Humanitext Reader

亚里士多德 · 动物的产生 §2.8#1

对骡子不育原因前人学说的批判

第 40 段,共 93 段 · 希腊语

内容简介

作者(亚里士多德)驳斥了德谟克利特和恩培多克勒关于骡子不育的物理假说,随后批判了一种因缺乏特有物理原理而过于普遍和抽象的逻辑论证。

§2.8#1ἐν μὲν οὖν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις γένεσιν, ὥσπερ εἴρηται πρότερον, κατὰ μέρος ἡ τοιαύτη συμβαίνει πήρωσις, τὸ δὲ τῶν ἡμιόνων γένος ὅλον ἄγονόν ἐστιν.
那么,正如前面所说,在人类和其他动物种类中,这种残缺是局部发生的,但骡子这整个种类都是不育的。
περὶ δὲ τῆς αἰτίας, ὡς μὲν λέγουσιν Ἐμπεδοκλῆς καὶ Δημόκριτος, λέγων ὁ μὲν οὐ σαφῶς, Δημόκριτος δὲ γνωρίμως μᾶλλον, οὐ οκαλῶς εἰρήκασιν.
关于其原因,正如恩培多克勒和德谟克利特所说——前者说得不清楚,而德谟克利特则说得更容易理解——但他们说得并不正确。
λέγουσι γὰρ ἐπὶ πάντων ὁμοίως τὴν ἀπόδειξιν τῶν παρὰ τὴν συγγένειαν συνδυαζομένων.
因为他们对所有非同类动物的交配都给出了同样性质的证明。
Δημόκριτος μὲν γάρ φησι διεφθάρθαι τοὺς πόρους τῶν ἡμιόνων ἐν ταῖς ὑστέραις διὰ τὸ μὴ ἐκ συγγενῶν γίνεσθαι τὴν ἀρχὴν τῶν ζῴων.
德谟克利特说,骡子子宫内的通道被破坏了,因为这些动物的产生并不是始于同类的父母。
συμβαίνει δ’ ἐφ’ ἑτέρων ζῴων τοῦτο μὲν ὑπάρχειν, γεννᾶν δὲ μηδὲν ἧττον· καίτοι χρῆν, εἴπερ αἴτιον τοῦτ’ ἦν, ἄγονα καὶ τἇλλ’ εἶναι τὰ μιγνύμενα τὸν τρόπον τοῦτον.
然而,这种情况在其他动物中也会发生,但它们仍然能够生育;可是,如果这就是原因,那么以这种方式交配的其他动物也应该是不育的。
Ἐμπεδοκλῆς δ’ αἰτιᾶται τὸ μῖγμα τὸ τῶν σπερμάτων γίνεσθαι πυκνὸν ἐκ μαλακῆς τῆς γονῆς οὔσης ἑκατέρας· συναρμόττειν γὰρ τὰ κοῖλα τοῖς πυκνοῖς ἀλλήλων, ἐκ δὲ τῶν τοιούτων γίνεσθαι ἐκ μαλακῶν σκληρόν, ὥσπερ τῷ καττιτέρῳ μιχθέντα τὸν χαλκόν, λέγων οὔτ’ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ καττιτέρου τὴν αἰτίαν ὀρθῶς (εἴρηται δ’ ἐν τοῖς προβλήμασι περὶ αὐτῶν) οὖθ᾽ ὅλως ἐκ γνωρίμων ποιούμενος τὰς ἀρχάς.
恩培多克勒则认为,由于双方的精液本身都是柔软的,它们的混合物却变得紧密,这是原因;因为他说,彼此的中空部分与紧密部分相适合,从这些柔软的东西中产生出坚硬的东西,就像铜与锡混合一样。 但是,关于铜和锡的原因,他既说得不对(关于它们,在《问题集》中已经讨论过),而且他的出发点根本不是基于可以理解的原理。
τὰ γὰρ κοῖλα καὶ τὰ στερεὰ ἁρμόττοντα ἀλλήλοις πῶς ποιεῖ τὴν μίξιν, οἷον οἴνου καὶ ὕδατος;
因为中空和固体相互适合,又如何能产生混合,比如水和酒的混合?
τοῦτο γὰρ ὑπὲρ ἡμᾶς ἐστὶ τὸ λεγόμενον· πῶς γὰρ δεῖ λαβεῖν τὰ κοῖλα τοῦ οἴνου καὶ τοῦ ὕδατος, λίαν ἐστὶ παρὰ τὴν αἴσθησιν.
因为这种说法超出了我们的理解;因为如何去理解酒和水的中空部分,实在太违背感官了。
ἔτι δ’ ἐπειδὴ συμβαίνει καὶ ἐξ ἵππων γίνεσθαι ἵππον καὶ ἐξ ὄνων ὄνον καὶ ἐξ ἵππου καὶ ὄνου ἡμίονον, ἀμφοτέρως ἄρρενος καὶ θήλεος ὁποτερουοῦν ὄντος, διὰ τί ἐκ μὲν τούτων γίνεται πυκνὸν οὕτως ὥστ’ ἄγονον εἶναι τὸ γενόμενον, ἐκ δ’ ἵππου θήλεος καὶ ἄρρενος ἢ ὄνου θήλεος καὶ ἄρρενος οὐ γίνεται ἄγονον;
此外,既然从马产生马,从驴产生驴,从马和驴产生骡子,无论雄雌是以何种方式结合,为什么从它们产生的混合物会如此紧密以至于产生的东西是不育的,而从雌马和雄马,或者雌驴和雄驴产生的却不是不育的呢?
καίτοι μαλακὸν καὶ τὸ τοῦ ἄρρενος ἵππου ἐστὶ καὶ τὸ τοῦ θήλεος.
然而,雄马和雌马的精液也都是柔软的。
μίγνυται δὲ καὶ ὁ θῆλυς ἵππος καὶ ὁ ἄρρην τῷ ὄνῳ, καὶ τῷ ἄρρενι καὶ τῷ θήλει.
而且,雌马和雄马都会与驴(无论是雄是雌)交配。
