Humanitext Reader

亚里士多德 · 动物的产生 §2.2

精子的物理性质及水与普纽玛的混合

第 26 段,共 93 段 · 希腊语

内容简介

本节通过将精子解释为水与热空气(气/普纽玛)的混合物,合理解答了精子排出后变稀且不冻结的物理现象,并驳斥了克特西亚斯和赫罗多德关于精子性质与颜色的错误主张。

§2.2περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν τις.
关于精子的性质,人们可能会提出疑问。
τὸ γὰρ σπέρμα ἐξέρχεται μὲν ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν, ψυχόμενον δὲ γίνεται ὑγρὸν ὥσπερ ὕδωρ, καὶ τὸ χρῶμα ὕδατος.
因为精子从动物体内排出时是稠厚且呈白色的,但冷凝后就会变得像水一样稀薄,其颜色也和水一样。
ἄτοπον δὴ ἂν δόξειεν· οὐ γὰρ παχύνεται ὕδωρ θερμῷ, τὸ δ’ ἔσωθεν ἐκ θερμοῦ ἐξέρχεται παχύ, ψυχόμενον δὲ γίνεται ὑγρόν.
这确实显得奇怪;因为水不会因受热而变稠,而精子从体内热的状态排出时是稠的,冷凝后却变稀了。
καίτοι πήγνυταί γε τὰ ὑδατώδη· τὸ δὲ σπέρμα οὐ πήγνυται τιθέμενον ἐν τοῖς πάγοις ὑπαίθριον, ἀλλ’ ὑγραίνεται, ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν.
然而,水性的东西确实会冻结;但精子放在室外的冰雪中不仅不冻结,反而变稀,就好像它曾被相反的力量(热)变稠一样。
ἀλλὰ μὴν οὐδ’ ὑπὸ θερμοῦ παχύνεσθαι εὔλογον.
但其实,说它因受热而变稠也是不合理的。
ὅσα γὰρ γῆς πλεῖον ἔχει, ταῦτα συνίσταται καὶ παχύνεται ἑψόριενα, οἷον καὶ τὸ γάλα.
因为凡是含有较多土元素的东西,在煮沸时都会凝固并变稠,例如牛奶。
ἔδει οὖν ψυχόμενον στερεοῦσθαι.
因此,它冷凝时理应变硬。
νῦν δ’ οὐθὲν γίνεται στερεόν, ἀλλὰ πᾶν ὥσπερ ύδωρ.
但现在却没有任何部分变硬,而是全部变得像水一样。
ἡ μὲν οὖν ἀπορία αὕτη ἐστίν.
那么,疑问就在于此。
εἰ μὲν γὰρ ὕδωρ, τὸ ὕδωρ οὐ φαίνεται παχυνόμενον ὑπὸ τοῦ θερμοῦ, τὸ δ’ ἐξέρχεται παχὺ καὶ θερμὸν καὶ ἐκ θερμοῦ τοῦ σώματος· εἰ δ’ ἐκ γῆς ἢ μικτὸν γῆς καὶ ὕδατος, οὐχ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ῾ὕδωρ.
因为如果它是水,水并不显得会被热变稠,但精子排出来时却是稠的、热的,且来自热的身体;而如果它是由土构成,或者是土与水的混合物,它就不应该全部变成稀薄的水。
ἢ οὐ πάντα τὰ συμβαίνοντα διιηρήκαμεν.
或者,我们并没有区分所有发生的情况。
οὐ γὰρ μόνον παχύνεται τὸ ἐξ ὕδατος καὶ γεώδους συνιστάμενον ὑγρόν, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ πνεύματος, οἷον καὶ ὁ ἀφρὸς γίνεται παχύτερος καὶ λευκός, καὶ ὅσιω ἂν ἐλάττους καὶ ἀδηλότεραι αἱ πομφόλυγες ὦσι, τοσούτῳ καὶ λευκότερος καὶ στιφρότερος ὁ ὄγκος φαίνεται.
因为不仅由水和土性物质构成的液体会变稠,而且由水和气(普纽玛)构成的液体也会变稠,例如泡沫也会变得较稠且白,而且气泡越小、越不明显,其整体显得越白、越致密。
τὸ δ’ αὐτὸ καὶ τὸ ἕλαιον πάσχει· παχύνεται γὰρ τῷ πνεύματι μιγνύμενον· διὸ καὶ τὸ λευκαινόμοῦ μενον παχύτερον γίνεται, τοῦ ἐνότος ὑδατώδους ὑπὸ τοῦ θερδιακρινομένου καὶ γινομένου πνεύματος.
而油也发生同样的情况;因为它通过与气混合而变稠;因此,变白的油变得更稠,因为其中含有的水性成分被热分离并变成了气。
καὶ ἡ μολύβ δαινα μιγνυμένη ὕδατι ἢ καὶ ἐλαὶῳ ἐξ ὀλίγου τε πολὺν ὄγκον ποιεῖ καὶ ἐξ ὑγροῦ στιφρὸν καὶ ἐκ μέλανος λευκόν.
密陀僧在与水或油混合时,也会从小体积产生大体积,从液体变得致密,且从黑色变成白色。
αἴτιον δ’ ὅτι ἐγκαταμίγνυται πνεῦμα, ὃ τόν τε ὄγκον ποιεῖ καὶ τὴν λευκότητα διαφαίνει, ὥσπερ ἐν τῷ ἀφρῷ καὶ τῇ χιόνι· καὶ γὰρ ἡ χιών ἐστιν ἀφρός.
其原因在于混入了气,正是气制造了体积并显现出白色,就像在泡沫和雪中一样;因为雪也是一种泡沫。
καὶ αὐτὸ τὸ ὕδωρ τῷ ἐλαίῳ μιγνύμενον γίνεται παχὺ καὶ λευκόν· καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται πνεῦμα, καὶ αὐτὸ τὸ ἔλαιον ἔχει πνεῦμα πολύ· ἔστι γὰρ οὕτε γῆς οὔτε ὕδατος ἀλλὰ πνεύματος τὸ λιπαρόν.
