀεὶ ἔχουσιν, οἷον αἱ πίνναι καὶ οἱ κήρυκες καὶ αἱ πορφύραι, πλὴν ὁτὲ μὲν μείζω ὁτὲ δ’ ἐλάττω.
证据在于它们始终拥有这些东西,例如羽江珧、蛾螺和红螺,只不过有时较大,有时较小。
ἔνια δ’ οὐκ ἀεί, ἀλλὰ τοῦ μὲν ἔαρος ἔχουσι, προβαινούσης δὲ φθίνει τῆς ὥρας, καὶ τέλος ἀφανίζεται πάμπαν, οἷον οἵ τε κτένες καὶ οἱ μύες καὶ τὰ καλούμενα λιμνόστρεα· ἡ γὰρ ὥρα αὕτη συμφέρει τοῖς σώμασιν αὐτῶν.
但有些生物并非始终拥有,而是在春天拥有它们,随着季节的推移,它们会逐渐衰退,最终完全消失,例如海扇、贻贝以及所谓的池牡蛎;因为这一季节有益于它们的身体。
τοῖς δὲ συμβαίνει τοιοῦτον οὐδὲν ἐπίδηλον, οἷον τοῖς τηθύοις.
而在其他生物中则没有任何此类明显迹象,例如海鞘。
τὰ δὲ καθ’ ἕκαστα περὶ τούτων, καὶ ἐν οἷς γίνονται τόποις, ἐκ τῆς ἱστορίας θεωρείσθω.
关于这些生物的细节以及产生它们的场所,应当从《动物志》中进行考察。