καὶ διὰ τοῦτο γίνονται ἄγονα ἐξ ἀμφοτέρων, ὡς φησίν, ὅτι ἐξ ἀμφοῖν ἕν τι γίνεται, μαλακῶν ὄντων τῶν σπερμάτων.
正如他所说,因为两者的精液都是柔软的,从两者中产生出某一个东西,所以从这两种交配中都会产生不育的东西。
ἔδει οὖν καὶ τὸ ἐξ ἵππου ἄρρενος καὶ θήλεος γινόμενον.
那么,从雄马和雌马产生的东西也应该如此。
εἰ μὲν γὰρ θάτερον ἐμίγνυτο μόνον, ἐνῆν ἂν λέγειν ὅτι θάτερον αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον τῇ τοῦ ὄνου γονῇ· νῦν δ’ οἵᾳπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ τοῦ συγγενοῦς.
因为如果只有其中一方进行异类交配,那还可以说其中一方是导致不生育的原因,就像驴的精液一样;但在现实中,无论是以何种性质与那一个相混合,也以同样性质与同类相混合。
ἔτι δ’ ἡ μὲν ἀπόδειξις κατ’ ἀμφοτέρων εἴρηται ὁμοίως καὶ τοῦ θήλεος καὶ τοῦ ἄρρενος, γεννᾷ δ’ ὁ ἄρρην ἑπταέτης ὢν μόνος, ὡς φασίν· ἀλλ’ ἡ θήλεια ἄγονος ὅλως, καὶ αὕτη τῷ μὴ ἐκτρέφειν εἰς τέλος, ἐπεὶ ἤδη κύημα ἔσχεν ἡμίονος.
而且,虽然这个证明对雌性和雄性双方是同样说的,但人们说,只有雄骡在七岁时才能生育;而雌骡则是完全不育的,这又是由于它不能将胚胎哺育到最后,因为骡子以前也有过怀孕的情况。
ἴσως δὲ μᾶλλον ἂν δόξειεν ἀπόδειξις εἶναι πιθανὴ τῶν εἰρημένων λογική.
但也许,在所说的话中,一个逻辑上的证明看起来会更有说服力。
λέγω δὲ λογικὴν διὰ τοῦτο, ὅτι ὅσῳ καθόλου μᾶλλον, πορρωτέρω τῶν οἰκείων ἐστὶν ἀρχῶν. ἔστι δὲ τοιαύτη τις.
我之所以称之为逻辑上的,是因为它越是普遍,就越远离其特有的原理。
εἰ γὰρ ἐξ ὁμοειδῶν ἄρρενος καὶ θήλεος ὁμοειδὲς γίνεσθαι πέφυκε τοῖς γεννήσασιν ἄρρεν ἢ θῆλυ, οἷον ἐκ κυνὸς ἄρρενος καὶ θήλεος κύων ἄρρην ἢ θήλεια, καὶ ἐξ ἑτέρων εἴδει ἕτερον τῷ εἴδει, οἷον εἰ κύων ἕτερον λέοντος, καὶ ἐκ κυνὸς ἄρρενος καὶ λέοντος θήλεος ἕτερον καὶ ἐκ λέοντος ἄρρενος καὶ κυνὸς θήλεος ἕτερον· ὥστ’ ἐπειδὴ γίνεται ἡμίονος ἄρρην καὶ θῆλυς ἀδιαφόρων ὄντων τῷ εἴδει ἀλλήλοις, γίνεται δ’ ἐξ ἵππου καὶ ὅνου ἡμίονος, ἕτερα δ’ ἐστὶ τῷ εἴδει ταῦτα καὶ οἱ ἡμίονοι, ἀδύνατον γενέσθαι ἐξ ἡμιόνων.
它是这样的:如果从同种的雄性和雌性,自然会产生与生育者同种的雄性或雌性(例如,从雄犬和雌犬产生雄犬或雌犬),而从不同种类的动物,产生在种类上不同的东西(例如,如果犬不同于狮子,那么从雄犬和雌狮产生不同的东西,从雄狮和雌犬也产生不同的东西);因此,既然产生雄骡和雌骡,而它们彼此在种类上是没有区别的,而骡子是由马和驴产生的,而这些在种类上又与骡子不同,那么从骡子产生后代是不可能的。
ἕτερον γὰρ γένος οὐχ οἷόν τε διὰ τὸ ἐξ ἄρρενος καὶ θήλεος τῶν ὁμοειδῶν ταὐτὸ γίνεσθαι τῷ εἴδει· ἡμίονος δ’ ὅτι ἐξ ἵππου καὶ ὄνου γίνεται ἑτέρων ὄντων τῷ εἴδει, ἐκ δὲ τῶν ἑτέρων τῷ εἴδει ἕτερον ἐτέθη γίνεσθαι ζῷον.
因为不可能产生另一种类,因为从同种的雄性和雌性会产生在种类上相同的东西;但骡子是由在种类上不同的马和驴产生的,而人们设定,从在种类上不同的东西产生不同种类的动物。
οὕτος μὲν οὖν ὁ λόγος καθόλου λίαν καὶ κενός.
因此,这种论证太普遍且空虚。
οἱ γὰρ μὴ ἐκ τῶν οἰκείων ἀρχῶν λόγος κενοί, ἀλλὰ δοκοῦσιν εἶναι τῶν πραγμάτων οὐκ ὄντες.
因为不从特有的原理出发的论证都是空虚的,它们看起来与事实相关,其实不然。
οἱ γὰρ ἐκ τῶν ἀρχῶν τῶν γεωμετρικῶν γεωμετρικοί, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· τὸ δὲ κενὸν δοκεῖ μὲν εἶναί τι, ἔστι δ’ οὐθέν.
因为从几何学原理出发的才是几何学的,其他情况也是如此;空虚的论证看起来像是某种东西,其实什么也不是。
οὐκ ἀληθὲς δέ, ὅτι πολλὰ τῶν μὴ ὁμοειδῶν γενομένων γίνεται γόνιμα, καθάπερ ἐλέχθη πρότερον.
而且这不是真的,因为许多由不同种类产生的东西也是有生育能力的,正如前面所说。