而水本身在与油混合时也会变稠变白;因为通过摩擦,气被封闭在内,且油本身就含有大量的气;因为油脂既不属于土也不属于水,而是属于气。
διὸ καὶ ἐπὶ τῷ ὕδατι ἐπιπολάζει· ὁ γὰρ ἐν αὐτῷ ὢν ἀήρ, ὥσπερ ἐν ἀγγείῳ, φέρει ἄνω καὶ ἐπιπολάζει καὶ αἴτιος τῆς κουφότητός ἐστιν.
因此,它也漂浮在水面上;因为其中的空气就像在容器中一样,将它带到上方并使之漂浮,这也是它轻的原因。
καὶ ἐν τοῖς ψύχεσι δὲ καὶ πάγοις παχύνεται τὸ ἔλαιον, πήγνυται δ’ οὔ· διὰ μὲν γὰρ θερμότητα οὐ πήγνυται (ὁ γὰρ ἀὴρ θερμὸν καὶ ἄπηκτον), διὰ δὲ τὸ συνίστασθαι αὐτὸν καὶ πυκνοῦσθαι ὥσπερ ὑπὸ τοῦ ψύχους παχύτερον γίνεται τὸ ἔλαιον.
而且在寒冷和冰霜中,油会变稠,但不会冻结;它因热而不冻结(因为空气是热的且不冻结的),但由于空气在寒冷下凝结并致密,油变得更稠。
διὰ ταύτας τὰς αἰτίας καὶ τὸ σπέρμα ἔσωθεν μὲν ἐξέρχεται στιφρὸν καὶ λευκόν, ὑπὸ τῆς ἐντὸς θερμότητος πνεῦμα πολὺ ἔχον θερμόν, ἐξελθόντος δὲ ὅταν ἀποπνεύσιη τὸ θερμὸν καὶ ὁ ἀὴρ ψυχθῇ, ὑγρὸν γίνεται καὶ μέλαν· λείπεται γὰρ τὸ ὕδωρ καὶ εἴ τι μικρὸν γεῶδες, ὥσπερ ἐν φλέγματι, καὶ ἐν τῷ σπέρματι ξηραινομένῳ.
由于这些原因,精子从体内排出时也是致密且呈白色的,因为内部的热使其含有大量的热气,但排出后,当热气散发、空气冷却时,它就变得呈稀薄且发黑;因为留下了水以及可能存在的任何微小土性物质,就像在黏液中一样,也像在干燥后的精子中一样。
ἔστ μὲν οὖν τὸ σπέρμα κοινὸν πεύματος καὶ ὕδατος, τὸ δὲ πνεῦμά ἐστι θερμὸς ἀήρ· διὸ ὑγρὸν τὴν φύσιν, ὅτι ἐξ ὕδατος.
因此,精子是气和水的结合物,而气是热空气;因此它在本质上是稀薄的,因为它是从水产生的。
Κτησίας γὰρ ὁ Κνίδιος ἃ περὶ τοῦ σπέρματος τῶν ἐλεφάντων εἴρηκε, φανερός ἐστιν ἐψευσμένος.
因为克尼多斯的克特西亚斯在谈到大象精子时显然说谎了。
φησὶ γὰρ οὕτω σκληρύνεσθαι ξηραινόμενον ὥστε γίνεσθαι ἠλέκτρῳ ὅμοιον.
因为他说它在干燥时会变得非常硬,以至于像琥珀一样。
τοῦτο δ’ οὐ γίνεται· μᾶλλον μὲν γὰρ ἕτερον ἑτέρου σπέρμα γεωδέστερον ἀναγκαῖον εἶναι, καὶ μάλιστα τοιοῦτον ὅσοις πολὺ γεῶδες ὑπάρχει κατὰ τὸν ὄγκον τὸν τοῦ σώματος.
但这并没有发生;虽然确实某一种动物的精子必然比另一种更具土性,特别是对于那些按身体大小而言含有大量土性物质的动物来说,情况确实如此。
παχὺ δὲ καὶ λευκὸν διὰ τὸ μεμῖχθαι πνεῦμα.
而它稠厚且呈白色是由于混入了气。
καὶ γὰρ λευκόν ἐστι τὸ σπέρμα πάντων· Ἡρόδοτος γὰρ οὐκ ἀληθῆ λέγει, φάσκων μέλαιναν εἶναι τὴν τῶν Αἰθιόπων γονήν, ὥσπερ ἀναγκαῖον ὂν τῶν τὴν χρόαν μελάνων εἶναι πάντα μέλανα, καὶ ταῦθ’ ὁρῶν καὶ τοὺς ὀδόντας αὐτῶν ὄντας λευκούς.
因为所有人的精子都是白色的;赫罗多德说埃塞俄比亚人的精液是黑色的,这并不真实,就好像皮肤黑的人一切东西都必然是黑色的一样,何况他也看到他们的牙齿是白的。
αἴτιον δὲ τῆς λευκότητος τοῦ σπέρματος ὅτι ἐστὶν ἡ γονὴ ἀφρός, ὁ δ’ ἀφρὸς λευκόν, καὶ μάλιστα τὸ ἐξ ὀλιγίστων συγκείμενον μορίων καὶ οὕτω μικρῶν ὥσπερ ἑκάστης ἀοράτου τῆς πομφόλυγος οὔσης, ὅπερ συμβαίνει καὶ ἐπὶ τοῦ ὕδατος καὶ τοῦ ἐλαίου μιγυμένων καὶ τριβομένων, καθάπερ ἐλέχθη πρότερον.
精子呈白色的原因在于精液是泡沫,而泡沫是白色的,尤其是由极少数且极微小的部分组成、以至于每个气泡都不可见的那种泡沫,正如前面所说,当水和油混合并摩擦时也会发生这种情况。
ἔοικε δὲ οὐδὲ τοὺς ἀρχαίους λανθάνειν ἀφρώδης ἡ τοῦ σπέρματος οὖσα φύσις· τὴν γοῦν κυρίαν θεὸν τῆς μιξεως ἀπὸ τῆς δυνάμεως ταύτης προσηγόρευσαν.
而且古代人似乎也注意到了精子的泡沫性质;至少,他们根据这种能力来命名主管交配的女神。
Ἡ μὲν οὖν αἰτία τῆς λεχθείσης ἀπορίας εἴρηται, φανερὸν δὲ ὅτι διὰ τοῦτ’ οὐδὲ πήγνυται· ὁ γὰρ ἀὴρ ἄπηκτος.
那么,上述疑问的原因已经说明,显而易见,由于这个原因它也不会冻结;因为空气是无法冻结的。

