§2.3#1τούτου δ’ ἐχόμενόν ἐστιν ἀπορῆσαι καὶ εἰπεῖν, εἰ τῶν προϊεμένων εἰς τὸ θῆλυ γονὴν μηθὲν μόριόν ἐστι τὸ εἰσελθὸν τοῦ γιγνομένου κυήματος, ποῦ τρέπεται τὸ σωματῶδες αὐτοῦ, εἴπερ ἐργάζεται τῇ δυνάμει τῇ ἐνούσῃ ἐν αὐτῷ διορίσαι τε δεῖ πότερον μεταλαμβάνει τὸ συνιστάμενον ἐν τῷ θήλει ἀπὸ τοῦ εἰσελθόντος τι ἢ ουθέν, καὶ περὶ ψυχῆς καθ’ ἣν λέγεται ζῷον (ζῷον δ’ ἐστι κατὰ τὸ μόριον τῆς ψυχῆς τὸ αἰσθητικόν) πότερον ἐνυπάρχει τῷ σπέρματι καὶ τῷ κυήματι ἢ οὔ, καὶ πόθεν.
紧接着这一点,我们需要提出疑问并探讨:如果在排入雌性体内的精液中,进入的部分并不成为所生成的胚胎的任何一部分,如果它确实是凭着其中所含有的能力发挥作用来构造部分的话,那么它的物质部分到哪里去了;且必须界定,在雌性体内构建起的东西是否从进入的部分中获得了什么,还是什么也没有获得;以及关于使之被称为动物的魂(而由于魂的感觉部分,它才是动物),它是否存在于精子和胚胎中,还是不存在,以及从何处而来。
οὔτε γὰρ ὡς ἄψυχον ἂν θείη τις τὸ κύημα κατὰ πάντα τρόπον ἐστερημένον ζωῆς· οὐδὲν γὰρ ἧττον τά τε σπέρματα καὶ τὰ κυήματα τῶν ζῴων ζῇ τῶν φυτῶν, καὶ γόνιμα μέχρι τινός ἐστιν.
因为谁也不能把胚胎视为完全无生命的、在各方面都剥夺了生命的无魂之物;因为动物的精子和胚胎生存得不亚于植物,且在一定程度上具有生育力。
ὅτι μὲν οὖν τὴν θρεπτικὴν ἔχουσι ψυχήν, φανερόν (δι’ ὅ τι δὲ ταύτην πρῶτον ἀναγκαῖόν ἐστι λαβεῖν, ἐκ τῶν περὶ ψυχῆς διωρισμένων ἐν ἄλλοις φανερόν)· προϊόντα δὲ καὶ τὴν αἰσθητικήν, καθ’ ἣν ζῷον.
因此,它们拥有营养魂是显而易见的(而为什么必须首先获得这一种魂,从我们在其他地方关于魂的规定中就可以明白);而随着发育的进行,它们也获得了感觉魂,凭借它,它才是动物。
οὐ γὰρ ἅμα γίνεται ζῷον καὶ ἄνθρωπος οὐδὲ ζῷον καὶ ἵππος, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ὕστερον γὰρ γίνεται τὸ τέλος, τὸ δ’ ἴδιόν ἐστι τὸ ἑκάστου τῆς γενέσεως τέλος.
因为一个东西并不是同时成为动物和人的,也不是同时成为动物和马的,对于其他动物来说也是一样;因为终点是后来才达到的,而个别的特质正是各物生成的终点。
διὸ καὶ περὶ νοῦ, πότε καὶ πῶς μεταλαμβάνει καὶ πόθεν τὰ μετέχοντα ταύτης τῆς ἀρχῆς, ἔχει τ’ ἀπορίαν πλείστην, καὶ δεῖ προθυμεῖσθαι κατὰ δύναμιν λαβεῖν καὶ καθ’ ὅσον ἐνδέχεται.
因此,关于理智(努斯),那些分有这一原理的生命体何时、如何、从何处获得它,这也是最大的难题,我们必须竭尽全力在可能的范围内去把握它。
τὴν μὲν οὖν θρεπτικὴν ψθχὴν τὰ σπέρματα καὶ τὰ κυήματα τὰ χωριστὰ δῆλον ὅτι δυνάμει μὲν ἔχοντα θετέον, ἐνεργείᾳ δ’ οὐκ ἔχοντα, πρὶν ἢ καθάπερ τὰ χωριζόμενα τῶν κυημάτων ἕλκει τὴν τροφὴν καὶ ποιεῖ τὸ τῆς τοιαύτης ψυχῆς ἔργον.
