§2.6#2ἀεὶ ἄπειρον, ὥστε τὸ ἐρωτᾶν τὸ διὰ τί περὶ τῶν τοιούτων τινὸς τὸ ζητεῖν εἶναί φησι τοῦ ἀπείρου ἀρχήν.
向来是无限的,因此,他说对任何这类事物询问‘为什么’,就是在寻找无限的起点。
καίτοι κατὰ τοῦτο τὸν λόγον, καθ᾽ ὃν ἀξιοῦσι τὸ διὰ τί μὴ ζητεῖν, οὐθενὸς ἀπόδειξις ἔσται τῶν ἀϊδίων· φαίνεται δ᾽ οὖσα πολλῶν, τῶν μὲν γινομένων ἀεὶ τῶν δ᾽ ὄντων, ἐπεὶ καὶ τὸ τρίγωνον ἔχειν δυσὶν ὀρθαῖς ἴσας ἀεὶ καὶ τὸ τὴν διάμετρον ἀσύμμετρον εἶναι πρὸς τὴν πλευρὰν ἀΐδιον, ἀλλ᾽ ὅμως ἐστὶν αὐτῶν αἴτιόν τι καὶ ἀπόδειξις.
然而,根据他们要求不去探寻‘为什么’的这一论据,任何永恒之物都将无法得到证明;但事实上显然有许多事物是可以证明的,其中一些是始终在生成的,另一些则是始终存在的。 因为三角形内角和始终等于两直角,以及对角线与边始终不可通约,这些都是永恒的,但尽管如此,它们依然有某种原因和证明。
τὸ μὲν οὖν μὴ πάντων ἀξιοῦν ζητεῖν ἀρχὴν λέγεται καλῶς, τὸ δὲ τῶν ὄντων ἀεὶ καὶ γινομένων πάντων οὐ καλῶς, ἀλλ᾽ ὅσαι τῶν ἀϊδίων ἀρχαὶ τυγχάνουσιν οὖσαι· τῆς γὰρ ἀρχῆς ἄλλη γνῶσις καὶ οὐκ ἀπόδειξις.
因此,要求不去探寻万物的起点是说得对的,但对所有始终存在和始终生成之物都这样说,则说得不对,而应该只针对那些恰好是永恒之物的起点的东西;因为对于起点,存在着另一种认识,而非证明。
ἀρχὴ δ᾽ ἐν μὲν τοῖς ἀκινήτοις τὸ τί ἐστιν, ἐν δὲ τοῖς γινομένοις ἤδη πλείους, τρόπον δ᾽ ἄλλον καὶ οὐ πᾶσαι τὸν αὐτόν· ὧν μία τὸν ἀριθμόν, ὅθεν ἡ κίνησίς ἐστιν.
但在不动之物中,原理是‘它是什么’(本质),而在生成之物中,则已经有多种原理,形式各异且并非全然相同;其中在数目上居首的一者,便是运动的起点。
διὸ πάντα τὰ ἔναιμα καρδίαν ἔχει πρῶτον, ὥσπερ ἐλέχθη κατ᾽ ἀρχάς· ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον γίνεται τῇ καρδίᾳ πρῶτον.
因此,正如一开始所说,所有有血动物最先拥有心脏;而在其他动物中,与心脏类似的部分最先产生。
ἐκ δὲ τῆς καρδίας αἱ φλέβες διατεταμέναι, καθάπερ οἱ τοὺς κανάβους γράφοντες ἐν τοῖς τοίχοις· τὰ γὰρ μέρη περὶ ταύτας ἐστίν, ἅτε γινόμενα ἐκ τούτων, ἡ δὲ γένεσίς ἐστιν ἐκ τῶν ὁμοιομερῶν ὑπὸ ψύξεως καὶ θερμότητος.
而血管自心脏延伸出来,就像那些在墙上画出人体骨架的人一样;因为各个部位都在这些血管周围,因为它们是由这些血管产生的,而生成则是通过冷与热由同质部分构成的。
συνίσταται γὰρ καὶ πήγνυται τὰ μὲν ψυχρῷ τὰ δὲ θερμῷ.
因为有些部位是由冷凝聚并凝固的,有些则是因热而凝固的。
περὶ δὲ τῆς τούτων διαφορᾶς εἴρηται πρότερον ἐν ἑτέροις, ποῖα λυτὰ ὑγρῷ καὶ πυρί, καὶ ποῖα ἄλυτα ὑγρῷ καὶ ἄτηκτα πυρί.
