Humanitext Reader

亚里士多德 · 动物的产生 §2.6#1

部位形成的顺序与目的论发生论

第 34 段,共 93 段 · 希腊语

内容简介

探讨了胚胎发育过程中内外与上下各部位的产生顺序,以及通过气息发生的分化。此外,提出了一种通过区分目的、动因和工具来确立各部位先后顺序的唯目的论框架,并批判了早期自然哲学家们的决定论观点。

§2.6#1Γίνεται δὲ μετὰ τὴν ἀρχήν, ὥσπερ ἐλέχθη, τὰ ἐντὸς πρότερον τῶν ἐκτός.
而正如已经说过的,在原理之后,内部部分先于外部部分产生。
φαίνεται δὲ πρότερα τὰ μέγεθος ἔχοντα τῶν ἐλαττόνων, οὐδ’ ἔνια γιγνόμενα. πρότερον.
而具有体积的部分比微小的部分显现得更早,即便其中有些并非更早产生。
πρῶτον δὲ τὰ ἄνω διαρθροῦται τοῦ διαζώματος, καὶ διαφέρει μεγέθει· τὸ δὲ κάτω καὶ ἔλαττον καὶ ἀδιοριστότερον.
首先,横隔膜以上的部分被分化出来,并在体积上占优;而以下的部分既微小又更未分化。
καὶ τοῦτο γίγνεται ἐν πᾶσιν, ὅσοις τὸ ἄνω καὶ τὸ κάτω διώρισται, πλὴν ἐν τοῖς ἐντόμοις· τούτων δ’ ἐν τοῖς σκωληκοτοκουμένοις ἐπὶ τὸ ἄνω ἡ αὔξησις γίνεται· τὸ γὰρ ἄνω ἐξ ὑπαρχῆς ἔλαττον.
这发生于所有上部与下部分离开来的动物中,但昆虫除外;在昆虫中,在产幼虫的那些动物中,生长是朝着上部进行的;因为其上部从一开始就较小。
ἀδιόριστον δὲ καὶ τὸ ἄνω καὶ τὸ κάτω τοῖς μαλακίοις τῶν πορευτικῶν μόνοις.
在可以行走的动物中,唯有软体动物的上部与下部是未分化的。
τὸ δὲ λεχθὲν συμβαίνει καὶ ἐπὶ τῶν φυτῶν, τὸ προτερεῖν τῇ γενέσει τὸ ἄνω κύτος τοῦ κάτωθεν· τὰς γὰρ ῥίζας πρότερον ἀφιᾶσι τὰ σπέρματα τῶν πτόρθων.
前面所说的也发生于植物中,即在生成上,上方的腔体先于下方的部分;因为种子先发出根,而后发出嫩芽。
διορίζεται δὲ τὰ μέρη τῶν ζῴων πνεύματι, οὐ μέντοι οὔτε τῷ τῆς γεννώσης οὔτε τῷ αὐτοῦ, καθάπερ τινὲς τῶν φυσικῶν φασίν.
而动物的各部位是由气息来区分的,然而,并不像某些自然哲学家所说的那样,是通过母体的气息或它自身的气息。
φανερὸν γὰρ τοῦτο ἐπὶ τῶν ὀρνίθων καὶ τῶν ἰχθύων καὶ τῶν ἐντόμων.
因为这在鸟类、鱼类和昆虫中是显而易见的。
τὰ μὲν γὰρ χωρισθέντα τῆς γεννώσης γίνεται ἐξ ᾠοῦ, ἐν ᾧ λαμβάνει τὴν διάρθρωσιν· τὰ δ’ ὅλως οὐκ ἀναπνεῖ τῶν ζῴων, σκωληκοτοκεῖται δὲ καὶ ᾠοτοκεῖται· τὰ δ’ ἀναπνέοντα καὶ ἐν τῇ μήτρᾳ λαμβάνοντα τὴν διάρθρωσιν οὐκ ἀναπνεῖ, πρὶν ἢ ὁ πλεύμων λάβῃ τέλος· διαρθροῦται δὲ καὶ οὗτος καὶ τὰ ἔμπροσθεν μόρια πρὶν ἀναπνεῖν.
因为有些动物与母体分离,从蛋中产生,并在蛋中获得形体分化;有些动物则完全不呼吸,而是以幼虫或蛋的形式产生;而那些呼吸并在子宫内获得形体分化的动物,在肺部完成之前并不呼吸;而肺部以及其前方的部位在呼吸之前就已被分化出来。
ἔτι δ’ ὅσα πολυσχιδῆ τῶν τετραπόδων, οἷον κύων λέων λύκος ἀλώπηξ θώς, πάντα τυφλὰ γεννᾷ, καὶ διίσταται τὸ βλέφαρον γενομένων ὕστερον.
此外,所有足部分裂的四足兽,例如狗、狮、狼、狐、豺,产下的幼崽都是失明的,双眼睑是在出生后才分离开来的。