词汇与语法注释

  1. §2.2ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν — 连词 ὡς 与被动不定过去分词 παχυνθέν 结合,表示主语动词 ὑγραίνεται(变稀/液化)的主观或设想原因(“仿佛曾被……变稠”)。在此语境中,ἐναντίον(相反的事物)指与前文的“寒冷/冰霜”(ψύχεσι)相对的“热”(θερμόν)。
  2. §2.2τοῦ ἐνόντος ὑδατώδους ὑπὸ τοῦ θερμοῦ διακρινομένου καὶ γινομένου πνεύματος — 此处为独立属格(genitive absolute)结构。名词短语 τοῦ ἐνόντος ὑδατώδους(内含的水性成分)作逻辑主语,现在被动分词 διακρινομένου 与现在异态分词 γινομένου 作逻辑谓语。该结构作为从句,解释了油受热时为何变白且变稠。
  3. §2.2ὥσπερ ἀναγκαῖον ὂν ... εἶναι πάντα μέλανα — 在连词 ὥσπερ 之后,使用了非人称动词分词形式的宾格独立(accusative absolute)结构 ἀναγκαῖον ὄν(“仿佛必然……”)。该非人称表达由一个宾格不定式结构(主语 πάντα,不定式 εἶναι)进一步补充。这是用以批评赫罗多德不合逻辑推论的讽刺性表达。

引用这一段

亚里士多德, 动物的产生 §2.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。