§3.11#2διὸ καὶ γίνεται πλῆθος τῶν τοιούτων, ὅταν ἅπαξ γένηταί τι.
因此,一旦某物产生,这类东西就会大量产生。
πάντα μὲν γὰρ ταῦτα καὶ αὐτόματα συμβαίνει γίνεσθαι, κατὰ λόγον δὲ καὶ ὑπαρξάντων συνίστασθαι μᾶλλον.
因为所有这些既可以自然发生,但更合理的是在已有生物存在的情况下进行构建。
περιγίγνεσθαι γάρ τι περίττωμα πρὸς ἑκάστῳ τῆς ἀρχῆς εὔλογον, ἀφ’ ἧς παραβλαστάνει τῶν παραφυομένων ἕκαστον.
因为在每个起点旁留下某种余量是合理的,各旁生之物便是从这一起点发芽的。
ἐπεὶ δὲ παραπλησίαν ἔχει τὴν δύναμιν ἡ τροφὴ καὶ τὸ ταύτης περίττωμα, τῶν κηριαζόντων ὁμοίαν εἰκός ἐστιν εἶναι τῇ ἐξ ἀρχῆς συστάσει οὐσίαν.
由于食物与其余量具有相似的力量,所以筑巢之物的实体很可能与最初构建的实体相似。
διόπερ εὔλογον γίνεσθαι καὶ ἐκ ταύτης.
因此,从这一余量中产生也是合理的。
ὅσα δὲ μήτε παραβλαστάνει μήτε κηριάζει, τούτων δὲ πάντων ἡ γένεσις αὐτόματός ἐστιν.
至于那些既不旁生也不筑巢的,它们的产生全部都是自然发生的。
πάντα δὲ τὰ συνιστάμενα τὸν τρόπον τοῦτον καὶ ἐν γῇ καὶ ἐν ὕδατι φαίνεται. γινόμενα μετὰ σήψεως καὶ μιγνυμένου τοῦ ὀμβρίου ὕδατος.
而所有以这种方式构建的东西,无论在陆地上还是在水中,都显现出是伴随着腐败和雨水的混合而产生的。
ἀποκρινομένου γὰρ τοῦ γλυκέος εἰς τὴν συνισταμένην ἀρχὴν τὸ περιττεῦον τοιαύτην λαμβάνει μορφήν.
因为当甜美成分被分离到构建的起点中时,剩余的部分便呈现出这样的形态。
γίνεται δ’ οὐθὲν σηπόμενον ἀλλὰ πεττόμενον.
但是,没有任何东西是因腐败而产生的,而是通过消化成熟而产生的。
ἡ δὲ σῆψις καὶ τὸ σηπτὸν περίττωμα τοῦ πεφθέντος ἐστίν.
腐败和腐败之物只是已被消化成熟之物的余量。
οὐθὲν γὰρ ἐκ παντὸς γίνεται, καθάπερ οὐδ’ ἐν τοῖς ὑπὸ τῆς τέχνης δημιουργουμένοις.
因为任何东西都不会无秩序地从任何东西中产生,正如在通过技术制造的东西中也是如此。
οὐθὲν γὰρ ἂν ἔδει ποιεῖν· νῦν δὲ τὸ μὲν ἡ τέχνη τῶν ἀχρήστων ἀφαιρεῖ, τὸ δ’ ἡ φύσις.
否则,就没有任何制造的必要了;而事实上,技术去除了无用之物,自然也是如此。
γίνεται δ’ ἐν γῇ καὶ ἐν ὑγρῷ τὰ ζῷα καὶ τὰ φυτὰ διὰ τὸ ἐν γῇ μὲν ὕδωρ ὑπάρχειν, ἐν δ’ ὕδατι πνεῦμα, ἐν δὲ τούτῳ παντὶ θερμότητα ψυχικήν, ὥστε τρόπον τινὰ πάντα ψυχῆς εἶναι πλήρη.
动物和植物在土地和液体中产生,是因为土地中存在水分,水中存在气吹,而在这所有之中都存在着灵魂的热量,以至于在某种程度上,万物都充满了灵魂。
διὸ συνίσταται ταχέως, ὁπόταν ἐμπεριληφθῇ.
因此,一旦被包入,它们便迅速构建。
ἐμπεριλαμβάνεται δὲ καὶ γίνεται θερμαινομένων τῶν σωματικῶν ὑγρῶν οἷον ἀφρώδης πομφόλυξ.
而当身体的液体被加热时,它们就被包入并产生,就像泡沫状的气泡一样。
αἱ μὲν οὖν διαφοραὶ τοῦ τιμιώτερον εἶναι τὸ γένος καὶ ἀτιμότερον τὸ συνιστάμενον ἐν τῇ περιλήψει τῆς ἀρχῆς τῆς ψυχικῆς ἐστίν.
因此,所构建的属是较为高贵还是较为卑俗,其差异在于对灵魂起点的包入方式。
τούτου δὲ καὶ οἱ τόποι αἴτιοι καὶ τὸ σῶμα τὸ περιλαμβανόμενον.
对此,场所和被包入的物体都是原因。
ἐν δὲ τῇ θαλάττῃ πολὺ τὸ γεῶδες ἔνεστιν· διόπερ ἐκ τῆς τοιαύτης συστάσεως ἡ τῶν ὀστρακοδέρμων γίνεται φύσις, κύκλῳ μὲν τοῦ γεώδους σκληρυνομένου καὶ πηγνυμένου τὴν αὐτὴν πῆξιν τοῖς ὀστοῖς καὶ τοῖς κέρασι (πυρὶ γὰρ ἄτηκτα ταῦτ’ ἐστίν), ἐντὸς δὲ περιλαμωδιςτ. βανομένου τοῦ τὴν ζωὴν ἔχοντος σώματος.
