§2.7#1Πῶς μὲν οὖν ἕκαστον συνίσταται τῶν μορίων, εἴρηται, καὶ τί τῆς γενέσεως αἴτιον·
由此,各部位如何构成,以及它们生成的起因是什么,已经阐明。
ἔχει δὲ τὴν αὔξησιν τὰ ζῳοτοκούμενα τῶν ἐμβρύων, ὥσπερ ἐλέχθη πρότερον, διὰ τῆς τοῦ ὀμφαλοῦ προσφύσεως.
而胎生动物的胎儿,如前所述,是通过脐带的附着而获得增长。
ἐπεὶ γὰρ ἔνεστιν ἐν τοῖς ζῴοις καὶ ἡ θρεπτικὴ δύναμις τῆς ψυχῆς, ἀφίησιν εὐθὺς οἷν ῥίζαν τὸν ὀμφαλὸν εἰς τὴν ὑστέραν.
因为既然动物体内也存在灵魂的滋养能力,它们便立即将脐带像根一样伸入子宫之中。
ἔστι δὲ ὁ ὀμφαλὸς ἐν κελύφει φλέβες, τοῖς μὲν μείζοσι πλείους, οἷον βοῒ καὶ τοῖς τοιούτοις, τοῖς δὲ μέσοις δύο, μία δὲ τοῖς ἐσχάτοις.
脐带是鞘内的血管,在体型较大的动物(例如牛及类似动物)中数量较多,在体型中等的中为两条,在最小的动物中则为一条。
διὰ δὲ τούτου λαμβάνει τὴν τροφὴν αἱματικήν.
胎儿通过它吸收由血液构成的营养。
αἱ γὰρ ὑστέραι πέρατα φλεβῶν πολλῶν εἰσίν.
因为子宫是许多血管的末端。
τὰ μὲν οὖν μὴ ἀμφώδοντα πάντα, καὶ τῶν ἀμφωδόντων ὅσων ἡ ὑστέρα μὴ μίαν φλέβα μεγάλην ἔχει διατείνουσαν ἀλλ᾽ ἀντὶ μιᾶς πυκνὰς πολλάς, ταῦτα ἐν ταῖς ὑστέραις ἔχει τὰς καλουμένας κοτυληδόνας, τὸ μὲν περιφερὲς ἐχούσας πρὸς τὴν ὑστέραν, τὸ δὲ κοῖλον πρὸς τὸ ἔμβρυον.
那么,所有非双齿排动物,以及双齿排动物中那些子宫内没有一条延伸的粗大血管,而是由许多密集血管代替单条血管的动物,它们的子宫内都拥有被称为“子宫叶”的构造,其凸出的一侧朝向子宫,凹入的一侧朝向胎儿。
μεταξὺ δὲ τῆς ὑστέρας καὶ τοῦ ἐμβρύου τὸ χόριον καὶ οἱ ὑμένες εἰσίν.
而在子宫和胎儿之间则存在着绒毛膜和诸膜。
αἱ δὲ κοτυληδόνες αὐξανομένου καὶ τελεουμένου τοῦ ἐμβρύου γίνονται ἐλάττους, καὶ τέλος ἀφανίζονται τελεωθέντος.
随着胎儿的增长和趋于成熟,子宫叶会变小,并在胎儿发育完全时最终消失。
εἰς τοῦτο γὰρ προεκτίθεται τοῖς ἐμβρύοις ἡ φύσις τὴν αἱματικὴν τροφὴν τῆς ὑστέρας ὥσπερ εἰς μαστούς, καὶ διὰ τὸ ἀθροίζεσθαι καὶ κατὰ μικρὸν ἐκ πολλῶν οἷον ἐξάνθημα καὶ φλεγμασία γίνεται τὸ σῶμα τὸ τῆς κοτυληδόνος.
因为自然将子宫的血液营养预先为胎儿置于这些子宫叶中,犹如置于乳房中一般,且由于营养从多条血管中逐渐聚集,子宫叶的组织便如疹子或炎症般生成。
ἕως μὲν ἄν οὖν ἔλαττον ᾖ τὸ ἔμβρυον, οὐ δυνάμενον πολλὴν λαμβάνειν τροφήν, δῆλαί εἰσι καὶ μείζονες, αὐξηθέντος δὲ συμπίπτουσιν.
因此,只要胎儿还比较小、无法吸收大量营养时,它们便显而易见且体积较大,而当胎儿长大时,它们就会缩减。
τὰ δὲ πολλὰ τῶν κολοβῶν ζῴων καὶ ἀμφωδόντων οὐκ ἔχει κοτυληδόνα ἐν ταῖς ὑστέραις, ἀλλ’ ὁ ὀμφαλὸς εἰς φλέβα τείνει μίαν, αὕτη δὲ τέταται διὰ τῆς ὑστέρας ἔχουσα μέγεθος.
然而,大多数蹄不分叉的动物和双齿排动物在子宫中没有子宫叶,而是其脐带通向单条血管,这条血管具有一定粗度并延伸通过子宫。
ἐπεὶ δὲ τὰ μὲν μονοτόκα τὰ δὲ πολυτόκα τῶν τοιούτων ἐστὶ ζῷων, καὶ τὰ πλείω τῶν ἐμβρύων τὸν αὐτὸν ἔχει τρόπον τῷ ἑνί.