词汇与语法注释

  1. §2.8#1οὐ οκαλῶς — 文本中的“οὐ οκαλῶς”是“οὐ καλῶς”(不正确、不好)的印刷错误,这从引入对德谟克利特和恩培多克勒学说批判的语境中不难看出。
  2. §2.8#1διὰ τὸ μὴ ἐκ συγγενῶν γίνεσθαι τὴν ἀρχὴν τῶν ζῴων — 由介词“διά”引导的带属格主语的对格不定式短语(τό + 不定式)。解释为“因为动物的产生(τὴν ἀρχὴν τῶν ζῴων)并非始于同类(ἐκ συγγενῶν)”。
  3. §2.8#1ὥσπερ τῷ καττιτέρῳ μιχθέντα τὸν χαλκόν — 由名词“τὸν χαλκόν”、被动分词“μιχθέντα”和与格“τῷ καττιτέρῳ”组成的动词分词短语。意为“正如铜与锡相混合时那样”,作为前句“σκληρόν”(坚硬之物)的比喻。
  4. §2.8#1νῦν δ’ οἵᾳπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ τοῦ συγγενοῦς. — “νῦν δé”将现实情况与前述假说进行对比。应解释为:“但在现实中,无论[马的精液]是以何种性质(οἵᾳπερ οὔσῃ)与那一个[即驴的精液](ἐκείνῃ)相混合,也以同样性质(τοιαύτῃ)与同类[即马的精液](τῇ τοῦ συγγενοῦς)相混合。”后半句省略了动词“μίγνυται”。
  5. §2.8#1λέγω δὲ λογικὴν διὰ τοῦτο, ὅτι... — 在亚里士多德术语中,“λογική”指“逻辑的”、“抽象的”或“辩证的”论证。这意指一种脱离具体生物学特有原理(οἰκείαι ἀρχαί)、而从普遍概念进行推论的方法,接下来的“ὅτι”从句对其进行了定义说明。

引用这一段

亚里士多德, 动物的产生 §2.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。