Humanitext Reader

亚里士多德 · 动物的产生 §2.6#4

残余物形成的骨骼毛发与牙齿的独特生长

第 37 段,共 93 段 · 希腊语

内容简介

本节阐明了由自然的排泄物形成的骨骼、腱、毛发及指甲等部位的发育,重点讨论了具有骨骼属性但终生增长的牙齿的生成目的与特异性,并对比了人类与其他动物在出生时牙齿发育的差异。

§2.6#4καθάπερ οὖν τὴν αὔξησιν ὁ θύραθεν ταῦτα ποιεῖ νοῦς, οὕτως ἐν τοῖς γινομένοις αὐτοῖς ἡ φύσις ἐκ μὲν τῆς καθαρωτάτης ὕλης σάρκας καὶ τῶν ἄλλων αἰσθητηρίων τὰ σώματα συνίστησιν, ἐκ δὲ τῶν περιττωμάτων ὀστᾶ καὶ νεῦρα καὶ τρίχας, ἔτι δ᾽ ὄνυχας καὶ ὁπλὰς καὶ πάντα τὰ τοιαῦτα· διὸ τελευταῖα ταῦτα λαμβάνει τὴν σύστασιν, ὅταν ἤδη γίγνηται περίττωμα τῆς φύσεως.
因此,正如外部的理智就增长而言做出这些事一样,在生成物自身之中,自然由最纯净的质料构成肌肉和其他感觉器官的躯体,而由排泄物构成骨骼、腱和毛发,此外还有指甲、蹄以及所有此类之物;因此,当自然的排泄物已经生成时,这些东西最晚才获得其构造。
ἡ μὲν οὖν τῶν ὀστῶν φύσις ἐν τῇ πρώτη συστάσει γίνεται τῶν μορίων ἐκ τῆς σπερματικῆς περιττώσεως, καὶ τῶν ζῴων αὐξανομένων ἐκ τῆς φυσικῆς τροφῆς λαμβάνει τὴν αὔξησιν, ἐξ ἥσπερ τὰ μόρια τὰ κύρια, ταύτης μέντοι αὐτῆς τὰ ὑπολείμματα καὶ τὰ περιττωματικά.
骨骼的本性是在部位的最初构造中由精原排泄物生成的,且随着动物的增长,它从自然的营养中获得其增长,主要的部位正是从这种营养中获得增长,然而骨骼是从这同一营养的残留物和排泄性部分中获得增长。
γίνεται γὰρ ἐν παντὶ τὸ πρῶτον καὶ τὸ δεύτερον, καὶ τῆς τροφῆς τὸ μὲν θρεπτικὸν τὸ δ᾽ αὐξητικόν, θρεπτικὸν μὲν ὃ τὸ εἶναι παρέχεται τῷ τε ὅλω καὶ τοῖς μορίοις, αὐξητικὸν δὲ τὸ εἰς μέγεθος ποιοῦν. τὴν ἐπίδοσιν· περὶ ὧν ὕστερον διοριστέον μᾶλλον.
因为在一切事物中都生成第一和第二,而在营养中,一部分是滋养性的,另一部分是增长性的;滋养性的是指为整体和各部位提供存在的那部分,而增长性的则是指使体积产生增长的那部分;关于这些,我们以后必须做更详细的厘清。
τὸν αὐτὸν δὲ τρόπον τοῖς ὀστοῖς καὶ τὰ νεῦρα συνίσταται καὶ ἐκ τῶν αὐτῶν, ἐκ τῆς σπερματικῆς περιττώσεως καὶ τῆς θρεπτικῆς.
腱的构成方式也与骨骼相同,且由相同的物质构成,即由精原排泄物和滋养性排泄物构成。
ὄνυχες δὲ καὶ τρίχες καὶ ὁπλαὶ καὶ κέρατα καὶ ῥύγχη καὶ τὰ πλῆκτρα τῶν ὀρίθων, καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστι μόριον, ἐκ τῆς ἐπικτήτου τροφῆς καὶ τῆς αὐξητικῆς, ἥν τε παρὰ τοῦ θήλεος ἐπικτᾶται καὶ τῆς θύραθεν.
指甲、毛发、蹄、角、喙和鸟类的距,以及若有任何其他此类部位,都是由后天获得的增长性营养生成的,包括从雌性那里获得的以及从外界获得的营养。
διὰ τοῦτο τὰ μὲν ὀστᾶ μέχρι τινὸς λαμβάνει τὴν αὔξησιν.
因此,骨骼仅增长到一定程度。
ἔτι γάρ τι πᾶσι τοῖς ζῴοις πέρας τοῦ μεγέθους, διὸ καὶ τῆς τῶν ὀστῶν αὐξήσεως.