ὥστε δῆλον ὅτι τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ἄλλοις πᾶσι, καθάπερ καὶ τὸ ποιόν, καὶ τὸ ποσὸν γίνεται δυνάμει προϋπάρχον, ἐνεργείᾳ δ’ ὕστερον, ὑπὸ τῶν αὐτῶν αἰτίων ὑφ’ ὧνπερ καὶ τὸ ποιὸν διορίζεται, καὶ γίγνεται δύο ἐξ ἑνός.
因此显而易见,在其他所有情况下也是同样的道理,正如性质一样,数量也是在潜能中预先存在,而在现实中则是后产生的,并且是由区分性质的相同原因所造成的,从而使一个变成两个。
πνεῦμα δ’ ὑπάρχειν ἀναγκαῖον, ὅτι ὑγρὸν καὶ θερμόν, τοῦ μὲν ποιοῦντος, τοῦ δὲ πάσχοντος.
而且气息的存在是必要的,因为存在着湿与热,前者起作用,后者受作用。
τῶν δ’ ἀρχαίων τινὲς φυσιολόγων τί μετὰ τί γίγνεται τῶν μορίων ἐπειράθησαν λέγειν, οὐ λίαν ἐμπειρικῶς ἔχοντες τῶν συμβαινόντων.
而古代的自然哲学家中,有些人曾试图说明各部位中何者在何者之后产生,但他们对实际发生的事情并没有太多的经验。
τῶν γὰρ μορίων, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, πέφυκεν ἕτερον ἑτέρου πρότερον.
因为正如在其他事物中一样,在各部位中,一个也本性上先于另一个。
τὸ δὲ πρότερον ἤδη, πολλαχῶς ἐστίν, τό τε γὰρ οὗ ἕνεκα καὶ τὸ τούτου ἕνεκα διαφέρει, καὶ τὸ μὲν τῇ γενέσει πρότερον αὐτῶν ἐστί, τὸ δὲ τῇ οὐσίᾳ.
而“先于”一词已有多重含义,因为目的与为了此目的之物是不同的,它们中一者在生成上更早,另一者在实质上更早。
δύο δὲ διαφορὰς ἔχει καὶ τὸ οὗ ἕνεκα· τὸ μὲν γάρ ἐστιν ὅθεν ἡ κίνησις, τὸ δὲ ᾧ χρῆται τὸ οὗ ἕνεκα.
而且目的本身也包含两种区别:因为一者是运动的起点,另一者则是目的所使用的东西。
λέγω δ’ οἷον τό τε γεννητικὸν καὶ τὸ ὀργανικὸν τῷ γενομένῳ· τούτων γὰρ τὸ μὲν ὑπάρχειν δεῖ πρότερον, τὸ ποιητικόν, οἷον τὸ διδάξαν τοῦ μανθάνοντος, τοὺς δ’ αὐλοὺς ὕστερον τοῦ μανθάνοντος αὐλεῖν· περίεργον γὰρ μὴ ἐπισταμένοις αὐλεῖν ὑπάρχειν αὐλούς.
我指的是,例如对于生成之物而言,生成性的部分与工具性的部分;因为在这些之中,起作用的部分(生成者)必须先存在,正如教导者先于学习者,而笛子则后于学习笛子演奏的人;因为对于不懂得吹笛的人来说,拥有笛子是多余的。
τριῶν δ’ ὄντων, ἑνὸς μὲν τοῦ τέλους, ὃ λέγομεν εἶναι οὗ ἕνεκα, δευτέρου δὲ τῶν τούτου ἕνεκα τῆς ἀρχῆς τῆς κινητικῆς καὶ γεννητικῆς (τὸ γὰρ ποιητικὸν καὶ γεννητικόν, ᾗ τοιαῦτα, πρὸς τὸ ποιούμενόν ἐστι καὶ γεννώμενον), τρίτου δὲ τοῦ χρησίμου καὶ ᾧ χρῆται τὸ τέλος, πρῶτον μὲν ὑπάρχειν ἀναγκαῖόν τι μόριον ἐν ᾧ ἡ ἀρχὴ τῆς κινήσεως (καὶ γὰρ εὐθὺς τοῦτο μόριόν ἐστι τοῦ τέλους ἓν καὶ κυριώτατον), ἔπειτα μετὰ τοῦτο τὸ ὅλον καὶ τὸ τέλος, τρίτον δὲ καὶ τελευταῖον τὰ ὀργανικὰ τούτοις μέρη πρὸς ἐνίας χρήσεις.