至于这些性质的区别,此前已在其他著作中讨论过,即哪些可以被液体和火溶解,哪些不能被液体溶解且不能被火熔化。
διὰ μὲν οὖν τῶν φλεβῶν καὶ τῶν ἐν ἑκάστοις πόρων διαπιδύουσα ἡ τροφή, καθάπερ ἐν τοῖς ὠμοῖς κεραμίοις τὸ ὕδωρ, γίνονται σάρκες ἢ τὸ ταύταις ἀνάλογον, ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι, διὸ καὶ λύονται ὑπὸ πυρός.
因此,营养通过血管以及各个部位的导管渗出,就像水渗入未烧制的陶器中一样,肉或与之类似的部分从而产生,它们是由冷凝聚而成的,所以也会被火溶解。
ὅσα δὲ γεηρὰ λίαν τῶν ἀνατελλόντων, ὀλίγην ἔχοντα ὑγρότητα καὶ θερμότητα, ταῦτα δὲ ψυχόμενα ἐξατμίζοντος τοῦ ὑγροῦ μετὰ τοῦ θερμοῦ γίνεται σκληρὰ καὶ γεώδη τὴν μορφήν, οἷον ὄνυχες καὶ κέρατα καὶ ὁπλαὶ καὶ ῥύγχη· διὸ μαλάττεται μὲν πυρί, τήκεται δ’ οὐθέν, ἀλλ’ ἔνια τοῖς ὑγροῖς, οἷον τὰ κελύφη τῶν ᾠῶν.
而在生出的部分中,凡是极具土性的,仅含有少量的水分和热量,当水分与热量一同蒸发时它们便冷却,变为坚硬且呈土性的形态,例如指甲、角、蹄和喙;因此,它们会被火软化,但绝不会熔化,不过有些会被液体溶解,例如蛋壳。
ὑπὸ δὲ τῆς ἐντὸς θερμότητος τά τε νεῦρα καὶ τὰ ὀστᾶ γίνεται, ξηραινομένης τῆς ὑγρότητος.
而通过内部的热力,腱和骨随着水分被烘干而产生。
διὸ καὶ ἄλυτά ἐστι τὰ ὀστᾶ ὑπὸ τοῦ πυρός, καθάπερ κέραμος· οἷον γὰρ ἐν καμίνῳ, ὠπτημένα ὑπὸ τῆς ἐν τῇ γενέσει θερμότητος.
因此,骨骼也无法被火溶解,就像陶器一样;因为在生成过程中,它们因热力而固化,就如同在窑中被烧制过一般。
αὕτη δὲ οὔτε ὅ τι ἔτυχε ποιεῖ σάρκα ἢ ὀστοῦν, οὔθ’ ὅπῃ ἔτυχεν, ἀλλὰ τὸ πεφυκὸς καὶ ᾗ πέφυκε καὶ ὅτε πέφυκεν.
但是这种热力并不是随随便便把任何东西变成肉或骨,也不是随随便便以任何方式进行的,而是使具有本性者,以其本性的方式和本性的时间生成。
οὔτε γὰρ τὸ δυνάμει ὂν ὑπὸ τοῦ μὴ τὴν ἐνέργειαν ἔχοντος κινητικοῦ ἔσται, οὔτε τὸ τὴν ἐνέργειαν ἔχον ποιήσει ἐκ τοῦ τυχόντος, ὥσπερ οὔτε κιβωτὸν μὴ ἐκ ξύλου ὁ τέκτων ποιήσειεν ἄν, οὔτ’ ἄνευ τούτου κιβωτὸς ἔσται ἐκ τῶν ξύλων.
因为潜能中的存在既不会由不具现实性的始动者促成,具有现实性的始动者也不会用任何随机的材料制造,正如木匠既不能用木材以外的任何材料制成箱子,没有木匠,木箱也不会由木材自动生成。
ἡ δὲ θερμότης ἐνυπάρχει ἐν τῷ σπερματικῷ περιττώματι τοσαύτην καὶ τοιαύτην ἔχουσα τὴν κίνησιν καὶ τὴν ἐνέργειαν, ὅση σύμμετρος εἰς ἕκαστον τῶν μορίων.
而热力存在于精液的余泄物中,其具有的运动与现实性的分量与性质,恰好与各个部位相称。
καθ’ ὅσον δ’ ἂν ἐλλείπῃ ἢ ὑπερβάλλῃ, ἢ χεῖρον ἀποτελεῖ ἢ ἀνάπηρον τὸ γινόμενον, παραπλησίως τοῖς ἔξω συνισταμένοις διὰ τῆς ἑψήσεως πρὸς τροφῆς ἀπόλαυσιν ἤ τινα ἄλλην ἐργασίαν.
