§2.1#2τῶν δ’ ἀναίμων τὰ ἔντομα σκωληκοτοκεῖ, ὅσα ἢ ἐκ συνδυασμοῦ γίνεται ἢ αὐτὰ συνδυάζεται.
在无血动物中,昆虫类产幼虫,凡是那些由交配产生或它们自身交配的昆虫。
ἔστι γὰρ ἔνια τοιαῦτα τῶν ἐντόμων, ἃ γίνεται μὲν αὐτόματα, ἔστι δὲ θήλεα καὶ ἄρρενα, καὶ ἐκ συνδυαζομένων γίνεταί τι αὐτῶν, ἀτελὲς μέντοι τὸ γιγνόμενον· ἡ δ’ αἰτία εἴρηται πρότερον ἐν ἑτέροις.
因为在昆虫中也有一些是这样:它们虽然是自生产生的,但也有雌雄之分,且通过它们的交配也会产生出某种东西,然而产生出的东西是不完全的;其原因在其他著作中已经说过。
συμβαίνει δὲ πολλὴ ἐπάλλαξις τοῖς γένεσιν.
但是,各类别之间存在着许多重叠。
οὔτε γὰρ τὰ δίποδα πάντα ζῳοτοκεῖ (οἱ γὰρ ὄρνιθες ᾠοτοκοῦσιν) οὔτ’ ᾠοτοκεῖ πάντα (ὁ γὰρ ἄνθρωπος ζῳοτοκεῖ), οὔτε τὰ τετράποδα πάντα ᾠοτοκεῖ (ἵππος γὰρ καὶ βοῦς καὶ ἄλλα μυρία ζῳοτοκεῖ) οὔτε ζῳοτοκεῖ πάντα (σαῦραι γὰρ καὶ κροκόδειλοι καὶ ἄλλα πολλὰ ᾠοτοκοῦσιν).
因为既非所有双足动物都胎生(因为鸟类卵生),也非所有都卵生(因为人胎生),既非所有四足动物都卵生(因为马、牛和无数其他动物都胎生),也非所有都胎生(因为蜥蜴、鳄鱼和许多其他动物都卵生)。
οὐδ’ ἐν τῷ πόδας ἔχειν ἢ μὴ ἔχειν διαφέρει· καὶ γὰρ ἄποδα ζῳοτοκεῖ, οἷον οἱ ἔχεις καὶ τὰ σελάχη, τὰ δ’ ᾠοτοκεῖ, οἷον τὸ τῶν ἰχθύων γένος καὶ τὸ τῶν ἄλλων ὄφεων· καὶ τῶν πόδας ἐχόντων καὶ ᾠοτοκεῖ πολλὰ καὶ ζῳοτοκεῖ, οἷον τὰ εἰρημένα τετράποδα.
这与有足或无足也无区别;因为无足的也有胎生的,例如蝰蛇和软骨鱼类,而另一些则是卵生的,例如鱼类和其它蛇类;在有足动物中,也有许多既卵生又胎生的,例如前面提到的四足动物。
καὶ ἐν αὐτοῖς δὲ ζῳοτοκεῖ καὶ πόδας ἔχοντα, οἷον ἄνθρωπος, καὶ ἄποδα, οἷον φάλαινα καὶ δελφίς.
而在这些胎生动物中,既有有足的(例如人),也有无足的(例如鲸和海豚)。
ταύτῃ μὲν οὖν οὐκ ἔστι διελεῖν, οὐδ’ αἴτιον τῆς διαφορᾶς ταύτης οὐθὲν τῶν πορευτικῶν ὀργάνων, ἀλλὰ ζῳοτοκεῖ μὲν τὰ τελεώτερα τὴν φύσιν τῶν ζῴων καὶ μετέχοντα καθαρωτέρας ἀρχῆς· οὐθὲν γὰρ ζῳοτοκεῖ ἐν αὑτῷ, μὴ δεχόμενον τὸ πνεῦμα καὶ ἀναπνέον.
因此,通过这种方式是无法区分它们的,步行器官都不是造成这种差异的原因,而是自然中更完全、分有更纯洁原理的动物行胎生;因为任何不接受呼吸、不进行呼吸的动物,都不会在自身内部行胎生。
τελεώτερα δὲ τὰ θερμότερα τὴν φύσιν καὶ ὑγρότερα καὶ μὴ γεώδη.