既然存在着三样事物:第一是终点,即我们所说的目的;第二是在为了此目的之物中,起动和生成的原理(因为起作用者和生成者,就其本性而言,是相对于被作用者和被生成者的);第三是目的所使用的有用之物,首先必须存在某个包含了运动原理的部位(因为这直接就是目的的一部分,且是最主要的部分),其次在此之后是整体与目的,第三也是最后,则是用于某些特定用途的工具性部分。
ὥστ’ εἴ τι τοιοῦτόν ἐστιν, ὅπερ ἀναγκαῖον ὑπάρχειν ἐν τοῖς ζῴοις, τὸ πάσης ἔχον τῆς φύσεως ἀρχὴν καὶ τέλος, τοῦτο γίνεσθαι πρῶτον ἀναγκαῖον, ᾗ μὲν κινητικόν, πρῶτον, ᾗ δὲ μόριον τοῦ τέλους, μετὰ τοῦ ὅλου.
所以,如果动物体内必然存在某种包含了其全部自然本性的原理和目的的部分,那么这一部分就必然最先产生:就其作为始动者而言是第一位的,而就其作为目的的一部分而言则是与整体一同产生的。
ὥστε τῶν μορίων τῶν ὀργανικῶν ὅσα μέν ἐστι γεννητικὰ τῆν φύσιν, ἀεὶ πρότερον δεῖ ὑπάρχειν αὐτά (ἄλλου γὰρ ἕνεκά ἐστιν, ὡς ἡ ἀρχή), ὅσα δὲ μὴ τοιαῦτα τῶν ἄλλου ἕνεκα, ὕστερον.
因此,在工具性的各个部位中,凡是本性上具有生成性的,必须始终先存在(因为它们是为了别的事物,就像原理一样);而其他那些虽然为了别的事物但非生成性的部位,则必须后存在。
διὸ οὐ ῥᾴδιον διελεῖν πότερα πρότερα τῶν μορίων, ὅσα ἄλλου ἕνεκα, ἢ οὗ ἕνεκα ταῦτα.
所以,不易区分布置中何者更早:是那些为了别的事物的部位,还是作为这些部位之目的的部分。
παρεμπίπτει γὰρ τὰ κινητικὰ τῶν μορίων πρότερον ὄντα τῇ γενέσει τοῦ τέλους, τὰ δὲ κινητικὰ πρὸς τὰ ὀργανικὰ διελεῖν οὐ ῥᾴδιον.
因为起动性的部位在生成上往往会先于目的插入进来,而要区分起动性部分与工具性部分也非易事。
καίτοι κατὰ ταύτην τὴν μέθοδον δεῖ ζητεῖν τί γίνεται μετὰ τί· τὸ γὰρ τέλος ἐνίων μὲν ὕστερον, ἐνίων δὲ πρότερον.
然而,必须按照这一方法来探寻何者在何者之后产生;因为目的对于某些事物是后在的,而对另一些事物则是先在的。
καὶ διὰ τοῦτο πρῶτον μὲν τὸ ἔχον τὴν ἀρχὴν γίνεται μόριον, εἶτ’ ἐχόμενον τὸ ἄνω κύτος.
为此,首先产生包含着原理的部位,接着产生与其相邻的上方的腔体。
διὸ τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα μέγιστα κατ’ ἀρχὰς φαίνετα τοῖς ἐμβρύοις, τὰ δὲ κάτω τοῦ ὀμφαλοῦ, οἷον τὰ κῶλα, μικρά· τοῦ γὰρ ἄνω τὰ κάτω ἕνεκεν, καὶ οὔτε μόρια τοῦ τέλους οὔτε γεννητικὰ αὐτοῦ.
因此,在胚胎中,头部和眼睛周围的部分在开始时显得最大,而肚脐以下的部分如四肢则显得微小;因为下方的部分是为了上方的部分,它们既不是目的的一部分,也不是目的的生成者。
οὐ καλῶς δὲ λέγουσιν οὐδὲ τοῦ διὰ τί τὴν ἀνάγκην, ὅσοι λέγουσιν ὅτι οὕτως ἀεὶ γίνεται, καὶ ταύτην εἶναι νομίζουσιν ἀρχὴν ἐν αὐτοῖς, ὥσπερ Δημόκριτος ὁ Ἀβδηρίτης, ὅτι τοῦ μὲν ἀεὶ καὶ ἀπείρου οὐκ ἔστιν ἀρχή, τὸ δὲ διὰ τί ἀρχή, τὸ δ᾽
而在阐述“为什么”的必然性时,凡是说“向来如此产生”并以此作为其中之原理的人,也都说得不对,正如阿布德拉的德谟克利特所说,对于始终存在且无限之物是没有起点的,而“为什么”则是起点,并且……