因为所有动物的体积都有一定的极限,因而骨骼的增长也是如此。
εἰ γὰρ ταῦτ᾽ εἴχεν αὔξησιν ἀεί, καὶ τῶν ζῴων ὅσα ἔχει ὁστοῦν τὸ ἀνάλογον, ηὐξάνετ’ ἄν ἕως ἕξη· τοῦ γὰρ μεγέθους ὅρος ἐστὶ ταῦτα τοῖς ζῴοις.
因为如果这些骨骼一直增长,那么凡是拥有骨骼或其对应物的动物,只要它们生存着就会一直增长;因为这些骨骼对动物而言是体积的界限。
δι’ ἣν μὲν οὖν αἰτίαν οὐκ ἀεὶ λαμβάνουσιν αὔξησιν, λεκτέον ὕστερον· τρίχες δὲ καὶ τὰ συγγενῆ τούτοις, ἕως ἂν ὑπάρχωσιν, αὐξάνονται, καὶ μᾶλλον ἐν νόσοις καὶ τῶν σωμάτων γηρασκόντων καὶ φθινόντων διὰ τὸ λείπεσθαι περίττωμα πλεῖον ἐλάττονος εἰς τὰ κύρια δαπανωμένου διὰ τὸ γῆρας καὶ τὰς νόσους, ἐπεί γ᾽ ὅταν ὑπολείπῃ καὶ τοῦτο διὰ τὴν ἡλικίαν, καὶ αἱ τρίχες ὑπολείπουσιν.
那么,由于什么原因它们不一直增长,此后必须说明;而毛发及与其同类之物,只要它们存在就会一直增长,并且在疾病中以及身体衰老和趋于枯萎时增长得更多,这是因为由于衰老和疾病,消耗在主要部位上的营养变少,从而留下了更多的排泄物;因为确实,当这一排泄物也因年龄而匮乏时,毛发也会匮乏。
τὰ δ᾽ ὀστᾶ τοὐναντίον· συμφθίνει γὰρ τῷ σώματι καὶ τοῖς μέρεσιν.
骨骼则相反,它会随着身体和各部分一起枯萎。
αὐξάνονται δ᾽ αἱ τρίχες καὶ τεθνεώτων, οὐ μέντοι γίνονονταί γ᾽ ἐξ ὑπαρχῆς.
此外,毛发在人死后也会增长,然而它们并不会重新从头生成。
περὶ δ᾽ ὀδόντων ἀπορήσειεν ἄν τις.
然而关于牙齿,人们可能会产生疑问。
εἰσὶ γὰρ τὴν μὲν φύσιν τὴν αὐτὴν ἔχοντες τοῖς ὀστοῖς, καὶ γίνονται ἐκ τῶν ὀστῶν, ὄνυχες δὲ καὶ τρίχες καὶ κέρατα καὶ τὰ τοιαῦτα ἐκ τοῦ δέρματος, διὸ καὶ συμμεταβάλλουσι τῷ δέρματι τὰς χρόας· λευκά τε γὰρ καὶ μέλανα γίνονται καὶ παντοδαπὰ κατὰ τὴν τοῦ δέρματος χρόαν, οἱ δ᾽ ὀδόντες οὐθέν· ἐκ γὰρ τῶν ὀστῶν εἰσίν, ὅσα τῶν ζῴων ἔχει ὀδόντας καὶ ὀστᾶ.
因为牙齿具有与骨骼相同的本性,且由骨骼生成,而指甲、毛发、角及类似之物则是由皮肤生成的,因此它们也随着皮肤改变颜色;因为它们会根据皮肤的颜色而变成白色、黑色以及各种颜色,但牙齿却完全不会;因为在拥有牙齿和骨骼的所有动物中,牙齿都是由骨骼生成的。
αὐξάνονται δὲ διὰ βίου μόνοι τῶν ἄλλων ὀστῶν· τοῦτο δὲ δῆλον ἐπὶ τῶν παρακλινόντων ὀδόντων τὴν ἀρὴν τὴν ἀλλήλων.
而在所有骨骼中,唯独牙齿终生都在增长;这在那些偏离了彼此接触的牙齿上是很明显的。
αἴτιον δὲ τῆς αὐξήσεως, ὡς μὲν ἕνεκά του, διὰ τὸ ἔργον· ταχὺ γὰρ ἂν κατετρίβοντο μὴ γινομένης τινὸς ἐπιρρύσεως, ἐπεὶ καὶ νῦν ἐνίοις γηράσκουσι, τοῖς βρωτικοῖς μὲν μὴ μεγάλους δ᾽ ἔχουσι, κατατρίβονται πάμπαν· πλείονι γὰρ λόγῳ καθαιροῦνται τῆς αὐξήσεως.
至于作为目的的增长原因,乃是为了其功能;因为如果没有某种流入,它们很快就会被磨损,因为即使在现在,在某些变老的人中——那些食量大但没有大牙齿的人——牙齿也会被完全磨损;因为它们被磨损的比例大于其增长的比例。
