§2.5Καίτοι τις ἀπορήσειεν ἂν διὰ τίν’ αἰτίαν, εἴπερ ἔχει τὸ θῆλυ τὴν αὐτὴν ψυχὴν καὶ ἡ ὕλη τὸ περίττωμα τὸ τοῦ θήλεός ἐστι, τί προσδεῖται τοῦ ἄρρενος, ἀλλ’ οὐκ αὐτὸ ἐξ αὑτοῦ γεννᾷ τὸ θῆλυ.
然而,有人可能会提出疑问:如果雌性拥有相同的灵魂,并且材料是雌性的余留物,那么由于什么原因,雌性还需要雄性,而不能由雌性自己从自身生育呢?
αἴτιον δ’ ὅτι διαφέρει τὸ ζῷον τοῦ φυτοῦ αἰσθήσει· ἀδύνατον δὲ πρόσωπον ἢ χεῖρα ἢ σάρκα εἶναι ἢ ἄλλο τι μόριον μὴ ἐνούσης αἰσθητικῆς ψυχῆς, ἢ ἐνεργείᾳ ἢ δυνάμει, καὶ ἢ πῇ ἢ ἁπλῶς· ἔσται γὰρ οἷον νεκρὸς ἢ νεκροῦ μόριον.
其原因在于,动物在感觉上区别于植物;而如果感觉灵魂不在其中(无论是在现实中还是在潜能中,无论是在某种程度上还是绝对地),脸、手、肉或任何其他部位都不可能存在;因为否则它就会像尸体或尸体的一部分。
εἰ οὖν τὸ ἄρρεν ἐστὶ τὸ τῆς τοιαύτης ποιητικὸν ψυχῆς, ὅπου κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀδύνατον τὸ θῆλυ αὐτὸ ἐξ αὑτοῦ γεννᾶν ζῷον· τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι·
因此,如果雄性是这种灵魂的产生者,在雌雄分离的地方,雌性就无法自己从自身生育出动物;因为正如所说,雄性的定义正是如此。
ἐπεὶ ὅτι γ’ ἔχει λόγον ἡ λεχθεῖσα ἀπορία, φανερὸν ἐπὶ τῶν ὀρνίθων τῶν τὰ ὑπηνέμια τικτόντων, ὅτι δύναται μέχρι γέ τινος τὸ θῆλυ γεννᾶν.
然而,上述疑问确实有其道理,这从产下无精卵的鸟类中可以明显看出,因为雌性确实能够生育到一定程度。
ἔτι δ’ ἔχει καὶ τοῦτο ἀπορίαν, πῶς τις αὐτῶν τὰ ᾠὰ φήσει ζῆν.
但这也带来了一个疑问:人们该如何说它们的蛋是有生命的呢?
οὔτε γὰρ οὕτως ὡς τὰ γόνιμα ᾠὰ ἐνδέχεται (ἐγίγνετο γὰρ ἂν ἐξ αὐτῶν ἐνεργείᾳ ἔμψυχον) οὔθ’ οὕτως ὥσπερ ξύλον ἢ λίθος.
因为既不能像对待有精卵那样(否则从中就会实际产生有生命的生物),也不能像对待木头或石头那样。
ἔστι γὰρ καὶ τούτων τῶν ᾠῶν φθορά τις ὡς μετεχόντων τρόπον τινὰ ζωῆς πρότερον.
因为这些蛋也会发生某种腐烂,表明它们之前在某种程度上分享了生命。
δῆλον οὖν ὅτι ἔχει τινὰ δυνάμει ψυχήν.
因此,显而易见,它们在潜能上拥有某种灵魂。
ποίαν οὖν ταύτην;
那么,这是哪种灵魂呢?
ἀνάγκη δὴ τὴν ἐσχάτην. αὕτη δ’ ἐστὶν ἡ θρεπτική· αὕτη γὰρ ὑπάρχει πᾶσιν ὁμοίως ζῴοις τε καὶ φυτοῖς.
那必然是最低等的灵魂,也就是营养灵魂;因为这同样存在于所有动物和植物中。
διὰ τί οῦν οὐκ ἀποτελεῖ τὰ μόρια καὶ τὸ ζῷον;
那么,为什么它不能完成各部位和动物的形成呢?
ὅτι δεῖ αἰσθητικὴν αὐτὰ ἔχειν ψυχήν· οὐ γάρ ἐστιν ὥσπερ φυτοῦ τὰ μόρια τῶν ζῴων.
因为它们必须拥有感觉灵魂;因为动物的部位并不像植物的部位。
διὸ δεῖται τῆς τοῦ ἄρρενος κοινωνίας· κεχώρισται γὰρ ἐν τούτοις τὸ ἄρρεν.
因此,它需要雄性的结合;因为在这些动物中,雄性是分离的。
ὅπερ καὶ συμβαίνει· τὰ γὰρ ὑπηνέμια γίνεται γόνιμα, ἐὰν ἔν τινι καιρῷ τὸ ἄρρεν ἐποχεύσῃ.
事实也正是如此:如果在某个时刻雄性进行交配,无精卵就会变得可以生育。
ἀλλὰ περὶ μὲν τῆς τούτων αἰτίας ὕστερον διορισθήσεται·
不过,关于这些事物的具体原因将在以后予以规定。
εἰ δ’ ἔστι τι γένος ὃ θῆλυ μέν ἐστιν, ἄρρεν δὲ μὴ ἔχει κεχωρισμένον, ἐνδέχεται τοῦτο ζῷον ἐξ αὑτοῦ γεννᾶν.