词汇与语法注释

  1. §2.6#1οὐδ’ ἔνια γιγνόμενα πρότερον — 该分词短语起着让步(“即便其中有些在时间上并未更早产生”)或修饰性伴随状况的作用。它对前句进行了限制说明,指出虽然体积较大的部分在观察中先显现,但它们在实际的时间顺序上并不一定先产生。
  2. §2.6#1τὰ ἄνω διαρθροῦται τοῦ διαζώματος — 属格 τοῦ διαζώματος 起到表示空间参照点的“分离(或比较)属格”作用,意为“在横隔膜之上的部分”,尽管此处没有显性的比较级形容词。
  3. §2.6#1τὸ προτερεῖν τῇ γενέσει τὸ ἄνω κύτος τοῦ κάτωθεν — 文中说植物中“上方的腔体先于下方产生”,随后举例说“种子先发出根(上方)而后发出嫩芽(下方)”。这看似矛盾,但在亚里士多德的植物学中,负责吸收营养的根部在功能上相当于动物的头部(上方),而向上生长的嫩芽则被视为“下方”,因此该论证在理论上是一致的。
  4. §2.6#1τριῶν δ’ ὄντων, ἑνὸς μὲν τοῦ τέλους... — 这是一个长篇的属格独立绝对结构,其中包含多重嵌套的同位语、关系从句和括号插入成分。引向主句主语(τι μόριον)和不定式(ὑπάρχειν ἀναγκαῖον)的骨架是:“既然存在着三样事物(目的、动因、工具),那么首先必须存在某个[包含动因的]部位,其次是整体与目的,最后则是工具性部分。”

引用这一段

亚里士多德, 动物的产生 §2.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。