διὸ καὶ τοῦτο εὖ μεμηχάνηται πρὸς τὸ συμβαῖνον ἡ φύσις· συνάγει γὰρ εἰς τὸ γῆρας καὶ τὴν τελευτὴν τὴν ὑπόλειψιν τῶν ὀδόντων.
因此,自然也针对所发生的情况做出了极好的设计:因为她将牙齿的匮乏与衰老和死亡结合在一起。
εἰ δ᾽ ἦν μυριετὴς ὁ βίος ἢ χιλιετής, παμμεγέθεις τ᾽ ἂν ἔδει γίνεσθαι τοὺς ἐξ ἀρχῆς καὶ φύεσθαι πολλάκις· καὶ γὰρ εἰ συνεχῆ τὴν αὔξησιν εἶχον, ὅμως ἂν ἄχρηστοι λεαινόμενοι πρὸς τὴν ἐργασίαν ἥσαν.
如果寿命是一万年或一千年,牙齿起初就必须变得极其巨大,并且需要多次生长;因为即使它们具有连续的增长,但在被磨平之后,它们对于其功能的发挥依然会变得毫无用处。
οὗ μὲν οὗν ἕνεκα λαμβάνουσι τὴν αὔξησιν εἴρηται· συμβαίνει δὲ μηδὲ τὴν αὐτὴν ἔχειν φύσιν τοῖς ἄλλοις ὀστοῖς τοὺς ὀδόντας.
由此,牙齿为了何种目的而获得增长已经阐明;然而,牙齿并不具有与其他骨骼相同的本性,这也是事实。
τὰ μὲν γὰρ ἐν τῇ πρώτῃ συστάσει γίνεται πάντα καὶ οὐθὲν ὕστερον, οἱ δ᾽ ὀδόντες ὕστερον.
因为其他骨骼都是在最初的构造中全部生成的,此后便不再生成,而牙齿则是后来生成的。
διὸ καὶ πάλιν δύνανται φύεσθαι ἐκπεσόντες· ἅπτονται γάρ, ἀλλ᾽ οὐ συμπεφύκασι τοῖς ὀστοῖς.
因此,牙齿脱落后也能够再次生长;因为它们只是接触骨骼,而并未与骨骼融合。
ἐκ μέντοι τῆς τροφῆς τῆς εἰς τὰ ὀστᾶ διαδιδομένης γίνονται, διὸ τὴν αὑτὴν ἔχουσι φύσιν, καὶ τότε ὅταν ἐκεῖνα ἔχη ἤδη τὸν ἀριθμὸν τὸν αὑτῶν.
不过,它们是由分配给骨骼的营养生成的,因而具有相同的本性,并且是在那些骨骼已经具备了其自身数量的时候生成的。
τὰ μὲν οὖν ἄλλα ζῷα ἔχοντα γίνεται ὀδόντας καὶ τὸ ἀνάλογον τοῖς ὀδοῦσιν, ἐὰν μή τι γίγνηται παρὰ φύσιν, διὰ τὸ ἀπολύεσθαι τῆς γενέσεως τετελεσμένα τοῦ ἀνθρώπου μᾶλλον· ὁ δ᾽ ἄνθρωπος, ἂν μή τι συμβῇ παρὰ φύσιν, οὐκ ἔχων.
因此,其他动物在出生时都拥有牙齿或牙齿的对应物,除非发生某些违反自然的情况,这是因为它们在从生成中解脱时比人类发育得更完全;而人类在出生时则不拥有牙齿,除非发生某些违反自然的情况。
δὶ ἣν δ᾽ αἰτίαν οἱ μὲν γίνονται τῶν ὀδόντων καὶ ἐκπίπτουσιν, οἱ δ᾽ οὐκ ἐκπίπτουσιν, ὕστερον λεχθήσεται.
至于由于什么原因,牙齿中的一部分生成并脱落,而另一部分不脱落,此后将会说明。
διότι δ’ ἐκ περιττώματός ἐστι τὰ τοιαῦτα τῶν μορίων, διὰ τοῦτ᾽ ἄνθρωπος ψιλότατόν τε κατὰ τὸ σῶμα τῶν ζῴων πάντων ἐστὶ καὶ ὄνυχας ἐλαχίστους ἔχει ὡς κατὰ μέγεθος· ἐλάχιστον γὰρ ἔχει περίττωμα γεῶδες, ἔστι δὲ περίττωμα μὲν τὸ ἄπεπτον, τὸ δὲ γεηρὸν ἐν τοῖς σώμασι πάντων ἀπεπτότατον.
正因为这些部位是由排泄物生成的,所以人类在所有动物中身体最光秃,且按比例拥有最小的指甲;因为人拥有的土性排泄物最少,而排泄物是未熟化的,身体中的土性之物在一切事物中又是最难熟化的。

