§4.1#1Δ. Περὶ μὲν οὖν τῆς γενέσεως τῆς τῶν ζῴων εἴρηται καὶ κοινῇ καὶ χωρὶς περὶ πάντων.
D. 关于动物的产生,我们已经对所有动物进行了总体和分别的论述。
ἐπεὶ δ’ ἐν τοῖς τελεωτάτοις αὐτῶν ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν κεχωρισμένον, καὶ ταύτας τὰς δυνάμεις ἀρχάς φαμεν εἶναι πάντων καὶ ζῳων καὶ φυτῶν, ἀλλὰ τὰ μὲν αὐτὰς ἀχωρίστους ἔχει τὰ δὲ κεχωρισμένας, λεκτέον περὶ τῆς γενέσεως τῆς τούτων πρῶτον.
但是,由于在它们最完善的种类中,雌性与雄性是分离的,而我们认为这些能力是所有动物和植物的原理,尽管有些生物将它们不可分割地结合在一起,而另一些则是分离的,因此我们必须首先讨论这些(雌雄)的产生。
ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῷ γένει διορίζεται τὸ θῆλυ καὶ τὸ ἄρρεν.
因为当它们在其属中仍未发育完全时,雌性和雄性就已经被区分开来。
πότερον δὲ καὶ πρὶν δήλην τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶν τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν ἐστίν, ἐν τῇ μητρὶ λαβόντα τὴν διαφορὰν ἢ πρότερον, ἀμφισβητεῖται.
然而,甚至在差异对我们的感官显而易见之前,一者是雌性而另一者是雄性,是在母亲体内获得这种差异还是在此之前,这一点存在争议。
φασὶ γὰρ οἱ μὲν ἐν τοῖς σπέρμασιν εἶναι ταύτην τὴν ἐναντίωσιν εὐθύς, οἷον Ἀναξαγόρας καὶ ἕτεροι τῶν φυσιολόγων· γίνεσθαί τε γὰρ ἐκ τοῦ ἄρρενος τὸ σπέρμα, τὸ δὲ θῆλυ παρέχειν τὸν τόπον, καὶ εἶναι τὸ μὲν ἄρρεν ἐκ τῶν δεξιῶν τὸ δὲ θῆλυ ἐκ τῶν ἀριστερῶν, καὶ τῆς ὑστέρας τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς εἶναι τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς.
因为有些人说这种对立立即存在于精液中,例如阿那克萨哥拉和其他自然哲学家;因为他们说精液来自雄性,而雌性提供场所,并且雄性来自右侧,雌性来自左侧,而在子宫中,雄性在右侧,雌性在左侧。
οἱ δ’ ἐν τῇ μήτρᾳ, καθάπερ Ἐμπεδοκλῆς· τὰ μὲν γὰρ εἰς θερμὴν ἐλθόντα τὴν ὑστέραν ἄρρενα γίνεσθαί φησι τὰ δ’ εἰς ψυχρὰν θήλεα, τῆς δὲ θερμότητος καὶ τῆς ψυχρότητος τὴν τῶν καταμηνίων αἰτίαν εἶναι ῥύσιν, ἢ ψυχροτέραν οὖσαν ἢ θερμοτέραν, καὶ ἢ παλαιοτέραν ἢ προσφατωτέραν.
而另一些人则说是在子宫中分化的,如恩培多克勒;因为他说进入温暖子宫的会变成雄性,进入寒冷子宫的会变成雌性,而冷热的原因是经血的流出,其或冷或热,或陈旧或新鲜。
Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ἐν μὲν τῇ μητρὶ γίνεσθαί φησι τὴν διαφορὰν τοῦ θήλεος καὶ τοῦ ἄρρενος, οὐ μέντοι διὰ θερμότητά γε καὶ ψυχρότητα τὸ μὲν γίγνεσθαι θῆλυ τὸ δ’ ἄρρεν, ἀλλ’ ὁποτέρου ἂν κρατήσῃ τὸ σπέρμα τὸ ἀπὸ τοῦ μορίου ἐλθὸν ᾧ διαφέρουσιν ἀλλήλων τὸ θῆλυ καὶ τὸ ἄρρεν.
然而,阿布德拉的德谟克利特说,雌雄的差异是在母亲体内产生的,但并不是因为冷热而一者变成雌性,另一者变成雄性,而是取决于从雌雄彼此不同的部位所排出的精液中,哪一方占了上风。
τοῦτο γὰρ ὡς ἀληθῶς Ἐμπεδοκλῆς ῥαθυμότερον ὑπείληφεν, οἰόμενος ψυχρότητι καὶ θερμότητι διαφέρειν μόνον ἀλλήλων, ὁρῶν ὅλα τὰ μόρια μεγάλην ἔχοντα διαφορὰν τήν τε τῶν αἰδοίων καὶ τὴν τῆς ὑστέρας.