因此,关于营养魂,显而易见,我们必须假定精子和分离出来的胚胎在潜能上拥有它,但在现实上不拥有它,直到它们像那些正在分离的胚胎一样吸收营养并履行这种魂的功能。
πρῶτον μὲν γὰρ ἅπαντ’ ἔοικε ζῆν τὰ τοιαῦτα φυτοῦ βίον, ἑπομένως δὲ δῆλον ὅτι καὶ περὶ τῆς αἰσθητικῆς λεκτέον ψυχῆς καὶ περὶ τῆς νοητικῆς.
因为起初,所有这些生命体似乎都过着植物般的生活,因此,显然我们也必须类似地讨论感觉魂和理智魂。
πάσας γὰρ ἀναγκαῖον δυνάμει πρότερον ἔχειν ἢ ἐνεργείᾳ.
因为必须在现实地拥有它们之前,先在潜能上拥有它们。
ἀναγκαῖον δὲ ἤτοι μὴ οὔσας πρότερον ἐγγίνεσθαι πάσας, ἢ πάσας προϋπαρχούσας, ἢ τὰς μὲν τὰς δὲ μή, καὶ ἐγγίνεσθαι ἢ ἐν τιῆ ὕλιη μὴ εἰσελθούσας ἐν τῷ τοῦ ἄρρενος σπέρματι, ἢ ἐνταῦθα μὲν ἐκεῖθεν ἐλούσας, ἐν δὲ τῷ ἄρρενι ἢ θύραθεν ἐγγινομένας ἁπάσας ἢ μηδεμίαν ἢ τὰς μὲν τὰς δὲ μή.
而必然是,或者它们全部是在以前不存在的情况下在内部产生的,或者它们全部是预先存在的,或者有些是而有些不是,并且它们或者在不进入雄性精子的情况下直接在质料中产生,或者从该处进入精子,而在雄性体内,或者它们全部从外部产生,或者一个也不是,或者有些是有些不是。
ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάσας προϋπάρχειν, φανερόν ἐστιν ἐκ τῶν τοιούτων.
那么,它们全部预先存在是不可能的,这从以下情况中是很明显的。
ὅσων γάρ ἐστιν ἀρχῶν ἡ ἐνέργεια σωματική, δῆλον ὅτι ταύτας ἄνευ σώματος ἀδύνατον ὑπάρχειν, οἷον βαδίζειν ἄνευ ποδῶν· ὥστε καὶ θύραθεν εἰσιέναι ἀδύνατον.
因为凡是活动属于身体性的原理,显然它们是不可能在没有身体的情况下存在的,就像没有脚就无法行走一样;因此,它们也不可能从外部进入。
οὔτε γὰρ αὐτὰς καθ’ αὑτὰς εἰσιέναι οἷόν τε ἀχωρίστους οὔσας, οὔτ’ ἐν σώματι εἰσιέναι· τὸ γὰρ σπέρμα περίττωμα μεταβαλλούσης τῆς τροφῆς ἐστίν.
因为它们既不能在自身不可分离的情况下独立进入,也不能在身体中进入;因为精子是食物转化时的残渣。
λείπεται δὲ τὸν ηοῦν μόνον θύραθεν ἐπεισιέναι καὶ θεῖον εἶναι μόνον· οὐθὲν γὰρ αὐτοῦ τῇ ἐνεργείᾳ κοινωνεῖ σωματικὴ ἐνέργεια.
因此,只剩下理智单独从外部额外进入,且唯有它是神圣的;因为没有任何身体的活动参与它的活动。
πάσης μὲν οὖν ψυχῆς δύναμις ἑτέρου σώματος ἔοικε κεκοινωνηκέναι καὶ θειοτέρου τῶν καλουμένων στοιχείων· ὡς δὲ διαφέρουσι τιμιότητι αἱ ψυχαὶ καὶ ἀτιμίια ἀλλήλων, οὕτω καὶ ἡ τοιαύτη διαφέρει φύσις.
可见,每一种魂的能力似乎都与另一种身体、即比所谓元素更神圣的身体有某种关联;而正如各种魂在尊贵和卑下方面彼此不同一样,这种身体的自然性质也同样存在差别。
πάντων μὲν γὰρ ἐν τῷ σπέρματι ἐνυπάρχει, ὅπερ ποιεῖ γόνιμα εἶναι τὰ σπέρματα, τὸ καλούμενον θερμόν.
因为在一切精子中都存在着使精子具有生育力的东西,即所谓的“热”。