由于此类动物中有一胎一子的也有多子的,多个胎儿的情况也与单个胎儿的方式相同。
δεῖ δὲ ταῦτα θεωρεὶν ἔκ τε τῶν παραδειγμάτων τῶν ἐν ταῖς ἀνατομαῖς καὶ τῶν ἐν ταῖς ἱστορίαις γεγραμμένων.
这些事情必须通过解剖图中的实例以及《动物志》中所记载的内容来观察。
πεφύκασι γὰρ τὰ ζῷα ἐκ τοῦ ὀμφαλοῦ, ὁ δ’ ὀμφαλὸς ἐκ τῆς φλεβὸς ἐφεξῆς ἀλλήλοις, ὡσπερανεὶ παρ’ ὀχετὸν τὴν φλέβα ῥέουσαν· περὶ δὲ ἕκαστον τῶν ἐμβρύων οἷ θ’ ὑμένες καὶ τὸ χόριόν ἐστιν.
因为动物是从脐带中生长出来的,而脐带又在血管上依次相连,犹如沿着流动的血管渠道一般;且在每个胎儿的周围都有膜和绒毛膜。
οἱδὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκίδιόν τι βδάλλειν οὐκ ὀρθῶς λέγουσιν· ἐπί τε γὰρ τῶν ἄλλων ζῴων ταὐτὸν συνέβαινεν ἄν, νῦν δ’ οὐ φαίνεται (θεωρῆσαι γὰρ τοῦτο ῥᾴδιον διὰ τῶν ἀνατομῶν), καὶ περὶ ἅπαντα τὰ ἔμβρυα καὶ τὰ πτηνὰ καὶ τὰ πλωτὰ καὶ τὰ τῶν πεζῶν ὁμοίως λεπτοὶ περιέχουσιν ὑμένες χωρίζοντες ἀπὸ τῆς ὑστέρας καὶ τῶν ἐγγινομένων ὑγρῶν, ἐν οἷς οὔτ’ αὐτοῖς ἔνεστι τοιοῦτον οὐθέν, οὔτε διὰ τούτων οὐθενὸς ἐνδέχεται ποιεῖσθαι τὴν ἀπόλαυσιν.
那些说婴儿在子宫中是通过吮吸某种小肉块来获取营养的人,说法并不正确;因为同样的事情也应该发生在其他动物身上,但现在看来并非如此(因为通过解剖很容易观察到这一点),而且在所有胎儿周围,无论是飞禽、水生还是陆生动物,都同样有薄膜包围,将其与子宫及其中产生的液体隔开,在这些膜本身之中既不存在任何类似之物,也不可能通过这些膜的任何一部分来进行这种营养的吸收。
τὰ δ’ ᾠοτοκούμενα πάντα ὅτι λαμβάνει τὴν αὔξησιν χωρισθέντα τῆς μήτρας ἔξω, φανερόν.
而所有卵生动物在脱离母体子宫、在外界获得增长,则是显而易见的。
Γίνεται δὲ ὁ συνδυασμὸς τοῖς ζῴοις κατὰ φύσιν μὲν τοῖς ὁμογενέσιν, οὐ μὴν ἀλλὰ καὶ τοῖς μὲν ἐγγὺς τὴν φύσιν ἔχουσιν, οὐκ ἀδιαφόροις δὲ τῷ εἴδει, ἐὰν τά τε μεγέθη παραπλήσια ᾖ καὶ οἱ χρόνοι ἴσοι ὦσι τῆς κυήσεως.
动物的交配在自然状态下发生在同类之间,但不仅如此,在本性相近且并非同种的动物之间,如果体型相仿且妊娠期相等,也会发生交配。
σπάνια μὲν οὖν γίνεται τὰ τοιαῦτα ἐπὶ τῶν ἄλλων, γίνεται δὲ καὶ ἐπὶ κυνῶν καὶ ἀλωπέκων καὶ λύκων· καὶ οἱ Ἰνδικοὶ δὲ κύνες ἐκ θηρίου τινὸς κυνώδους γεννῶνται καὶ κυνός.
因此,此类情况在其他动物中很少见,但在狗、狐狸和狼之间确实会发生;印度狗也是由某种像狗的野兽与狗交配所生。
καὶ ἐπὶ τῶν ὀρνίθων δὲ τῶν ὀχευτικῶν ὦπται τοῦτο συμβαῖνον, οἷον ἐπὶ περδίκων καὶ ἀλεκτορίδων· καὶ τῶν γαμψωνύχων οἱ ἱέρακες δοκοῦσιν οἱ διαφέροντες τῷ εἴδει μίγνυσθαι πρὸς ἀλλήλους· καὶ ἐπ’ ἄλλων δέ τινων ὀρνέων ἔχει τὸν αὐτὸν τρόπον.
在进行交配的鸟类中,也观察到过这种情况,例如在鹧鸪和家鸡之间;而在具有弯爪的猛禽中,不同种类的鹰似乎也会互相交配;在其他一些鸟类中,情况也是如此。