因为恩培多克勒确实把这想得太简单了,以为它们彼此之间仅在冷热上有所不同,尽管他看到包括生殖器和子宫在内的整个部位都有着巨大的差异。
εἰ γὰρ πεπλασμένων τῶν ζῴων, τοῦ μὲν τὰ μόρια ἔχοντος τὰ τοῦ θήλεος πάντα, τοῦ δὲ τὰ τοῦ ἄρρενος, καθάπερ εἰς κάμινον εἰς τὴν ὑστέραν τεθείη, τὸ μὲν ἔχον ὑστέραν εἰς θερμήν, τὸ δὲ μὴ ἔχον εἰς ψυχράν, ἔσται θῆλυ τὸ οὐκ ἔχον ὑστέραν καὶ ἄρρεν τὸ ἔχον.
因为,如果当动物已经成形,一者拥有雌性的所有部位,另一者拥有雄性的所有部位,它们被置于子宫中,就像被放进炉子里一样,拥有子宫的被置于温暖的子宫,而没有子宫的被置于寒冷的子宫,那么没有子宫的就会变成雌性,而拥有子宫的就会变成雄性。
τοῦτο δ’ ἀδύνατον.
但这是不可能的。
ὥστε ταύτῃ γε βέλτιον ἂν λέγοι Δημόκριτος· ζητεῖ γὰρ ταύτης τῆς γενέσεως τὴν διαφορὰν καὶ πειρᾶται λέγειν· εἰ δὲ καλῶς ἢ μὴ καλῶς, ἕτερος λόγος.
因此,至少在这方面,德谟克利特说得更好;因为他探讨了这种产生的差异并试图加以说明;至于说明得好还是不好,则是另一个问题。
ἀλλὰ μὴν κἂν ᾖ τῶν μορίων τῆς διαφορᾶς αἴτιον ἡ θερμότης καὶ ἡ ψυχρότης, τοῦτο λεκτέον ἦν τοῖς ἐκείνως λέγουσιν· τοῦτο γάρ ἐστιν ὡς εἰπεῖν τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος τοῦτο γὰρ διαφέρει φανερῶς οὐ μικρόν τε ἔργον τὸ ἀπ’ ἐκείνης τῆς ἀρχῆς περὶ τῆς γενέσεως τούτων τῶν μορίων τὴν αἰτίαν συναγαγεῖν, ὡς ἀναγκαῖον ἀκολουθεῖν ψυχομένῳ μὲν τῷ ζῴῳ γίνεσθαι τοῦτο τὸ μόριον ἣν καλοῦσιν ὑστέραν, θερμαινομένῳ δὲ μὴ γίνεσθαι.
然而,即使冷热是这些器官差异的原因,那些持此种说法的人也应该说明这一点;因为可以说,这才是讨论雌雄产生的内容,因为这显然有很大不同,而且从那个原理推导出这些器官产生的原因绝非易事——即为何必然会得出:当动物变冷时会产生他们称为子宫的这个器官,而变热时则不会产生。
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῶν εἰς τὴν ὁμιλίαν συντελούντων μορίων· καὶ γὰρ ταῦτα διαφέρει, καθάπερ εἴρηται πρότερον.
对于有助于交配的器官也是如此;因为这些器官也是不同的,正如先前所说。
ἔτι δὲ γίνεται δίδυμα θῆλυ καὶ ἄρρεν ἅμα ἐν τῷ αὐτῷ μορίῳ πολλάκις τῆς ὑστέρας, καὶ τοῦθ’ ἱκανῶς τεθεωρήκαμεν ἐκ τῶν ἀνατομῶν ἐν πᾶσι τοῖς ζῳοτοκοῦσι, καὶ ἐν τοῖς πεζοῖς καὶ ἐν τοῖς ἰχθύσιν· περὶ ὧν εἰ μὲν μὴ συνεωράκει, εὐλόγως ἡμάρτανε ταύτην τὴν αἰτίαν εἰπών, εἰ δ’ ἑωρακώς, ἄτοπον τὸ ἔτι νομίζειν αἰτίαν εἶναι τὴν τῆς ὑστέρας θερμότητα ἢ ψυχρότητα· ἄμφω γὰρ ἂν ἐγίνετο ἢ θήλεα ἢ ἄρρενα, νῦν δὲ τοῦτ’ οὐχ ὁρῶμεν συμβαῖνον.
此外,雌雄双胞胎经常同时在子宫的同一部位产生,这一点我们在所有胎生动物(包括陆生动物和鱼类)的解剖中已经进行了充分的观察;关于这一点,如果他没有注意到,他说出这样的原因尚属合理的错误,但如果他已经看到了,却还认为子宫的冷热是原因,那就太荒谬了;因为那样的话,双胞胎要么都会变成雌性,要么都会变成雄性,但现在我们并没有看到这种情况发生。