Humanitext Reader

亚里士多德 · 动物的产生 §2.3#2

普内乌玛的热力与精液形成胚胎的过程

第 28 段,共 93 段 · 希腊语

内容简介

本节阐明精液中普内乌玛的热力属性是与天体元素相类比的神圣性质,并详细说明了精液如何通过将运动及心魂原理赋予雌性残渣来构建和促成胚胎发育的过程。

§2.3#2τοῦτο δ’ οὐ πῦρ οὐδὲ τοιαύτη δύναμίς ἐστιν, ἀλλὰ τὸ ἐμπεριλαμβανόμενον ἐν τῷ σπέρματι καὶ ἐν τῷ ἀφρώδει πνεῦμα καὶ ἡ ἐν τῷ πνεύματι φύσις, ἀνάλογον οὖσα τῷ τῶν ἄστρων στοιχείῳ.
而这并不是火,也不是此类能力,而是包含在精液和泡沫状物质中的普内乌玛,以及普内乌玛中的自然本性,它与星体的元素相类似。
διὸ πῦρ μὲν οὐθὲν γεννᾷ ζῷον, οὐδὲ φαίνεται συνιστάμενον πυρουμένοις οὔτ’ ἐν ὑγροῖς οὔτ’ ἐν ξηροῖς οὐθέν· ἡ δὲ τοῦ ἡλίου θερμότης καὶ ἡ τῶν ζῴων οὐ μόνον ἡ διὰ τοῦ σπέρματος, ἀλλα κἄν τι περίττωμα τύχῃ τῆς φύσεως ὂν ἕτερον, ὅμως ἔχει καὶ τοῦτο ζωτικὴν ἀρχήν.
因此,没有任何火能生育动物,在被加热的湿性或干性物质中也看不出有任何东西被构建出来;然而太阳的热量以及动物的热量,不仅是通过精液起作用的那些,而且即使碰巧是自然的某种其他残渣,也同样具有生命原理。
ὅτι μὲν οὖν ἡ ἐν τοῖς ζῴοις θερμότης οὔτε πῦρ οὔτε ἀπὸ πυρὸς ἔχει τὴν ἀρχήν, ἐκ τῶν τοιούτων ἐστὶ φανερόν·
因此,动物体内的热量既不是火,也不起源于火,这从上述情况中是很明显的。
τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τὸ τῆς ψυχικῆς ἀρχῆς, τὸ μὲν χωριστὸν ὂν σώματος, ὅσοις ἐμπεριλαμβάνεται τὸ θεῖον (τοιοῦτος δ᾽ ἐστὶν ὁ καλούμενος νῦ), τὸ δ᾽ ἀχώριστον, τοῦτο τὸ σπέρμα τῆς γονῆς διαλύεται καὶ πνευματοῦτα, φύσιν ἔχον ὑγρὰν καὶ ὑδατώδη.
而生殖液的身体——其中伴随着心魂原理的精液一同排出,在那些包含神圣事物(如所谓的理智)的生命中,其原理有的是可以与身体分离的,有的则是不可分离的——这一生殖液的精液由于具有湿润和水性的特质,会溶解并气化。
δόπερ οὐ δεῖ ζητεῖν ἀεὶ θύραζε αὐτὸ ἐξιέναι, οὐδὲ μόριον οὐθὲν εἶναι τῆς συστάσης μορφῆς, ὥσπερ οὐδὲ τὸν ὀπὸν τὸν τὸ γάλα συνιστάντα· καὶ γὰρ οὗτος μεταβάλλει καὶ μόριον οὐθέν ἐστι τῶν συνισταμένων ὄγκων.
因此,我们不应总是要求它排到体外,也不应要求它成为被构建出的形态的任何一部分,就像使牛奶凝固的无花果汁一样;因为无花果汁也会发生变化,不属于被构建起的凝块的任何部分。
περὶ μὲν οὖν ψυχῆς, πῶς ἔχει τὰ κυήματα καὶ ἡ γονὴ καὶ πῶς οὐκ ἔχει, διώρισται· δυνάμει μὲν γὰρ ἔχει, ἐνεργείᾳ δ᾽ οὐκ ἔχει.
那么,关于心魂,胚胎和生殖液如何拥有它以及如何不拥有它,已经作了界定:它们在潜能上拥有它,但在现实上不拥有它。
τοῦ δὲ σπέρματος ὄντος περιττώματος καὶ κινουμένου κίνησιν τὴν αὐτὴν καθ᾽ ἥνπερ τὸ σῶμα αὐξάνεται μεριζομένης τῆς ἐσχάτης τροφῆς, ὅταν ἔλθῃ εἰς τὴν εὑστέραν, συνίστησι καὶ κινεῖ τὸ περίττωμα τὸ τοῦ θήλεος τὴν αὐτὴν κίνησιν ἥνπερ αὐτὸ τυγχάνει κινούμενον κἀκεῖνο.
既然精液是一种残渣,并且以与身体因最终食物分配而增长的相同运动在运动着,当它进入子宫时,它便以自身正在进行的相同运动来构建并推动雌性的残渣。
καὶ γὰρ ἐκεῖνο περίττωμα, καὶ πάντα τὰ μόρια ἔχει δυνάμει, ἐνεργείᾳ δ᾽ οὐθέν, καὶ γὰρ τὰ τοιαῦτ᾽ ἔχει μόρια δυνάμει, ιἧ διαφέρει τὸ θῆλυ τοῦ ἄρρενος.
因为后者也是一种残渣,在潜能上拥有所有的部分,但在现实中却一无所有,而且它在潜能上拥有雌性不同于雄性的那些部分。
ὥσπερ γὰρ καὶ ἐκ πεπηρωμένων ὁτὲ μὲν γίνεται πεπηρωμένα ὁτὲ δ᾽ οὔ, οὕτω καὶ ἐκ θήλεος ὁτὲ μὲν θῆλυ, ὁτὲ δ᾽ οὔ, ἀλλ᾽ ἄρρεν.
因为正如残疾的父母有时生出残疾的后代,有时不生出一样,从雌性身上有时产生雌性,有时不产生,而是产生雄性。
τὸ γὰρ θῆλυ ὥσπερ ἄρρεν ἐστὶ πεπηρωμένον, καὶ τὰ καταμήνια σπέρμα, οὐ καθαρὸν δέ ἓν γὰρ οὐκ ἔχει μόνον, τὴν τῆς ψυχῆς ἀρχήν.
因为雌性就像是残疾的雄性,而经血也是精液,只是不纯净;因为它们仅缺少一样东西,即心魂的原理。
καὶ διὰ τοῦτο ὅσοις ὑπηνέμια γίνεται τῶν ζῴων, ἀμφοτέρων ἔχει τὰ μέρη τὸ συνιστάμενον ᾠόν, ἀλλὰ τὴν ἀρχὴν οὐκ ἔχει, διὸ οὐ γίνεται ἔμψυχον· ταύτην γὰρ τὸ τοῦ ἄρρενος ἐπιφέρει σπέρμα.
由于这个原因,在那些产生无精蛋(风卵)的动物中,被构建的蛋拥有两性的部分,但没有心魂原理,因此不能成为有生命的活物;因为雄性的精子带来了这一原理。
ὅταν δὲ μετάσχῃ τοιαύτης ἀρχῆς τὸ περίττωμα τὸ τοῦ θήλεος, κύημα γίνεται.
但是,当雌性的残渣分有了这一原理时,它就成了胚胎。
τοῖς δ᾽ ὑγροῖς μὲν σωματώδεσι δὲ θερμαινομένοις περιίσταται, καθάπερ ἐν τοῖς ἑψήμασι ψυχομένοις τὸ περίξηρον.
在湿润但具身体性的物质中,当它们被加热时,周围就会形成外皮,就像煮熟的食物冷却时其表面形成干燥的皮一样。
πάντα δὲ τὰ σώματα συνέχει τὸ γλίσχρον· ὅπερ καὶ προϊοῦσι καὶ μείζοσι γιγνομένοις ἡ τοῦ νεύρου λαμβάνει φύσις, ἥπερ συνέχει τὰ μόρια τῶν ζῴων, ἐν μὲν τοῖς οὖσα νεῦρον, ἐν δὲ τοῖς τὸ ἀνάλογον.
所有身体都由粘性物质凝聚在一起;随着它们的发育和变大,这种粘性物质被腱的自然本性所接管,而腱正是凝聚动物各部分的,在一些动物中它是腱,在另一些动物中则是其对应物。
τῆς δ᾽ αὐτῆς μορφῆς ἐστὶ καὶ δέρμα καὶ φλὲψ καὶ ὑμὴν καὶ πᾶν τὸ τοιοῦτον γένος· διαφέρει γὰρ ταῦτα τῷ μᾶλλον καὶ ἧττον καὶ ὅλως ἐν ὑπεροχῇ καὶ ἐλλείψει.
皮肤、血管、膜以及所有此类组织都属于相同的形态;因为这些组织的区别在于“较多”和“较少”,以及总体上的过度与不足。