而在海洋中含有大量的土质成分;因此,从这样的构建中产生了有壳类的本性,土质成分在周围硬化并凝固,其凝固方式与骨和角相同(因为这些是火无法融化的),而包含生命的物体则被包入在内部。
μόνον δὲ τῶν δ’ ἐκ τοῦ συνδυασμοῦ ἡ γένεσις αὐτῶν ἐστὶν ἢ μή, οὕπω συνῶπται ἱκανῶς.
但是,它们的产生是否仅来自于交尾,目前尚未得到充分的观察。
ζητήσειε δ’ ἄν τις βουλόμενος ὀρθῶς ζητεῖν, τί τὸ κατὰ τὴν ὑλικὴν ἀρχὴν συνιστάμενόν ἐστιν ἐν τοῖς τοιούτοις.
一个想要正确探求的人会问,在此类事物中,按照质料起点构建起来的是什么。
ἐν μὲν γὰρ τοῖς θήλεσι περίττωμά τι τοῦ ζῴου τοῦτ’ ἐστίν, ὃ ἡ παρὰ τοῦ ἄρρενος ἀρχὴ κινοῦσα, δυνάμει τοιοῦτον ὂν οἷον ἀφ’ οὑπερ ἦλθεν, ἀποτελεῖ τὸ ζῷον.
因为在雌性中,这是动物的某种余量,而来自雄性的起点通过运动它(这一起点本身在潜能上与它所来自的雄性相同),从而使动物得以完成。
ἐνταῦθα δὲ τί δεῖ λέγειν τὸ τοιοῦτον, καὶ πόθεν καὶ τίς ἡ κινοῦσα ἀρχὴ ἡ κατὰ τὸ ἄρρεν;
但在这里,我们应该将这样的东西称为什么,它来自何处,那相当于雄性的运动起点又是什么?
δεῖ δὴ λαβεῖν ὅτι καὶ ἐν τοῖς ζῴοις τοῖς γεννῶσιν ἐκ τῆς εἰσούσης τροφῆς ἡ ἐν τῷ ζῴῳ θερμότης ἀποκρίνουσα καὶ συμπέττουσα ποιεῖ τὸ περίττωμα, τὴν ἀρχὴν τοῦ κυήματος.
我们必须理解,即使在繁殖的动物中,动物体内的热量也会从摄入的食物中分离并消化,从而产生余量,即胚胎的起点。
ὁμοίως δὲ καὶ ἐν φυτοῖς· πλὴν ἐν μὲν τούτοις καὶ ἔν τισι τῶν ζῴων οὐθὲν προσδεῖται τῆς τοῦ ἄρρενος ἀρχῆς (ἔχει γὰρ ἐν αὑτοῖς μεμιγμένην), τὸ δὲ τῶν πλείστων ζῴων περίττωμα προσδεῖται.
在植物中也是如此;只是在植物和某些动物中,完全不需要雄性的起点(因为它们自身内部就混合有这一起点),而大多数动物的余量则需要它。
τροφὴ δ’ ἐστὶ τοῖς μὲν ὕδωρ καὶ γῆ, τοῖς δὲ τὰ ἐκ τούτων, ὥσθ’ ὅπερ ἡ ἐν τοῖς ζῴοις θερμότης ἐκ τῆς τροφῆς ἀπεργάζεται, τοῦθ’ ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ θαλάττης καὶ γῆς συγκρίνει πέττουσα καὶ συνίστησιν.
对一些生物来说,食物是水和土,对另一些来说,则是源于这些的东西。 因此,动物体内的热量从食物中所制造出来的东西,周围环境中季节的热量也会通过消化,将海和土结合并构建出来。
τὸ δ’ ἐναπολαμβανόμενον ἢ ἀποκρινόμενον ἐν τῷ πνεύματι τῆς ψυχικῆς ἀρχῆς κύημα ποιεῖ καὶ κίνησιν ἐντίθησιν.
而在气吹中被包入或被分离的灵魂起点的要素,则制造出胚胎并赋予运动。
ἡ μὲν οὖν τῶν φυτῶν τῶν ἀπὸ ταὐτομάτου γινομένων σύστασις ὁμοειδής ἐστιν· ἔκ τινος γὰρ μορίου γίνεται, καὶ τὸ μὲν ἀρχὴ τὸ δὲ τροφὴ γίνεται ἡ πρώτη τοῖς ἐκφυομένοις.
因此,自然发生的植物的构建是同类的;因为它是从某一部分产生的,一部分成为起点,另一部分则成为发芽之物的最初食物。
τὰ δὲ τῶν ζῴων σκωληκοτοκεῖται καὶ τῶν ἀναίμων ὅσα μὴ ἀπὸ ζῴων γίνεται καὶ τῶν ἐναίμων, οἷον γένος τι κεστρέων καὶ ἄλλων ποταμίων ἰχθύων, ἔτι δὲ τὸ τῶν ἐγχέλεων γένος.
而动物的那些则产出蠕虫,包括所有不是从动物产生的无血动物,以及一些有血动物,例如某类鲻鱼和其他河鱼,还有鳗鱼类。
ἅπαντα γὰρ ταῦτα, καίπερ ὀλίγαιμον ἔχοντα τὴν φύσιν, ὅμως ἔναιμά ἐστι, καὶ καρδίαν ἔχουσι τὴν ἀρχὴν τὴν τῶν μορίων αἱματικήν.
因为所有这些动物,尽管其本性中血液较少,但仍然是有血的,并拥有心脏作为其各部分含血的起点。