凡是不足或过剩之处,就会使所生成之物变得劣等或残缺,这与在外部通过煮沸以供食用或进行其他加工而凝聚的事物非常相似。
ἀλλ’ ἐνταῦθα μὲν ἡμεῖς τὴν τῆς θερμότητος συμμετρίαν εἰς τὴν κίνησιν παρασκευάζομεν, ἐκεῖ δὲ δίδωσιν ἡ φύσις ἡ τοῦ γεννῶντος.
但在外部,是由我们为该运动准备相称的热量,而在体内,则是生成之亲代自然本性提供它。
τοῖς δὲ αὐτομάτως γινομένοις ἡ τῆς ὥρας αἰτία κίνησις καὶ θερμότης.
对于自然发生的事物,其原因是季节的运动和热力。
ἡ δὲ ψύξις στέρησις θερμότητός ἐστιν.
而冷却则是热力的丧失。
χρῆται δ’ ἀμφοτέροις ἡ φύσις ἔχουσι μὲν δύναμιν ἐξ ἀνάγκης ὥςτε τὸ μὲν τοδὶ τὸ δὲ τοδὶ ποιεῖν, ἐν μέντοι τοῖς γινομένοις ἕνεκά τινος συμβαίνει τὸ μὲν ψύχειν αὐτῶν τὸ δὲ θερμαίνειν, καὶ γίνεσθαι τῶν μορίων ἕκαστον, τὴν μὲν σάρκα μαλακὴν τῇ μὲν ἐξ ἀνάγκης ποιούντων τοιαύτην τῇ δ’ ἕνεκά τινος, τὸ δὲ νεῦρον ξηρὸν καὶ ἑλκτόν, τὸ δ’ ὀστοῦν ξηρὸν καὶ θραυστόν.
自然利用这两者,它们因必然性而具有力量,以致一者制造这个,另一者制造那个,但在生成之物中,它们的冷却与加热也是为了某种目的而发生的,并且各个部位得以产生,使肉变得柔软,一方面由于必然性使其如此,另一方面则为了某种目的,使腱变得干燥且有弹性,使骨骼变得干燥且易碎。
τὸ δὲ δέρμα ξηραινομένης τῆς σαρκὸς γίνεται, καθάπερ ἐπὶ τοῖς ἑψήμασιν ἡ καλουμένη γραῦς.
而皮肤是由于肉的干燥而产生的,就像煮沸的液体表面上形成的所谓“膜”一样。
οὐ μόνον δὲ διὰ τὸ ἔσχατον συμβαίνει αὐτοῦ ἡ γένεσις, ἀλλὰ καὶ διότι ἐπιπολάζει τὸ γλίσχρον διὰ τὸ μὴ δύνασθαι ἐξατμίζειν.
它的产生不仅是因为它处于边缘,还因为粘性物质由于无法蒸发而浮于表面。
ἐν μὲν οὖν τοῖς ἄλλοις αὐχμηρὸν τὸ γλίσχρον (διὸ ὀστρακόδερμα καὶ μαλακόστρακα τὰ ἔσχατά ἐστι τῶν ἀναίμων ζῴων), ἐν δὲ τοῖς ἐναίμοις τὸ γλίσχρον λιπαρώτερόν ἐστιν.
在其他动物中,粘性物质是干燥的(因此,在无血动物的最外层是贝壳和甲壳),但在有血动物中,粘性物质则更富含脂肪。
καὶ τούτων ὅσα μὴ γεώδη τὴν φύσιν ἔχει λίαν, ἀθροίζεται τὸ πιμελῶδες ὑπὸ τὴν τοῦ δέρματος σκέπην, ὡς τοῦ δέρματος γινομένου ἐκ τῆς τοιαύτης γλισχρότητος· ἔχει γάρ τινα γλισχρότητα τὸ λι παρόν.
在这些动物中,凡是本性并非极具土性的,脂肪便会积聚在皮肤的庇护之下,仿佛皮肤是由这种粘性物质产生的一样;因为脂肪具有某种粘性。
πάντα δὲ ταῦτα, καθάπερ εἴπομεν, λεκτέον γίνεσθαι τῇ μὲν ἐξ ἀνάγκης τῇ δ’ οὐκ ἐξ ἀνάγκης ἀλλ’ ἐνεκά τινος.
这一切,正如我们所说,必须说一方面是由于必然性产生的,另一方面则并非由于必然性,而是为了某种目的。
πρῶτον μὲν οὖν τὸ ἄνω κύτος ἀφορίζεται κατὰ τὴν γένεσιν, τὸ δὲ κάτω προϊόντος τοῦ χρόνου λαμβάνει τὴν αὔξησιν ἐν τοῖς ἐναίμοις.
因此,首先,在生成上上方的腔体被界定,而随着时间推移,在有血动物中下方的部分才获得生长。