而在自然中更温暖、更湿润且不具土性(地质成分少)的动物,是更完全的。
τῆς δὲ θερμότητος τῆς φυσικῆς ὅρος ὁ πλεύμων, ὅσων ἔναιμός ἐστιν· ὅλως μὲν γὰρ τὰ ἔχοντα πλεύμονα τῶν μὴ ἐχόντων θερμότερα, τούτων δ’ αὐτῶν τὰ μὴ σομφὸν ἔχοντα μηδὲ στιφρὸν μηδ’ ὀλίγαιμον ἀλλ’ ἔναιμον καὶ μαλακόν.
在有血动物中,肺是自然热力的界限;因为总的来说,有肺的动物比无肺的更温暖,而在这些有肺动物中,那些肺部不呈海绵状、不坚硬、不缺血,而是多血且柔软的动物更温暖。
ὥσπερ δὲ τὸ μὲν ζῷον τέλεον, ὁ δὲ σκώληξ καὶ τὸ ᾠὸν ἀτελές, οὕτως τὸ τέλειον ἐκ τοῦ τελειοτέρου γίνεσθαι πέφυκεν.
正如动物本身是完全的,而幼虫和卵是不完全的,同样地,完全之物自然是由更完全之物产生的。
τὰ δὲ θερμότερα μὲν διὰ τὸ ἔχειν πλεύμονα, ξηρότερα δὲ τὴν φύσιν, ἢ τὰ ψυχρότερα μὲν ὑγρότερα δέ, τὰ μὲν ᾠοτοκεῖ τέλειον ᾠόν, τὰ δ’ ᾠοτοκήσαντα ζῳοτοκεῖ ἐν αὑτοῖς.
有些动物因有肺而较温暖,但在自然上较干燥,或者另一些较寒冷但较湿润,前者产下完全的卵,而后者则在体内先产卵后行胎生。
οἱ μὲν γὰρ ὄρνιθες καὶ τὰ φολιδωτὰ διὰ μὲν θερμότητα τελεσιουργοῦσι, διὰ δὲ ξηρότητα ᾠοτοκοῦσι, τὰ δὲ σελάχη θερμὰ μὲν ἧττον τούτων, ὑγρὰ δὲ μᾶλλον, ὥστε μετέχει ἀμφοτέρων· καὶ γὰρ ᾠοτοκεῖ καὶ ζῳοτοκεῖ ἐν αὑτοῖς, ᾠοτοκεῖ μὲν ὅτι ψυχρά, ζῳοτοκεῖ δ’ ὅτι ὑγρά· ζωτικὸν γὰρ τὸ ὑγρόν, πορρωτάτω δὲ τοῦ ἐμψύχου τὸ ξηρόν.
因为鸟类和具角质鳞的动物因温暖而完成胚胎,但因干燥而产卵,而软骨鱼类则不如它们温暖,但更湿润,从而兼具两者的性质;因为它们既卵生又在体内胎生,卵生是因为它们寒冷,胎生是因为它们湿润;因为湿润具有生命力,而干燥距离有生命之物最远。
ἐπεὶ δ’ οὔτε πτερωτὰ οὔτε φολιδωτὰ οὔτε λεπιδωτά ἐστιν, ἃ σημεῖα ξηρᾶς μᾶλλον καὶ γεώδους φύσεως, μαλακὸν τὸ ᾠὸν γεννῶσιν· ὥσπερ γὰρ οὐδ’ ἐν αὐτῷ, οὐδ’ ἐν τῷ ᾠῷ ἐπιπολάζει τὸ γεηρόν.
既然它们既无羽毛,也无角质鳞,亦无硬鳞(这些是更干燥和具土性自然的征兆),它们便产下软卵;因为正如它们自身的身体一样,土性成分在卵中也不会浮现到表面。
καὶ διὰ τοῦτο εἰς αὑτὸ ᾠοτοκεῖ· θύραζε γὰρ ἂν ἰὸν διεφθείρετο τὸ ᾠόν, οὐκ ἔχον προβολήν.
正因如此,它们在体内产卵;因为如果到外面去,卵由于没有保护物就会被毁坏。
τὰ δὲ ψυχρὰ καὶ ξηρὰ μᾶλλον ᾠοτοκεῖ μέν, ἀτελὲς δὲ τὸ ᾠόν, καὶ σκληρόδερμον δὲ διὰ τὸ γεηρὰ εἶναι καὶ ἀτελὲς προΐεσθαι, ἶνα σώζηται φυλακὴν ἔχον τὸ ὀστρακῶδες.