词汇与语法注释

  1. §2.6#4τὴν αὔξησιν ὁ θύραθεν ταῦτα ποιεῖ νοῦς — 此处文本较难理解。通常的亚里士多德文本(744b12)读作“正如家中的管理者做这些事一样”(καθάπερ οὖν ἐν οἰκίᾳ ὁ προεστὼς ταῦτα ποιεῖ),但本翻译基于所给的异文“正如外部的理智就增长而言做出这些事一样”。`τὴν αὔξησιν` 作关系宾格(或作为 `ποιεῖ` 的宾语)起作用,而 `ὁ θύραθεν νοῦς` 是其主语。
  2. §2.6#4ἐξ ἥσπερ τὰ μόρια τὰ κύρια — 关系代词 `ἥσπερ` 的先行词是 `τῆς φυσικῆς τροφῆς`(自然的营养),其后省略了主句动词 `λαμβάνει τὴν αὔξησιν`(获得增长)或 `τρέφεται`(获得滋养)。应当补全理解为“主要的部位正是从这一营养中获得增长”。
  3. §2.6#4τοῖς παρακλινόντων ὀδόντων τὴν ἀρὴν τὴν ἀλλήλων — `παρακλινόντων` 是表示“偏离、歪斜”的分词,在此指“偏离了彼此接触/咬合(文本中误植为 `ἀρήν`,本应为 `ἁφήν`,意为接触)”的状态(即没有对颌牙磨损的牙齿)。`τὴν ἀρὴν [ἁφήν]` 是 `παρακλινόντων` 的直接宾语,并由 `τὴν ἀλλήλων` 修饰。
  4. §2.6#4διὰ τὸ ἀπολύεσθαι τῆς γενέσεως τετελεσμένα τοῦ ἀνθρώπου μᾶλλον — `ἀπολύεσθαι` 是表示“被释放、脱离”的不定式,在此指“从母体中出生,或从发生过程中脱离”。`τετελεσμένα` 是中性复数分词,修饰不定式的逻辑主语,意为“比人类更发育完全地”,其中 `τοῦ ἀνθρώπου` 是比较属格。

引用这一段

亚里士多德, 动物的产生 §2.6#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.6%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。