词汇与语法注释

  1. §2.3#2ἀνάλογον οὖσα — 语法一致关系。阴性分词 οὖσα 并非与前面的中性名词 πνεῦμα(普内乌玛)一致,而是与并列的阴性名词 φύσις(自然本性)一致。因此,被描述为与星体元素相类比(ἀνάλογον)的主体,具体而言是指“普内乌玛之中的自然本性”(ἡ ἐν τῷ πνεύματι φύσις)。
  2. §2.3#2τὸ δὲ τῆς γονῆς σῶμα — 长句的主干结构整理。句首的主语 τὸ δὲ τῆς γονῆς σῶμα(生殖液的身体)在经过由关系从句 ἐν ᾧ... 以及对比性插入语 τὸ μὲν χωριστὸν... τὸ δ᾽ ἀχώριστον,(部分可与身体分离,部分不可分离)之后,通过带有指示代词的同位语短语 τοῦτο τὸ σπέρ马 τῆς γονῆς(这一生殖液的精液)被重新引出,并最终与主动词 διαλύεται καὶ πνευματοῦτα(溶解并气化)相结。
  3. §2.3#2τοῦ δὲ σπέρματος ὄντος περιττώματος — 句法结构分析。句首的 τοῦ δὲ σπέρματος ὄντος... καὶ κινουμένου... 是表示原因的属格独立分词结构。主句主语(精液)被省略,主动词为 συνίστησι καὶ κινεῖ(构建并推动),直接宾语是 τὸ περίττωμα τὸ τοῦ θήλεος(雌性的残渣)。此外,κίνησιν τὴν αὐτὴν... ἥνπερ... 充当动词 κινεῖ 的同族宾语(同源对格)修饰成分。

引用这一段

亚里士多德, 动物的产生 §2.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。