而较寒冷和较干燥的动物虽然也卵生,但卵是不完全的,且因具土性以及在不完全状态下被排出而呈硬壳,以便因拥有贝壳状的保护而得以保存。
οἱ μὲν οὖν ἰχθύες λεπιδωτοὶ ὄντες καὶ τὰ μαλακόστρακα γεηρὰ ὄντα σκληρόδερμα τὰ ᾠὰ γεννᾷ.
因此,具硬鳞的鱼类和具土性的软甲类产下硬壳卵。
τὰ δὲ μαλάκια, ὥσπερ αὐτὰ γλίσχρα τὴν τοῦ σώματός ἐστι φύσιν, οὕτως σώζει ἀτελῆ προϊέμενα τὰ ᾠά· προΐεται γὰρ γλισχρότητα περὶ τὸ κύημα πολλήν.
而软体动物正如它们自身的身体自然具有粘性一样,在排出不完全的卵时也以此保护它们;因为它们在胚胎周围排出许多粘性物质。
τὰ δ’ ἔντομα πάντα σκωληκοτοκεῖ.
昆虫类则全部产幼虫。
ἔστι δ’ ἅπαντα ἄναιμα τὰ ἔντομα, διὸ καὶ σκωληκοτοκοῦντα θύραζε.
所有昆虫都是无血的,因此它们向外产幼虫。
τὰ δ’ ἄναιμα οὐ πάντα σκωληκοτοκεῖ ἀπλῶς· ἐπαλλάττουσι γὰρ ἀλλήλοις τά τ’ ἔντομα καὶ τὰ ἀτελὲς τίκτοντα τὸ ᾠόν, οἷον οἵ τ’ ἰχθύες οἱ λεπιδωτοὶ καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια.
但并非所有无血动物都单纯地产幼虫;因为昆虫类与那些产下不完全卵的动物(例如具硬鳞的鱼类、软甲类和软体动物)相互交错。
τούτων μὲν γὰρ τὰ ᾠὰ σκωληκώδη ἐστίν (αὔξησιν γὰρ λαμβάνει θύραζε), ἐκείνων δ’ οἱ σκώληκες γίνονται προϊόντες ᾠοειδεῖς· ὃν δὲ τρόπον, ἐν τοῖς ὕστερον διοριοῦμεν.
因为后者的卵呈幼虫状(因为在排出后还会生长),而前者的幼虫在发育中则变得像卵一样;至于以何种方式,我们在后面将会予以界定。
δεῖ δὲ νοῆσαι ὡς εὗ καὶ ἐφεξῆς τὴν γένεσιν ἀποδίδωσιν ἡ φύσις.
必须理解自然是如何极好且井然有序地分配生育。
τὰ μὲν γὰρ τελεώτερα καὶ θερμότερα τῶν ζῴων τέλειον ἀποδίδωσι τὸ τέκνον κατὰ τὸ ποιόν (κατὰ δὲ τὸ ποσὸν ὅλως οὐθὲν τῶν ζῴων· πάντα γὰρ γενόμενα λαμβάνει αὔξησιν), καὶ γεννᾷ δὴ ταῦτα ζῷα ἐν αὑτοῖς εὐθύς.
因为在动物中,更完全、更温暖的动物在品质上送出完全的后代(在数量上则绝无任何动物是完全的,因为所有动物在出生后都会生长),这些动物确实立刻在自身内部产生动物。
τὰ δὲ δεύτερα ἐν αὑτοῖς μὲν οὐ γεννᾷ τέλεια εὐθύς (ζῳοτοκεῖ γὰρ ᾠοτοκήσαντα πρῶτὸν), θύραζε δὲ ζῳοτοκεῖ τὰ δὲ ζῷον μὲν οὐ τέλειον γεννᾷ, ᾠὸν δὲ γεννᾷ, καὶ τοῦτο τέλειον τὸ ᾠόν.
而第二类动物在自身内部并不能立刻产生完全的后代(因为它们是先产卵后胎生的),但在向外时是胎生的;另一些动物则不产生完全的动物,而是产生卵,且这卵是完全的卵。