另一方面,如果存在某种只有雌性而没有分离雄性的属,那么它就有可能由自身生育出动物。
ὅπερ ἀξιοπίστως μὲν οὐ συνῶπται μέχρι γε τοῦ νῦν, ποιεῖ δὲ διστάζειν ἐν τῷ γένει τῷ τῶν ἰχθύων· τῶν γὰρ καλουμένων ἐρυθρίνων ἄρρην μὲν οὐθεὶς ὦπταί πω, θήλειαι δὲ καὶ κυημάτων πλήρεις.
这一点虽然到目前为止还没有得到可靠的观察,但在鱼类这一属中引起了人们的迟疑;因为在所谓的“红鱼”中,至今未曾见到雄鱼,而只见雌鱼且怀满胚胎。
ἀλλὰ τούτων μὲν οὔπω πεῖραν ἔχομεν ἀξιόπιστον, οὔτε δὲ θήλεα οὔτε ἄρρενα καὶ ἐν τῷ τῶν ἰχθύων γένει ἐστίν, οἷον αἷ τ’ ἐγχέλεις καὶ γένος τι κεστρέων περὶ τοὺς τελματιαίους ποταμούς.
但对于这些,我们还没有可靠的经验;而在鱼类中也有既非雌性也非雄性的,例如鳗鱼以及在沼泽河流中的某一种鲻鱼。
ἐν ὅσοις δὲ κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀδύνατον αὐτὸ καθ’ αὑτὸ τὸ θῆλυ γεννᾶν εἰς τέλος· τὸ γὰρ ἄρρεν μάτην ἂν ἦν, ἡ δὲ φύσις οὐδὲν ποιεῖ μάτην.
但在雌雄分离的所有动物中,雌性自己不可能完成生育直至终点;因为否则雄性就是徒然的,而自然不作徒然之事。
διόπερ ἐν τοῖς τοιούτοις ἀεὶ τὸ ἄρρεν ἐπιτελεῖ τὴν γένεσιν.
因此,在这些动物中,雄性总是完成生育。
ἐμποιεῖ γὰρ τοῦτο τὴν αἰσθητικὴν ψυχήν, ἢ δι’ αὑτοῦ ἢ διὰ τῆς γονῆς.
因为雄性通过自身或通过精液植入感觉灵魂。
ἐνυπαρχόντων δ’ ἐν τῇ ὕλῃ δυνάμει τῶν μορίων, ὅταν ἀρχὴ γένηται κινήσεως, ὥσπερ ἐν τοῖς αὐτομάτοις θαύμασι, συνείρεται τὸ ἐφεξῆς· καὶ ὃ βούλονται λέγειν τινὲς τῶν φυσικῶν, τὸ φέρεσθαι εἰς τὸ ὅμοιον, λεκτέον οὐχ ὡς τόπον μεταβάλλοντα τὰ μόρια κινεῖσθαι, ἀλλὰ μένοντα καὶ ἀλλοιούμενα μαλακότητι καὶ σκληρότητι καὶ χρώμασι καὶ ταῖς ἄλλαις ταῖς τῶν ὁμοιομερῶν διαφοραῖς, γινόμενα ἐνεργείᾳ ἃ ὑπῆρχεν ὄντα δυνάμει πρότερον.
而由于材料中在潜能上已存在各部位,当运动的原理产生时,就像在自动机械中一样,后续部分就接连相扣地产生;至于某些自然哲学家所想说的,同类相吸,我们不应当说各部位是通过改变位置而运动的,而应当说它们留在原地,通过软硬、颜色以及同质部分的其他差异而发生质变,在现实中成为以前在潜能中存在的东西。
γίγνεται δὲ πρῶτον ἡ ἀρχή.
而最先产生的是原理。
αὕτη δ’ ἐστὶν ἡ καρδία τοῖς ἐναίμοις, τοῖς δ’ ἄλλοις τὸ ἀνάλογον, ὥσπερ εἴρηται πολλάκις.
在有血动物中这是心脏,而在其他动物中则是与之相应的器官,正如已经多次说过的那样。
καὶ τοῦτο φανερὸν οὐ μόνον κατὰ τὴν αἴσθησιν, ὅτι γίνεται πρῶτον, ἀλλὰ καὶ περὶ τὴν τελευτήν· ἀπολείπει γὰρ τὸ ζῆν ἐντεῦθεν τελευταῖον, συμβαίνει δ’ ἐπὶ πάντων τελευταῖον, ὥσπερ τῆς φύσεως διαυλοδρομούσης καὶ ἀνελιττομένης ἐπὶ τὴν ἀρχὴν ὅθεν ἦλθεν.
这不仅在感觉上是明显的,即它最先产生,而且在死亡时也是明显的;因为生命最后从这里离去,并且在所有情况下都是最后发生的,仿佛自然在跑双程,折返回到它所出发的原理。
ἔστι γὰρ ἡ μὲν γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος πάλιν εἰς τὸ μὴ ὄν.
因为生成是从非存在走向存在,而消灭则是从存在重新走向非存在。